Humanitext Reader

阿里斯托芬 · 云 §1432-1511

斯特雷普西阿得斯火烧思想所

第 19 段,共 19 段 · 希腊语

内容简介

当斐狄庇得斯主张连母亲也该打时,斯特雷普西阿得斯终于醒悟到自己的错误。在赫尔墨斯神的启示下,他率领仆人放火烧毁了苏格拉底的“思想所”。

§1432οὐ ταὐτὸν ὦ τᾶν ἐστίν, οὐδʼ ἂν Σωκράτει δοκοίη.
这可不一样,老兄,就连苏格拉底也不会赞同。
§1433πρὸς ταῦτα μὴ τύπτʼ· εἰ δὲ μή, σαυτόν ποτʼ αἰτιάσει.
因此你别再打我了;否则,总有一天你会责怪你自己的。
§1434καὶ πῶς;
怎么会呢?
§1434bἐπεὶ σὲ μὲν δίκαιός εἰμʼ ἐγὼ κολάζειν, §1435σὺ δʼ, ἢν γένηταί σοι, τὸν υἱόν.
因为我有道理惩罚你,而你,如果有儿子的话,就该惩罚你的儿子。
§1435bἢν δὲ μὴ γένηται, §1436μάτην ἐμοὶ κεκλαύσεται, σὺ δʼ ἐγχανὼν τεθνήξεις.
但如果没有儿子,我就会白白哭泣,而你则会嘲笑着死去。
§1437ἐμοὶ μὲν ὦνδρες ἥλικες δοκεῖ λέγειν δίκαια· §1438κἄμοιγε συγχωρεῖν δοκεῖ τούτοισι τἀπιεικῆ.
同辈的老兄们啊,在我看来,他说的似乎不无道理;在我看来,我也应该对他们做出合情合理的让步。
§1439κλάειν γὰρ ἡμᾶς εἰκός ἐστʼ, ἢν μὴ δίκαια δρῶμεν.
因为如果我们做事不公道,挨揍哭泣也是理所当然的。
§1440σκέψαι δὲ χἀτέραν ἔτι γνώμην.
不过,请再考虑另一个想法。
§1440bἀπὸ γὰρ §1441καὶ μὴν ἴσως γʼ οὐκ ἀχθέσει παθὼν ἃ νῦν πέπονθας.
因为…… 说不定,你甚至不会为你刚才遭受的罪而感到生气了。
§1442πῶς δή;
怎么说?
δίδαξον γὰρ τί μʼ ἐκ τούτων ἐπωφελήσεις.
告诉我,你能从中给我带来什么好处。
§1443τὴν μητέρʼ ὥσπερ καὶ σὲ τυπτήσω.
我要像打你一样,把母亲也揍一顿。
§1443bτί φῄς, τί φῂς σύ;
你说什么? 你说什么?
§1444τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν.
这又是另一个更大的灾难!
§1444bτί δʼ ἢν ἔχων τὸν ἥττω §1445λόγον σε νικήσω λέγων §1446τὴν μητέρʼ ὡς τύπτειν χρεών;
如果我凭着那‘弱势论论证’,说服并战胜你,证明打母亲也是应该的,那又如何?
§1447τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς,
如果你真这么做,那还能怎样?
§1448οὐδέν σε κωλύσει σεαυτὸν §1449ἐμβαλεῖν ἐς τὸ βάραθρον §1450μετὰ Σωκράτους
没有什么能阻止你和苏格拉底以及那‘弱势论证’ 一起跳进深渊里去!
§1451καὶ τὸν λόγον τὸν ἥττω.
以及那弱势论证!
§1452ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ, §1453ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
乌云女神们啊,我遭受这一切都是因为你们,因为我把我的所有事情都托付给了你们。
§1454αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος, §1455στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα.
不,是你自己给自己招来了这些事,因为你自己转向了邪恶勾当。
§1456τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε, §1457ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;
那你们当时为什么不把这些话告诉我,反而去怂恿一个乡下老头子?
§1458ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ §1459γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων, §1460ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, §1461ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
我们每次都是这样做的,一旦我们发现有人爱好邪恶之事,直到把他投入灾难之中,好让他懂得敬畏神明。
§1462ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.
哎呀,乌云女神们啊! 这虽然残酷,却是公正的。
§1463οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην §1464ἀποστερεῖν.
因为我不该企图赖掉我借来的那些钱。
νῦν οὖν ὅπως ὦ φίλτατε §1465τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη §1466ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.
现在,我最亲爱的孩子,设法同我一起去,消灭那下流的凯勒丰和苏格拉底,是他们欺骗了你和我。
§1467ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
但我绝不能亏待我的老师们。
§1468ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.
要的,要的! 敬畏父祖之神宙斯吧。
§1469ἰδού γε Δία πατρῷον·
瞧啊,‘父祖之神宙斯’!
ὡς ἀρχαῖος εἶ.
你真是太落伍了。
§1470Ζεὺς γάρ τις ἔστιν;
难道真有什么宙斯吗?
§1470bἔστιν.
有的。
§1470cοὐκ ἔστʼ, οὔκ, ἐπεὶ §1471Δῖνος βασιλεύει τὸν Δίʼ ἐξεληλακώς.
没有,没有,因为旋涡(狄诺斯)已经赶走了宙斯,成了统治者。
§1472οὐκ ἐξελήλακʼ, ἀλλʼ ἐγὼ τοῦτʼ ᾠόμην §1473διὰ τουτονὶ τὸν δῖνον.
他没有赶走他,只是我自己这么认为,都是因为这尊陶罐(狄诺斯)。
οἴμοι δείλαιος §1474ὅτε καὶ σὲ χυτρεοῦν ὄντα θεὸν ἡγησάμην.
哎呀,可怜的我,我竟然把你这土捏的东西当成了神明!
§1475ἐνταῦθα σαυτῷ παραφρόνει καὶ φληνάφα.
那你就自个儿在那儿发疯和说胡话吧。
§1476οἴμοι παρανοίας·
唉,我的疯狂啊!
ὡς ἐμαινόμην ἄρα, §1477ὅτʼ ἐξέβαλλον τοὺς θεοὺς διὰ Σωκράτη.
我当时真是疯了,当时我居然为了苏格拉底而抛弃神明!
§1478ἀλλʼ ὦ φίλʼ Ἑρμῆ μηδαμῶς θύμαινέ μοι §1479μηδέ μʼ ἐπιτρίψῃς, ἀλλὰ συγγνώμην ἔχε §1480ἐμοῦ παρανοήσαντος ἀδολεσχίᾳ·
但是,亲爱的赫尔墨斯啊,请千万不要对我发怒,也别毁灭我,请原谅我因无聊的闲扯而丧失了理智。
§1481καί μοι γενοῦ ξύμβουλος, εἴτʼ αὐτοὺς γραφὴν §1482διωκάθω γραψάμενος εἴθʼ ὅ τι σοι δοκεῖ.
并做我的顾问,我是该起诉他们、提出控告,还是照你的意思办。
§1483ὀρθῶς παραινεῖς οὐκ ἐῶν δικορραφεῖν, §1484ἀλλʼ ὡς τάχιστʼ ἐμπιμπράναι τὴν οἰκίαν §1485τῶν ἀδολεσχῶν.
你建议得对,不让我去打官司,而是要以最快速度烧毁这帮闲聊之徒的房屋。
δεῦρο δεῦρʼ ὦ Ξανθία,
快来,快来这儿,克桑提亚斯!
§1486κλίμακα λαβὼν ἔξελθε καὶ σμινύην φέρων, §1487κἄπειτʼ ἐπαναβὰς ἐπὶ τὸ φροντιστήριον §1488τὸ τέγος κατάσκαπτʼ, εἰ φιλεῖς τὸν δεσπότην, §1489ἕως ἂν αὐτοῖς ἐμβάλῃς τὴν οἰκίαν·
拿着梯子出来,带上锄头,然后爬上那所‘思想所’的屋顶,扒掉屋顶,如果你还爱你的主人,直到把屋子塌在他们身上。
§1490ἐμοὶ δὲ δᾷδʼ ἐνεγκάτω τις ἡμμένην, §1491κἀγώ τινʼ αὐτῶν τήμερον δοῦναι δίκην §1492ἐμοὶ ποιήσω, κεἰ σφόδρʼ εἴσʼ ἀλαζόνες.
来人给我拿一把点着的火把来,今天我要让他们中的一些人付出代价,哪怕他们极其狂妄自大。
§1493ἰοὺ ἰού.
哎呀,哎呀!
§1494σὸν ἔργον ὦ δᾲς ἱέναι πολλὴν φλόγα.
火把啊,你的任务就是放出熊熊烈火。
§1495ἄνθρωπε, τί ποιεῖς;
老兄,你在干什么?
§1495bὅ τι ποιῶ;
我在干什么?
τί δʼ ἄλλο γʼ ἢ §1496διαλεπτολογοῦμαι ταῖς δοκοῖς τῆς οἰκίας;
还能干什么,我正在和这屋子的梁木进行‘细致的辩论’呢!
§1497οἴμοι τίς ἡμῶν πυρπολεῖ τὴν οἰκίαν;
天哪! 是谁在放火烧我们的房子?
§1498ἐκεῖνος οὗπερ θοἰμάτιον εἰλήφατε.
就是被你们抢走斗篷的那个人。
§1499ἀπολεῖς ἀπολεῖς.
你要害死我们,你要害死我们了!
§1499bτοῦτʼ αὐτὸ γὰρ καὶ βούλομαι, §1500ἢν ἡ σμινύη μοι μὴ προδῷ τὰς ἐλπίδας, §1501ἢ ʼγὼ πρότερόν πως ἐκτραχηλισθῶ πεσών.
因为那正是我的愿望,只要我的锄头不辜负我的期望,或者我自己先摔下去跌断脖子。
§1502οὗτος τί ποιεῖς ἐτεὸν οὑπὶ τοῦ τέγους;
喂,你这家伙,到底在屋顶上干什么?
§1503ἀεροβατῶ καὶ περιφρονῶ τὸν ἥλιον.
我正在空中漫步,审视太阳呢。
§1504οἴμοι τάλας δείλαιος ἀποπνιγήσομαι.
哎呀,可怜的我! 我要被烟呛死了!
§1505ἐγὼ δὲ κακοδαίμων γε κατακαυθήσομαι.
而我这个倒霉蛋,要被烧死了!
§1506τί γὰρ μαθόντες τοὺς θεοὺς ὑβρίζετε, §1507καὶ τῆς σελήνης ἐσκοπεῖσθε τὴν ἕδραν;
因为你们凭什么去侮辱神明,去探测月亮的方位?
§1508δίωκε βάλλε παῖε, πολλῶν οὕνεκα, §1509μάλιστα δʼ εἰδὼς τοὺς θεοὺς ὡς ἠδίκουν.
追啊,打啊,揍啊,这有许多原因,但最重要的是,因为知道他们是如何亏待神明的!
§1510ἡγεῖσθʼ ἔξω· κεχόρευται γὰρ §1511μετρίως τό γε τήμερον ἡμῖν.
领路出去吧;因为我们的舞蹈今天也已经适度地完成了。

词汇与语法注释

  1. §1434bδίκαιός εἰμʼ ἐγὼ κολάζειν — 形容词 δίκαιος 连用动词变位的不定式个人人称句式。字面意思是“我是应当惩罚的”,即“惩罚你是我的权利/是合理的”。与非人称句式 δίκαιόν ἐστιν ἐμὲ κολάζειν 同义,但更强调主语本人。
  2. §1436ἐμοὶ κεκλαύσεται — 动词 κλαίω(哭泣)的将来完成时被动语态第三人称单数中性(非人称) κεκλαύσεται 与施事者与格 ἐμοί 结合。字面意思是“我将已经哭过了”,表示“我将白白哭一场(徒劳无功)”这一确定发生的未来不利后果。
  3. §1481διωκάθω — 动词 διωκάθω(διώκω“追击、起诉”的加强式)的第一人称单数现在时虚拟语气。用于由 εἴτε... εἴτε... 引导的间接疑问句中,属于表达自问自答的“商榷性虚拟语气(deliberative subjunctive)”。
  4. §1506τί γὰρ μαθόντες — 表示指责或质问的惯用语 τί μαθών;(“学到了什么/到底出于什么意图而……”)的复数形式。用于严厉谴责对方愚蠢或不敬行为的动机。

引用这一段

阿里斯托芬, 云 §1432-1511. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:1432-1511

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。