Humanitext Reader

阿里斯托芬 · 云 §1-82

斯德普西阿得斯因儿子的债务彻夜难眠

第 1 段,共 19 段 · 希腊语

内容简介

出身乡下的父亲斯德普西阿得斯因儿子的赛马嗜好而债台高筑、彻夜难眠。他回忆起自己与城市贵族妻子的不幸婚姻以及为儿子起名时的争执,随后他想出了一个避债的妙计,并试图唤醒熟睡中的儿子。

§1ἰοὺ ἰού·
斯德普西阿得斯:哎哟,哎哟!
§2ὦ Ζεῦ βασιλεῦ τὸ χρῆμα τῶν νυκτῶν ὅσον·
噢,主宰宙斯啊,这夜色何其漫长!
§3ἀπέραντον. οὐδέποθʼ ἡμέρα γενήσεται;
难道天永远不亮了吗?
§4καὶ μὴν πάλαι γʼ ἀλεκτρυόνος ἤκουσʼ ἐγώ·
可我确实早就听见公鸡打鸣了。
§5οἱ δʼ οἰκέται ῥέγκουσιν·
奴隶们却在打呼噜。
ἀλλʼ οὐκ ἂν πρὸ τοῦ.
以前可不至于如此。
§6ἀπόλοιο δῆτʼ ὦ πόλεμε πολλῶν οὕνεκα, §7ὅτʼ οὐδὲ κολάσʼ ἔξεστί μοι τοὺς οἰκέτας.
愿你彻底毁灭,战争,因为这许多缘故,如今我连惩罚自己的奴隶都办不到了。
§8ἀλλʼ οὐδʼ ὁ χρηστὸς οὑτοσὶ νεανίας §9ἐγείρεται τῆς νυκτός, ἀλλὰ πέρδεται §10ἐν πέντε σισύραις ἐγκεκορδυλημένος.
还有,这宝贝年轻儿子到了夜里也根本不醒,只管放屁,裹在五张厚毛毯里暖和地睡着。
§11ἀλλʼ εἰ δοκεῖ ῥέγκωμεν ἐγκεκαλυμμένοι.
既然如此,要是可以的话,我们也蒙头大睡吧。
§12ἀλλʼ οὐ δύναμαι δείλαιος εὕδειν δακνόμενος §13ὑπὸ τῆς δαπάνης καὶ τῆς φάτνης καὶ τῶν χρεῶν §14διὰ τουτονὶ τὸν υἱόν.
可我这可怜的人根本无法入睡,我正被撕咬着,被开销、被马厩、被债台高筑咬着,全是因为这个儿子。
ὁ δὲ κόμην ἔχων §15ἱππάζεταί τε καὶ ξυνωρικεύεται §16ὀνειροπολεῖ θʼ ἵππους·
他留着长发,骑着马,驾着双马战车,连做梦都在梦见马。
ἐγὼ δʼ ἀπόλλυμαι §17ὁρῶν ἄγουσαν τὴν σελήνην εἰκάδας·
而我却在走向毁灭,看着月亮将日子带向二十日(月底结账日)。
§18οἱ γὰρ τόκοι χωροῦσιν.
利息正在不断滚滚而来。
ἅπτε παῖ λύχνον, §19κἄκφερε τὸ γραμματεῖον, ἵνʼ ἀναγνῶ λαβὼν §20ὁπόσοις ὀφείλω καὶ λογίσωμαι τοὺς τόκους.
奴隶,快点亮灯,把账本拿出来,好让我拿在手里读读,到底欠了多少人钱,把利息算个明白。
§21φέρʼ ἴδω τί ὀφείλω;
让我瞧瞧,我欠了什么?
δώδεκα μνᾶς Πασίᾳ.
欠了巴西亚斯十二米纳。
§22τοῦ δώδεκα μνᾶς Πασίᾳ;
凭什么欠巴西亚斯十二米纳?
τί ἐχρησάμην;
我借这钱干了什么?
§23ὅτʼ ἐπριάμην τὸν κοππατίαν.
噢,是买那匹印有科帕字样(Koppatias)的名马时。
οἴμοι τάλας, §24εἴθʼ ἐξεκόπην πρότερον τὸν ὀφθαλμὸν λίθῳ.
我这倒霉鬼,真希望当初在买马前,我的眼睛被石头砸瞎了。
§25Φίλων ἀδικεῖς·
斐迪皮德斯(在梦中):斐隆,你使诈!
ἔλαυνε τὸν σαυτοῦ δρόμον.
走你自己的跑道。
§26τοῦτʼ ἔστι τουτὶ τὸ κακὸν ὅ μʼ ἀπολώλεκεν· §27ὀνειροπολεῖ γὰρ καὶ καθεύδων ἱππικήν.
斯德普西阿得斯:就是这个,正是这个祸害毁了我;因为他甚至在睡梦中,也都在梦见骑术。
§28πόσους δρόμους ἐλᾷ τὰ πολεμιστήρια;
斐迪皮德斯(在梦中):战车要跑多少个回合?
§29ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους.
斯德普西阿得斯:你倒是在赶着我,你的父亲,跑了许多回合!
§30ἀτὰρ τί χρέος ἔβα με μετὰ τὸν Πασίαν;
那么,在巴西亚斯之后,我又落下了什么债务?
§31τρεῖς μναῖ διφρίσκου καὶ τροχοῖν Ἀμυνίᾳ.
欠阿敏尼亚斯三米纳,买一辆小车和两个车轮。
§32ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε.
斐迪皮德斯(在梦中):把马在沙地上打个滚,然后牵回家。
§33ἀλλʼ ὦ μέλʼ ἐξήλικας ἐμέ γʼ ἐκ τῶν ἐμῶν, §34ὅτε καὶ δίκας ὤφληκα χἄτεροι τόκου §35ἐνεχυράσεσθαί φασιν.
斯德普西阿得斯:可怜的人啊,你却已经把我从我的财产中彻底打滚出去了,因为有些债主打赢了官司,而其他人也说为了利息,要来扣押我的财物。
§35bἐτεὸν ὦ πάτερ §36τί δυσκολαίνεις καὶ στρέφει τὴν νύχθʼ ὅλην;
斐迪皮德斯:真的吗,父亲,您为什么这么焦躁不安,整夜都在翻来覆去?
§37δάκνει μὲ δήμαρχός τις ἐκ τῶν στρωμάτων.
斯德普西阿得斯:有个床单里的执政官(税吏/臭虫)正在咬我呢。
§38ἔασον ὦ δαιμόνιε καταδαρθεῖν τί με.
斐迪皮德斯:行行好吧,父亲,让我再睡一会儿。
§39σὺ δʼ οὖν κάθευδε·
斯德普西阿得斯:那你就睡吧。
τὰ δὲ χρέα ταῦτʼ ἴσθʼ ὅτι §40ἐς τὴν κεφαλὴν ἅπαντα τὴν σὴν τρέψεται.
但你可得知道,所有这些债务,最终都会落在你自己的头上。
§41φεῦ.
唉!
§41aεἴθʼ ὤφελʼ ἡ προμνήστριʼ ἀπολέσθαι κακῶς, §42ἥτις με γῆμʼ ἐπῆρε τὴν σὴν μητέρα· §43ἐμοὶ γὰρ ἦν ἄγροικος ἥδιστος βίος §44εὐρωτιῶν, ἀκόρητος, εἰκῇ κείμενος, §45βρύων μελίτταις καὶ προβάτοις καὶ στεμφύλοις.
真希望那个媒人当初惨死掉,是她怂恿我娶了你的母亲;因为我曾有着最惬意的乡村生活,带着霉味、无拘无束、随遇而安,满是蜜蜂、绵羊和压榨过的葡萄渣。
§46ἔπειτʼ ἔγημα Μεγακλέους τοῦ Μεγακλέους §47ἀδελφιδῆν ἄγροικος ὢν ἐξ ἄστεως, §48σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην.
后来,我这个乡下人娶了美佳克勒斯之子美佳克勒斯的侄女,一个城里的姑娘,她傲慢、奢侈,浑身散发着高贵名门(科伊叙拉)的气息。
§49ταύτην ὅτʼ ἐγάμουν, συγκατεκλινόμην ἐγὼ §50ὄζων τρυγὸς τρασιᾶς ἐρίων περιουσίας, §51ἡ δʼ αὖ μύρου κρόκου καταγλωττισμάτων, §52δαπάνης λαφυγμοῦ Κωλιάδος Γενετυλλίδος.
当我娶她时,我与她同床共寝,我身上散发着新酿的酒、无花果干、丰收羊毛的香气,而她却散发着香水、藏红花、法式热吻的香气,还有挥霍、暴食,以及阿佛洛狄忒和生育女神祭典的香气。
§53οὐ μὴν ἐρῶ γʼ ὡς ἀργὸς ἦν, ἀλλʼ ἐσπάθα.
我倒不能说她懒惰,她很会织布(浪费钱财)。
§54ἐγὼ δʼ ἂν αὐτῇ θοἰμάτιον δεικνὺς τοδὶ §55πρόφασιν ἔφασκον, ὦ γύναι λίαν σπαθᾷς.
而我就会拿着我这件破外套向她示意,借口着说:“夫人,你织得太狠了(挥霍得太厉害了)。
§56ἔλαιον ἡμῖν οὐκ ἔνεστʼ ἐν τῷ λύχνῳ.
” 奴隶:我们的灯里没有油了。
§57οἴμοι·
斯德普西阿得斯:该死!
τί γάρ μοι τὸν πότην ἧπτες λύχνον;
你为什么要帮我点一盏那么爱喝酒的灯?
§58δεῦρʼ ἔλθʼ ἵνα κλάῃς.
过来,看我不揍你(让你哭)。
§58bδιὰ τί δῆτα κλαύσομαι;
奴隶:那我凭什么要挨打(哭)呢?
§59ὅτι τῶν παχειῶν ἐνετίθεις θρυαλλίδων.
斯德普西阿得斯:因为你放了最粗的灯芯进去。
§60μετὰ ταῦθʼ, ὅπως νῷν ἐγένεθʼ υἱὸς οὑτοσί, §61ἐμοί τε δὴ καὶ τῇ γυναικὶ τἀγαθῇ, §62περὶ τοὐνόματος δὴ ʼντεῦθεν ἐλοιδορούμεθα· §63ἡ μὲν γὰρ ἵππον προσετίθει πρὸς τοὔνομα, §64Ξάνθιππον ἤ Χαριππον ἢ Καλλιππίδην, §65ἐγὼ δὲ τοῦ πάππου ʼτιθέμην Φειδωνίδην.
后来,当我们生下这个儿子时—— 也就是我和我那高贵的妻子—— 我们便为了起名字的事争吵起来:妻子想要在名字里加上“马”(hippos)字,比如克桑提普斯、查里普斯或卡利皮德斯,而我则想随他祖父的名字,叫他斐多尼得斯。
§66τέως μὲν οὖν ἐκρινόμεθʼ· εἶτα τῷ χρόνῳ §67κοινῇ ξυνέβημεν κἀθέμεθα Φειδιππίδην.
于是我们相持不下,直到后来,随着时间推移,我们达成了妥协,共同起名为斐迪皮德斯。
§68τοῦτον τὸν υἱὸν λαμβάνουσʼ ἐκορίζετο, §69ὅταν σὺ μέγας ὢν ἅρμʼ ἐλαύνῃς πρὸς πόλιν, §70ὥσπερ Μεγακλέης, ξυστίδʼ ἔχων.
妻子抱着这个儿子,亲昵地逗着他说: “等你长大了,驾着战车去城里,就像美佳克勒斯那样,穿着紫袍。
ἐγὼ δʼ ἔφην, §71ὅταν μὲν οὖν τὰς αἶγας ἐκ τοῦ φελλέως, §72ὥσπερ ὁ πατήρ σου, διφθέραν ἐνημμένος.
” 而我则对他说: “不对,应该是等你穿着皮夹克,就像你父亲一样,从岩石山上赶羊的时候。
§73ἀλλʼ οὐκ ἐπίθετο τοῖς ἐμοῖς οὐδὲν λόγοις, §74ἀλλʼ ἵππερόν μου κατέχεεν τῶν χρημάτων.
” 可是他根本不听我的话,反而把一场马热病泼在我的家产上。
§75νῦν οὖν ὅλην τὴν νύκτα φροντίζων ὁδοῦ §76μίαν ηὗρον ἀτραπὸν δαιμονίως ὑπερφυᾶ, §77ἣν ἢν ἀναπείσω τουτονί, σωθήσομαι.
如今,我想了整整一夜,终于找到了一条绝妙、神妙、无比奇特的路,如果我能说服这个臭小子,我就有救了。
§78ἀλλʼ ἐξεγεῖραι πρῶτον αὐτὸν βούλομαι.
不过,我得先把他唤醒。
§79πῶς δῆτʼ ἂν ἥδιστʼ αὐτὸν ἐπεγείραιμι;
怎么才能最甜美地把他唤醒呢?
πῶς;
怎么做?
§80Φειδιππίδη Φειδιππίδιον.
斐迪皮德斯,我的小斐迪皮德斯。
§80bτί ὦ πάτερ;
斐迪皮德斯:怎么了,父亲?
§81κύσον με καὶ τὴν χεῖρα δὸς τὴν δεξιάν.
斯德普西阿得斯:亲我一下,把你的右手伸给我。
§82ἰδού.
斐迪皮德斯:行。
τί ἔστιν;
出什么事了?

词汇与语法注释

  1. §2τὸ χρῆμα τῶν νυκτῶν ὅσον — 名词 χρῆμα(事物)接属格的惯用叹词结构,用于表示“……的巨大数量、程度”或“惊人的……”。配合后面的感叹形容词 ὅσον,意为“这些夜晚是多么漫长的一件事啊!”
  2. §5οὐκ ἂν πρὸ τοῦ — 副词短语 πρὸ τοῦ(在此之前、过去)与表示过去反复或虚拟的助词 ἄν 连用。此处省略了未完成过去时动词(如 ἔρρεγκον “他们打呼噜”),意为“在以前(战争爆发前),他们是绝对不会这样的”。
  3. §17ἄγουσαν τὴν σελήνην εἰκάδας — 名词 εἰκάς(二十日,复数形式 εἰκάδες 指代从二十日到月底的这段日子)作现在分词 ἄγουσαν 的直接宾语。由于月底是利息和债务的结算期,斯德普西阿得斯将月相的变化拟人化,称“月亮正带走日子并引来(可怕的)二十多号”,表达对还债日迫近的恐惧。
  4. §22τοῦ δώδεκα μνᾶς Πασίᾳ; — 属格的 τοῦ(疑问代词 τίνος 的收缩形式)是表示原因或目的的属格,相当于“为了什么?”。此处省略了 ἕνεκα(为了)等介词。斯德普西阿得斯自问究竟是为了什么才向巴西亚斯借了这十二米纳。
  5. §29ἐμὲ μὲν σὺ πολλοὺς τὸν πατέρʼ ἐλαύνεις δρόμους — 动词 ἐλαύνω(驱使、赶、驱驰)在此接双宾格:一个是人称直接宾语“我,你的父亲”(ἐμέ / τὸν πατέρα),另一个是同族宾格(cognate accusative)“许多跑道(回合)”(πολλοὺς δρόμους)。这是一个双关语,既指儿子在梦中驱驰赛马,也指他因债务把父亲逼得四处奔波。
  6. §54ἂν ... ἔφασκον — 助词 ἄν 与直陈式未完成过去时(ἔφασκον “我常说”)连用,表示过去反复发生的习惯性动作(“常常做……”)。这生动地刻画了过去斯德普西阿得斯经常拿着自己破旧的斗篷向妻子唠叨、指责她挥霍无度的习惯。

引用这一段

阿里斯托芬, 云 §1-82. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:1-82

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。