Humanitext Reader

阿里斯托芬 · 云 §1197-1278

斯特雷普西阿得斯以诡辩击退债权人

第 16 段,共 19 段 · 希腊语

内容简介

斯特雷普西阿得斯利用从苏格拉底那里学来的新辩才和性别语法,拒绝向债权人帕西亚斯还债并将其赶走。随后,因马车事故受伤的另一位债权人阿米尼亚斯登场,同样遭到他的嘲弄和回回绝。

§1197ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ;
为什么官吏们要收取诉讼保证金,不是在新月,而是在旧与新之日?
§1198ὅπερ οἱ προτένθαι γὰρ δοκοῦσί μοι ποιεῖν· §1199ὅπως τάχιστα τὰ πρυτανεῖʼ ὑφελοίατο, §1200διὰ τοῦτο προὐτένθευσαν ἡμέρᾳ μιᾷ.
因为在我看来,他们做的正和先食者所做的一样;为了能尽快地把保证金据为己有,为此他们提前一天进行先食。
§1201εὖ γʼ·
好极了!
ὦ κακοδαίμονες, τί κάθησθʼ ἀβέλτεροι, §1202ἡμέτερα κέρδη τῶν σοφῶν ὄντες, λίθοι, §1203ἀριθμός, πρόβατʼ ἄλλως, ἀμφορῆς νενησμένοι;
噢,不幸的傻瓜们,你们为什么呆坐在这里,成了我们智者的战利品,你们这些石头,凑数的人,无用的绵羊,一堆码放着的双耳瓶!
§1204ὥστʼ εἰς ἐμαυτὸν καὶ τὸν υἱὸν τουτονὶ §1205ἐπʼ εὐτυχίαισιν ᾀστέον μοὐγκώμιον.
因而为了我自己和我的这个儿子,因着这份好运,我必须唱一首赞美歌。
§1206μάκαρ ὦ Στρεψίαδες, §1207αὐτός τʼ ἔφυς ὡς σοφὸς §1208χοἶον τὸν υἱὸν τρέφεις ,
“噢,幸福的斯特雷普西阿得斯,你自己天生如此聪明,抚养着多么棒的儿子啊!
§1209φήσουσι δή μʼ οἱ φίλοι §1210χοἰ δημόται §1212ζηλοῦντες ἡνίκʼ ἂν σὺ νικᾷς λέγων τὰς δίκας.
” 我的朋友和同乡们定会说道,在你用辩才赢得诉讼时,他们会羡慕不已。
§1213ἀλλʼ εἰσάγων σε βούλομαι πρῶτον ἑστιᾶσαι.
但我想先带你进去,款待你一番。
§1214εἶτʼ ἄνδρα τῶν αὑτοῦ τι χρὴ προϊέναι;
帕西亚斯:那么,一个人难道该放弃自己的任何财产吗?
§1215οὐδέποτέ γʼ, ἀλλὰ κρεῖττον εὐθὺς ἦν τότε
绝不!
§1216ἀπερυθριᾶσαι μᾶλλον ἢ σχεῖν πράγματα, §1217ὅτε τῶν ἐμαυτοῦ γʼ ἕνεκα νυνὶ χρημάτων §1218ἕλκω σε κλητεύσοντα, καὶ γενήσομαι §1219ἐχθρὸς ἔτι πρὸς τούτοισιν ἀνδρὶ δημότῃ.
相反,当时就应该立刻抛弃羞耻拒绝,也比现在惹上麻烦要好,如今为了我自己的钱,我拉你来充当传唤的证人,而且我还要与同乡人为敌。
§1220ἀτὰρ οὐδέποτέ γε τὴν πατρίδα καταισχυνῶ §1221ζῶν, ἀλλὰ καλοῦμαι Στρεψιάδην — §1221bτίς οὑτοσί;
但只要活着,我绝不玷污我的家乡,所以我要传唤斯特雷普西阿得斯—— 斯特雷普西阿得斯:这是谁?
§1222ἐς τὴν ἕνην τε καὶ νέαν.
帕西亚斯:——在旧与新之日出庭。
§1222bμαρτύρομαι, §1223ὅτι ἐς δύʼ εἶπεν ἡμέρας.
斯特雷普西阿得斯:我请你们作证,他说了“两天”。
τοῦ χρήματος;
为了什么债?
§1224τῶν δώδεκα μνῶν, ἃς ἔλαβες ὠνούμενος §1225τὸν ψαρὸν ἵππον.
帕西亚斯:为了那十二米纳,你买那匹斑灰色马时拿走的钱。
§1225bἵππον;
斯特雷普西阿得斯:一匹马?
οὐκ ἀκούετε;
你们没听见吗?
§1226ὃν πάντες ὑμεῖς ἴστε μισοῦνθʼ ἱππικήν.
你们所有人明明都知道我讨厌骑马!
§1227καὶ νὴ Δίʼ ἀποδώσειν γʼ ἐπώμνυς τοὺς θεούς.
帕西亚斯:而且,凭着宙斯起誓,你曾对神明发誓说会还钱。
§1228μὰ τὸν Δίʼ οὐ γάρ πω τότʼ ἐξηπίστατο
斯特雷普西阿得斯:凭着宙斯,我才没发誓!
§1229Φειδιππίδης μοι τὸν ἀκατάβλητον λόγον.
因为那时斐狄庇得斯还没彻底学会我那不可战胜的论理。
§1230νῦν δὲ διὰ τοῦτʼ ἔξαρνος εἶναι διανοεῖ;
帕西亚斯:所以现在你就打算凭这个赖账吗?
§1231τί γὰρ ἄλλʼ ἂν ἀπολαύσαιμι τοῦ μαθήματος;
斯特雷普西阿得斯:不然,我从他的学习中还能得到什么别的好处?
§1232καὶ ταῦτʼ ἐθελήσεις ἀπομόσαι μοι τοὺς θεοὺς §1233ἵνʼ ἂν κελεύσω ʼγώ σε;
帕西亚斯:那你愿意在我指定的众神面前,向我发誓吗?
§1233bτοὺς ποίους θεούς;
斯特雷普西阿得斯:哪类神明?
§1234τὸν Δία, τὸν Ἑρμῆν, τὸν Ποσειδῶ.
帕西亚斯:宙斯、赫尔墨斯、波塞冬。
§1234bνὴ Δία §1235κἂν προσκαταθείην γʼ ὥστʼ ὀμόσαι τριώβολον.
斯特雷普西阿得斯:凭着宙斯,为了能发这个誓,我甚至愿意多交三个奥博尔!
§1236ἀπόλοιο τοίνυν ἕνεκʼ ἀναιδείας ἔτι.
帕西亚斯:那就愿你因这般无耻而遭毁灭吧!
§1237ἁλσὶν διασμηχθεὶς ὄναιτʼ ἂν οὑτοσί.
斯特雷普西阿得斯:这家伙要是用盐使迹搓搓,说不定还有点用。
§1238οἴμʼ ὡς καταγελᾷς.
帕西亚斯:噢,你竟敢嘲笑我!
§1238bἓξ χοᾶς χωρήσεται.
斯特雷普西阿得斯:能装下六个霍阿斯。
§1239οὔ τοι μὰ τὸν Δία τὸν μέγαν καὶ τοὺς θεοὺς §1240ἐμοῦ καταπροίξει.
帕西亚斯:凭着伟大的宙斯和众神发誓,你休想白白糊弄我!
§1240bθαυμασίως ἥσθην θεοῖς,
斯特雷普西阿得斯:“神明”这词儿可真让我乐坏了!
§1241καὶ Ζεὺς γέλοιος ὀμνύμενος τοῖς εἰδόσιν.
对于知情人来说,凭宙斯起誓简直是个笑话。
§1242ἦ μὴν σὺ τούτων τῷ χρόνῳ δώσεις δίκην.
帕西亚斯:确实,你迟早要为此付出代价。
§1243ἀλλʼ εἴτʼ ἀποδώσεις μοι τὰ χρήματʼ εἴτε μή, §1244ἀπόπεμψον ἀποκρινάμενος.
无论你到底还还是不还我的钱,给我个痛快的回答再打发我走。
§1244bἔχε νυν ἥσυχος.
斯特雷普西阿得斯:你先别急,安静会儿。
§1245ἐγὼ γὰρ αὐτίκʼ ἀποκρινοῦμαί σοι σαφῶς.
因为我马上就会给你一个明确的答复。
§1246τί σοι δοκεῖ δράσειν;
帕西亚斯:你觉得他打算干什么?
§1246bἀποδώσειν μοι δοκεῖ.
证人:我觉得他会还钱的。
§1247ποῦ ʼσθʼ οὗτος ἁπαιτῶν με τἀργύριον;
斯特雷普西阿得斯:那个跟我要钱的家伙在哪儿呢?
λέγε §1248τουτὶ τί ἔστι;
你说,这是什么?
§1248bτοῦθʼ ὅ τι ἐστί;
帕西亚斯:这是什么?
κάρδοπος.
捏面桶。
§1249ἔπειτʼ ἀπαιτεῖς τἀργύριον τοιοῦτος ὤν;
斯特雷普西阿得斯:那你这种货色,居然还好意思要钱?
§1250οὐκ ἂν ἀποδοίην οὐδʼ ἂν ὀβολὸν οὐδενί, §1251ὅστις καλέσειε κάρδοπον τὴν καρδόπην.
我连一个奥博尔都不会还给任何人,如果他把“捏面桶”按照男性形词尾称呼的话。
§1252οὐκ ἄρʼ ἀποδώσεις;
帕西亚斯:那你就是不还钱了?
§1252bοὐχ ὅσον γέ μʼ εἰδέναι.
斯特雷普西阿得斯:至少据我所知,绝不。
§1253οὔκουν ἀνύσας τι θᾶττον ἀπολιταργιεῖς §1254ἀπὸ τῆς θύρας;
那你还不快点从我家门口滚蛋?
§1254bἄπειμι, καὶ τοῦτʼ ἴσθʼ ὅτι
帕西亚斯:我走。
§1255θήσω πρυτανεῖʼ ἢ μηκέτι ζῴην ἐγώ.
但你给我记住,我一定要去交诉讼保证金,否则我就不活了!
§1256καὶ προσαπολεῖς ἄρʼ αὐτὰ πρὸς ταῖς δώδεκα.
斯特雷普西阿得斯:那除了那十二米纳以外,你连保证金也会赔进去。
§1257καίτοι σε τοῦτό γʼ οὐχὶ βούλομαι παθεῖν, §1258ὁτιὴ ʼκάλεσας εὐηθικῶς τὴν κάρδοπον.
不过,我并不希望你落得这个下场,毕竟你按照男性形词尾叫它的时候,还挺单纯可爱的。
§1259ἰώ μοί μοι.
阿米尼亚斯:唉,我好惨啊,呜呼!
§1260ἔα.
斯特雷普西阿得斯:呀。
§1260aτίς οὑτοσί ποτʼ ἔσθʼ ὁ θρηνῶν;
这个在哭丧的人到底是谁?
οὔτι που §1261τῶν Καρκίνου τις δαιμόνων ἐφθέγξατο;
总不至于是卡尔基诺斯戏剧里的哪个神明在说话吧?
§1262τί δʼ ὅστις εἰμὶ τοῦτο βούλεσθʼ εἰδέναι;
阿米尼亚斯:你们为什么想知道我是谁?
§1263ἀνὴρ κακοδαίμων.
一个倒霉的人。
§1263bκατὰ σεαυτόν νυν τρέπου.
斯特雷普西阿得斯:那你管自己倒霉去吧。
§1264ὦ σκληρὲ δαῖμον, ὦ τύχαι θραυσάντυγες
阿米尼亚斯:噢,残酷的命运!
§1265ἵππων ἐμῶν, ὦ Παλλὰς ὥς μʼ ἀπώλεσας.
噢,震碎我战车车轮的恶运! 噢,帕拉斯啊,你把我毁了!
§1266τί δαί σε Τληπόλεμός ποτʼ εἴργασται κακόν;
斯特雷普西阿得斯:怎么,特勒波勒摩斯到底对你做了什么坏事?
§1267μὴ σκῶπτέ μʼ ὦ τᾶν, ἀλλά μοι τὰ χρήματα
阿米尼亚斯:老兄,别拿我开心了。
§1268τὸν υἱὸν ἀποδοῦναι κέλευσον ἅλαβεν, §1269ἄλλως τε μέντοι καὶ κακῶς πεπραγότι.
请让你儿子把拿走的钱还给我,特别是我现在处境悲惨。
§1270τὰ ποῖα ταῦτα χρήμαθʼ;
斯特雷普西阿得斯:那是些什么钱?
§1270bἁδανείσατο.
阿米尼亚斯:他借的钱。
§1271κακῶς ἄρʼ ὄντως εἶχες, ὥς γʼ ἐμοὶ δοκεῖς.
斯特雷普西阿得斯:那看来你确实处境不妙,依我所见。
§1272ἵππους ἐλαύνων ἐξέπεσον νὴ τοὺς θεούς.
阿米尼亚斯:我赶着马的时候摔了下来,凭神明起誓。
§1273τί δῆτα ληρεῖς ὥσπερ ἀπʼ ὄνου καταπεσών;
斯特雷普西阿得斯:那你怎么跟从驴背上掉下来似的,在这儿胡言乱语?
§1274ληρῶ, τὰ χρήματʼ ἀπολαβεῖν εἰ βούλομαι;
阿米尼亚斯:我想拿回自己的钱,也算是在胡言乱语吗?
§1275οὐκ ἔσθʼ ὅπως σύ γʼ αὐτὸς ὑγιαίνεις.
斯特雷普西阿得斯:你绝对是不清醒了。
§1275bτί δαί;
阿米尼亚斯:你说什么?
§1276τὸν ἐγκέφαλον ὥσπερ σεσεῖσθαί μοι δοκεῖς.
斯特雷普西阿得斯:我觉得你像是脑子被震荡坏了。
§1277σὺ δὲ νὴ τὸν Ἑρμῆν προσκεκλήσεσθαί γέ μοι, §1278εἰ μὴ ʼποδώσεις τἀργύριον.
阿米尼亚斯:凭着赫尔墨斯发誓,我一定会传唤你出庭,如果你不还钱的话。

词汇与语法注释

  1. §1197ἁρχαὶ τὰ πρυτανεῖʼ, ἀλλʼ ἕνῃ τε καὶ νέᾳ — 承接前一句(§1196)中的动词 δέχονται(接受),在此处被省略。主语为 ἁρχαί(官吏们),宾语为 τὰ πρυτανεῖα(诉讼保证金),整句形成问句:“为什么官吏们要在旧与新之日接受保证金(而不是在新月之日)?”
  2. §1223τοῦ χρήματος; — 表示原因或关联的独立属格(genitive of cause/relation),用于疑问省略句中,意为“为了什么钱?”或“因为什么债务?”。
  3. §1237ὄναιτʼ ἂν — 动词 ὀνίνημι(中动相意为“获益、有用”)的第二不定过去时中动相祈愿神 ὄναιτο 结合语气词 ἄν,构成潜在祈愿神(potential optative)。表示温和的断言或推测:“这家伙(如果被撒上盐擦拭)大概会受益/有用”。
  4. §1251ὅτις καλέσειε — 关系代词 ὅστις 后接祈愿神 καλέσειε。这构成了带有假定条件的潜在或泛指关系从句,表示“对于任何会把……称作……的人(我连一个奥博尔都不会还)”。
  5. §1273ὥσπερ ἀπʼ ὄνου καταπεσών — 连词 ὥσπερ 结合分词 καταπεσών 的比较结构。此处利用了希腊语成语“从驴背上摔下来”(意为举止极其愚蠢、说胡话),同时双关嘲讽了实际上是从马(ἵππος)背上摔下来的阿米尼亚斯,故意将其降格为驴(ὄνος)。

引用这一段

阿里斯托芬, 云 §1197-1278. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg003.humanitext-grc2:1197-1278

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。