Humanitext Reader

阿里斯托芬 · 云 §1362-1431

斐狄庇得斯论证殴打父亲的合理性

第 18 段,共 19 段 · 希腊语

内容简介

斯特雷普西阿得斯叙述了与儿子斐狄庇得斯在宴席上因文学分歧而引发的肢体冲突。随后,斐狄庇得斯利用诡辩术和自然界动物的行为作为类比,为自己殴打父亲的行为进行辩护,并试图挑战既有的法律。

§1362καὶ τὸν Σιμωνίδην ἔφασκʼ εἶναι κακὸν ποιητήν.
而且他还声称西莫尼得斯是个糟糕的诗人。
§1363κἀγὼ μόλις μὲν ἀλλʼ ὅμως ἠνεσχόμην τὸ πρῶτον·
我起初虽然勉强,但还是忍耐了下来。
§1364ἔπειτα δʼ ἐκέλευσʼ αὐτὸν ἀλλὰ μυρρίνην λαβόντα §1365τῶν Αἰσχύλου λέξαι τί μοι·
可是接着,我让他至少拿一根桃金娘枝,为我背诵一点埃斯库罗斯的作品。
κᾆθʼ οὗτος εὐθὺς εἶπεν· §1366ἐγὼ γὰρ Αἰσχύλον νομίζω πρῶτον ἐν ποιηταῖς, §1367ψόφου πλέων ἀξύστατον στόμφακα κρημνοποιόν;
然后这家伙立刻说道: “难道我真的认为埃斯库罗斯是诗人中的第一人,那个充满噪音、杂乱无章、夸夸其谈、制造悬崖峭壁的家伙?
§1368κἀνταῦθα πῶς οἴεσθέ μου τὴν καρδίαν ὀρεχθεῖν;
” 在听到这些时,你们以为我的心跳得有多厉害?
§1369ὅμως δὲ τὸν θυμὸν δακὼν ἔφην, σὺ δʼ ἀλλὰ τούτων §1370λέξον τι τῶν νεωτέρων, ἅττʼ ἐστὶ τὰ σοφὰ ταῦτα.
然而,我咬着怒火说道:“那你至少代替这些,背诵一些那些新人的,也就是那些所谓的聪明诗作吧。
§1371ὁ δʼ εὐθὺς ᾖσʼ Εὐριπίδου ῥῆσίν τινʼ, ὡς ἐκίνει
” 他立刻唱起了欧里庇得斯的一段台词,讲的是一个哥哥 ——噢,消灾之神啊!
§1372ἀδελφὸς ὦλεξίκακε τὴν ὁμομητρίαν ἀδελφήν.
——如何出于情欲占有了他同母的妹妹。
§1373κἀγὼ οὐκέτʼ ἐξηνεσχόμην, ἀλλʼ εὐθέως ἀράττω §1374πολλοῖς κακοῖς καἰσχροῖσι· κᾆτʼ ἐντεῦθεν, οἷον εἰκός, §1375ἔπος πρὸς ἔπος ἠρειδόμεσθʼ·
我再也无法忍受,立刻对他泼洒了许多恶毒和下流的话语;接着,正如预料的那样,我们一句话对一句话地争吵起来。
εἶθʼ οὗτος ἐπαναπηδᾶ, §1376κἄπειτʼ ἔφλα με κἀσπόδει κἄπνιγε κἀπέθλιβεν.
然后他向我扑过来,接着他把我打伤、痛揍、掐住我、挤压我。
§1377οὔκουν δικαίως, ὅστις οὐκ Εὐριπίδην ἐπαινεῖς §1378σοφώτατον;
斐狄庇得斯:这难道不合理吗,既然你不称赞那最聪明的欧里庇得斯?
§1379σοφώτατόν γʼ ἐκεῖνον·
斯特雷普西阿得斯:他最聪明!
ὦ — τί σʼ εἴπω;
噢——我该怎么称呼你?
§1379bἀλλʼ αὖθις αὖ τυπτήσομαι.
但我又要挨打了。
§1379cνὴ τὸν Δίʼ ἐν δίκῃ γʼ ἄν.
斐狄庇得斯:凭宙斯起誓,那确实是合理的。
§1380καὶ πῶς δικαίως;
斯特雷普西阿得斯:怎么就合理了?
ὅστις ὦ ʼναίσχυντέ σʼ ἐξέθρεψα, §1381αἰσθανόμενός σου πάντα τραυλίζοντος, ὅ τι νοοίης.
你这无耻之徒,是我抚养了你,理解你所有牙牙学语的话,不管你想表达什么。
§1382εἰ μέν γε βρῦν εἴποις, ἐγὼ γνοὺς ἂν πιεῖν ἐπέσχον· §1383μαμμᾶν δʼ ἂν αἰτήσαντος ἧκόν σοι φέρων ἂν ἄρτον· §1384κακκᾶν δʼ ἂν οὐκ ἔφθης φράσας, κἀγὼ λαβὼν θύραζε §1385ἐξέφερον ἂν καὶ προὐσχόμην σε·
如果你说‘啵啵’,我理解了,就会把饮料递给你;当你想要‘吗吗’时,我就会拿面包给你;你刚一说‘嘘嘘’,我就抱起你,把你抱到门外去。
σὺ δʼ ἐμὲ νῦν ἀπάγχων §1386βοῶντα καὶ κεκραγόθʼ ὅτι §1387χεζητιῴην, οὐκ ἔτλης §1388ἔξω ʼξενεγκεῖν ὦ μιαρὲ §1389θύραζέ μʼ, ἀλλὰ πνιγόμενος §1390αὐτοῦ ʼποίησα κακκᾶν.
但是你现在却掐着我,在我大声叫喊着想要大便的时候,你却不忍心把我带到外面去,你这脏家伙,带到门外,结果我被憋得就在那里拉了裤子!
§1391οἶμαί γε τῶν νεωτέρων τὰς καρδίας §1392πηδᾶν ὅ τι λέξει.
歌队:我认为年轻人们的心都在为他将要说的话而跳动。
§1393εἰ γὰρ τοιαῦτά γʼ οὗτος ἐξειργασμένος §1394λαλῶν ἀναπείσει, §1395τὸ δέρμα τῶν γεραιτέρων λάβοιμεν ἂν §1396ἀλλʼ οὐδʼ ἐρεβίνθου.
因为如果他做了这样的事情,还能通过辩说使人信服,那我们老年人的皮囊,恐怕连一颗鹰嘴豆的价值都没有了。
§1397σὸν ἔργον ὦ καινῶν ἐπῶν κινητὰ καὶ μοχλευτὰ §1398πειθώ τινα ζητεῖν, ὅπως δόξεις λέγειν δίκαια.
推动和动摇新词的人啊,寻求某种说服力是你的工作,好让你看起来说得合情合理。
§1399ὡς ἡδὺ καινοῖς πράγμασιν καὶ δεξιοῖς ὁμιλεῖν, §1400καὶ τῶν καθεστώτων νόμων ὑπερφρονεῖν δύνασθαι.
斐狄庇得斯:与新鲜而巧妙的事物交往,并能够藐视既有的法律,这是多么令人愉快啊!
§1401ἐγὼ γὰρ ὅτε μὲν ἱππικῇ τὸν νοῦν μόνῃ προσεῖχον, §1402οὐδʼ ἂν τρίʼ εἰπεῖν ῥήμαθʼ οἷός τʼ ἦν πρὶν ἐξαμαρτεῖν· §1403νυνὶ δʼ ἐπειδή μʼ οὑτοσὶ τούτων ἔπαυσεν αὐτός, §1404γνώμαις δὲ λεπταῖς καὶ λόγοις ξύνειμι καὶ μερίμναις, §1405οἶμαι διδάξειν ὡς δίκαιον τὸν πατέρα κολάζειν.
因为当我只专注于骑术的时候,在犯错之前我甚至连三个词都说不连贯;但现在,自从这人亲自让我停止了那些事,使我与细致的思想、论理和沉思为伴,我认为我能证明惩罚父亲是合情合理的。
§1406ἵππευε τοίνυν νὴ Δίʼ, ὡς ἔμοιγε κρεῖττόν ἐστιν
斯特雷普西阿得斯:那凭宙斯起誓,你还是去骑马吧!
§1407ἵππων τρέφειν τέθριππον ἢ τυπτόμενον ἐπιτριβῆναι.
因为对我来说,养一辆四驾战车马队,也比挨打被折磨要好得多。
§1408ἐκεῖσε δʼ ὅθεν ἀπέσχισάς με τοῦ λόγου μέτειμι, §1409καὶ πρῶτʼ ἐρήσομαί σε τουτί· παῖδά μʼ ὄντʼ ἔτυπτες;
斐狄庇得斯:那我就回到你打断我论述的地方,首先我要问你这个:“我还是个孩子的时候,你打过我吗?
§1410ἔγωγέ σʼ εὐνοῶν τε καὶ κηδόμενος.
” 斯特雷普西阿得斯:“打过,那是为了你好,因为关心你。
§1410bεἰπὲ δή μοι, §1411οὐ κἀμέ σοι δίκαιόν ἐστιν εὐνοεῖν ὁμοίως
” 斐狄庇得斯:“那么请告诉我,我对你同样表示关怀,并且打你,难道不也是合理的吗?
§1412τύπτειν τʼ, ἐπειδήπερ γε τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν;
既然打就是表示关怀。
§1413πῶς γὰρ τὸ μὲν σὸν σῶμα χρὴ πληγῶν ἀθῷον εἶναι, §1414τοὐμὸν δὲ μή;
因为凭什么你的身体应当免受挨打,而我的却不呢?
καὶ μὴν ἔφυν ἐλεύθερός γε κἀγώ.
况且,我出生时也是自由人。
§1415κλάουσι παῖδες, πατέρα δʼ οὐ κλάειν δοκεῖς;
孩子会哭,难道你认为父亲不该哭吗?
§1416φήσεις νομίζεσθαι σὺ παιδὸς τοῦτο τοὔργον εἶναι· §1417ἐγὼ δέ γʼ ἀντείποιμʼ ἂν ὡς δὶς παῖδες οἱ γέροντες·
你会说习惯上认为这是孩子的本分;但我会反驳说,老人就是两次成为孩子。
§1418εἰκὸς δὲ μᾶλλον τοὺς γέροντας ἢ νέους τι κλάειν, §1419ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς.
而且老人比年轻人哭泣更为合理,因为他们犯错是更不应当的。
§1420ἀλλʼ οὐδαμοῦ νομίζεται τὸν πατέρα τοῦτο πάσχειν.
” 斯特雷普西阿得斯:但是任何地方都没有父亲要遭受这种事的法律!
§1421οὔκουν ἀνὴρ ὁ τὸν νόμον θεὶς τοῦτον ἦν τὸ πρῶτον §1422ὥσπερ σὺ κἀγώ, καὶ λέγων ἔπειθε τοὺς παλαιούς;
斐狄庇得斯:最初制定这条法律的人,难道不也是一个凡人,就像你和我一样,并通过言辞说服了古人吗?
§1423ἧττόν τι δῆτʼ ἔξεστι κἀμοὶ καινὸν αὖ τὸ λοιπὸν §1424θεῖναι νόμον τοῖς υἱέσιν, τοὺς πατέρας ἀντιτύπτειν;
那么,在今后,难道我就不被允许为儿子们制定一条新法律,允许他们反过来打父亲吗?
§1425ὅσας δὲ πληγὰς εἴχομεν πρὶν τὸν νόμον τεθῆναι, §1426ἀφίεμεν, καὶ δίδομεν αὐτοῖς προῖκα συγκεκόφθαι.
至于在法律制定之前我们所挨的所有打,我们就算了,让他们免费揍了我们一顿。
§1427σκέψαι δὲ τοὺς ἀλεκτρυόνας καὶ τἄλλα τὰ βοτὰ ταυτί, §1428ὡς τοὺς πατέρας ἀμύνεται·
但看看公鸡和这些其他的牲畜,它们是如何向父亲反击的。
καίτοι τί διαφέρουσιν §1429ἡμῶν ἐκεῖνοι, πλήν γʼ ὅτι ψηφίσματʼ οὐ γράφουσιν;
然而,它们与我们有什么不同呢,除了它们不写法令之外?
§1430τί δῆτʼ, ἐπειδὴ τοὺς ἀλεκτρυόνας ἅπαντα μιμεῖ, §1431οὐκ ἐσθίεις καὶ τὴν κόπρον κἀπὶ ξύλου καθεύδεις;
斯特雷普西阿得斯:那既然你在所有事情上都模仿公鸡,你为什么不吃粪便,在木头上睡觉呢?

词汇与语法注释

  1. 1364ἀλλά — 用于命令或建议的语境(此处修饰 ἐκέλευσα ... λέξαι)中,表示让步性的建议,意为“至少”、“无论如何”。
  2. 1384οὐκ ἔφθης φράσας, κἀγὼ — 动词 φθάνω 连用分词(φράσας)并后接并列连词 καί 的结构。直译为“你还没来得及说,我就……”,这是一种表示“一……就……”的惯用句式。
  3. 1412τοῦτʼ ἐστʼ εὐνοεῖν τὸ τύπτειν — 带冠词的不定式 τὸ τύπτειν(殴打)是该句的主语,而不带冠词的不定式 εὐνοεῖν(关怀/好意)作为表语,构成等值关系:“既然殴打就是关怀”。
  4. 1419ὅσῳπερ ἐξαμαρτάνειν ἧττον δίκαιον αὐτούς — 表示程度差异的与格关系词 ὅσῳπερ(越是……)修饰比较级副词 ἧττον。不定式短语 ἐξαμαρτάνειν αὐτούς 作为无人称句 δίκαιόν [ἐστι](是合理的)的主语从句,其中宾格的 αὐτούς 是不定式的动作发出者(指代老人)。

引用这一段

阿里斯托芬, 云 §1362-1431. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:1362-1431

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。