Humanitext Reader

阿里斯托芬 · 骑士 §83-160

被盗的神谕与香肠商的登场

第 2 段,共 18 段 · 希腊语

内容简介

仆人们想到通过喝酒来获得好主意,并从熟睡的帕夫拉戈尼亚人那里偷走了神圣的神谕。神谕预言,雅典的统治者将接连被更卑劣的商人取代,直到一个香肠商彻底消灭帕夫拉戈尼亚人;他们随即开始劝说一个刚好路过的香肠商。

§83βέλτιστον ἡμῖν αἷμα ταύρειον πιεῖν.
对我们来说,最好的办法就是喝牛血。
§84ὁ Θεμιστοκλέους γὰρ θάνατος αἱρετώτερος.
因为地米斯托克利的死法更值得选择。
§85μὰ Δίʼ ἀλλʼ ἄκρατον οἶνον ἀγαθοῦ δαίμονος.
不,凭着宙斯起誓,还不如来一杯“善神”的纯温酒。
§86ἴσως γὰρ ἂν χρηστόν τι βουλευσαίμεθα.
因为也许我们能想出什么好主意。
§87ἰδού γʼ ἄκρατον.
纯温酒!
περὶ πότου γοῦν ἐστί σοι;
你脑子里就光想着喝酒吗?
§88πῶς δʼ ἂν μεθύων χρηστόν τι βουλεύσαιτʼ ἀνήρ;
一个醉汉怎么可能想出什么好主意?
§89ἄληθες οὗτος;
真的吗,你这人?
κρουνοχυτρολήραιον εἶ.
你真是个满嘴胡言的空罐子。
§90οἶνον σὺ τολμᾷς εἰς ἐπίνοιαν λοιδορεῖν;
你竟然敢侮辱葡萄酒,说它无助于思考?
§91οἴνου γὰρ εὕροις ἄν τι πρακτικώτερον;
你还能找到比葡萄酒更具有行动力的东西吗?
§92ὁρᾷς, ὅταν πίνωσιν ἄνθρωποι τότε §93πλουτοῦσι διαπράττουσι νικῶσιν δίκας §94εὐδαιμονοῦσιν ὠφελοῦσι τοὺς φίλους.
你瞧,每当人们喝酒的时候,他们就会变得富有,办成事情,打赢官司,生活幸福,还能帮助朋友。
§95ἀλλʼ ἐξένεγκέ μοι ταχέως οἴνου χοᾶ, §96τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
快给我倒一壶葡萄酒来,好让我滋润一下我的智慧,说出一些聪明话来。
§97οἴμοι τί ποθʼ ἡμᾶς ἐργάσει τῷ σῷ πότῳ;
天哪! 你这顿酒到底会把我们害成什么样?
§98ἀγάθʼ·
会有好结果的。
ἀλλʼ ἔνεγκʼ· ἐγὼ δὲ κατακλινήσομαι.
快拿来,我要躺下了。
§99ἢν γὰρ μεθυσθῶ, πάντα ταυτὶ καταπάσω §100βουλευματίων καὶ γνωμιδίων καὶ νοιδίων.
因为如果我喝醉了,我就要在各处撒满小计谋、小格言和小智慧。
§101ὡς εὐτυχῶς ὅτι οὐκ ἐλήφθην ἔνδοθεν §102κλέπτων τὸν οἶνον.
我真幸运,在里面偷酒时没被抓住!
§102bεἰπέ μοι Παφλαγὼν τί δρᾷ;
快告诉我,那帕夫拉戈尼亚人在干什么?
§103ἐπίπαστα λείξας δημιόπραθʼ ὁ βάσκανος §104ῥέγκει μεθύων ἐν ταῖσι βύρσαις ὕπτιος.
那个不祥的家伙,舔光了涂着酱汁的充公面包,现在喝得烂醉,在皮革堆里仰面朝天,呼呼大睡呢。
§105ἴθι νυν ἄκρατον ἐγκάναξόν μοι πολὺν §106σπονδήν.
好,现在快给我倒上一大杯纯温酒,作为奠酒。
§106bλαβὲ δὴ καὶ σπεῖσον ἀγαθοῦ δαίμονος.
拿去吧,向“善神”献祭奠酒。
§107ἕλχʼ ἕλκε τὴν τοῦ δαίμονος τοῦ Πραμνίου.
喝吧,把普拉姆尼安葡萄酒中属于那神灵的份喝个痛快。
§108ὦ δαῖμον ἀγαθὲ σὸν τὸ βούλευμʼ, οὐκ ἐμόν.
哦,善神啊,这主意是你的,可不是我的。
§109εἴπʼ, ἀντιβολῶ, τί ἔστι;
求求你告诉我,到底怎么了?
§109bτοὺς χρησμοὺς ταχὺ §110κλέψας ἔνεγκε τοῦ Παφλαγόνος ἔνδοθεν, §111ἕως καθεύδει.
趁他睡着的时候,快去把那帕夫拉戈尼亚人的神谕从里面偷出来。
§111bταῦτʼ.
好的。
ἀτὰρ τοῦ δαίμονος §112δέδοιχʼ ὅπως μὴ τεύξομαι κακοδαίμονος.
不过我害怕那神灵会变成恶神,而不是善神。
§113φέρε νυν ἐγὼ μʼ αὐτῷ προσαγάγω τὸν χοᾶ.
来,现在让我把酒壶拿到自己跟前。
§114τὸν νοῦν ἵνʼ ἄρδω καὶ λέγω τι δεξιόν.
好让我滋润一下我的智慧,说出一些聪明话来。
§115ὡς μεγάλʼ ὁ Παφλαγὼν πέρδεται καὶ ῥέγκεται, §116ὥστʼ ἔλαθον αὐτὸν τὸν ἱερὸν χρησμὸν λαβών, §117ὅνπερ μάλιστʼ ἐφύλαττεν.
帕夫拉戈尼亚人放屁和打呼噜的声音真大,所以我趁他没注意,把那份神圣的神谕拿走了,那可是他最严密看管的东西。
§117bὦ σοφώτατε.
哦,最聪明的人!
§118φέρʼ αὐτὸν ἵνʼ ἀναγνῶ· σὺ δʼ ἔγχεον πιεῖν §119ἀνύσας τι.
快拿来,我好读一读;你呢,快点给我倒杯酒。
φέρʼ ἴδω τί ἄρʼ ἔνεστιν αὐτόθι.
来,让我看看里面到底写了些什么。
§120ὦ λόγια.
哦,神谕啊。
δός μοι δὸς τὸ ποτήριον ταχύ.
快给我,快把杯子给我!
§121ἰδού.
拿去。
τί φησʼ ὁ χρησμός;
神谕说什么?
§121bἑτέραν ἔγχεον.
再倒一杯。
§122ἐν τοῖς λογίοις ἔνεστιν ἑτέραν ἔγχεον;
神谕里居然写着“再倒一杯”吗?
§123ὦ Βάκι.
哦,巴克斯啊!
§123bτί ἔστι;
怎么了?
§123cδὸς τὸ ποτήριον ταχύ.
快把杯子给我。
§124πολλῷ γʼ ὁ Βάκις ἐχρῆτο τῷ ποτηρίῳ.
巴克斯当年可真是没少用过这个杯子。
§125ὦ μιαρὲ Παφλαγὼν ταῦτʼ ἄρʼ ἐφυλάττου πάλαι, §126τὸν περὶ σεαυτοῦ χρησμὸν ὀρρωδῶν;
哦,下贱的帕夫拉戈尼亚人,原来你一直这么严密地防范着,就是因为害怕这关于你自己的神谕吗?
§126bτιή;
为什么?
§127ἐνταῦθʼ ἔνεστιν, αὐτὸς ὡς ἀπόλλυται.
这上面写着,他自己是如何灭亡的。
§128καὶ πῶς;
怎么灭亡?
§128bὅπως;
怎么灭亡?
ὁ χρησμὸς ἄντικρυς λέγει §129ὡς πρῶτα μὲν στυππειοπώλης γίγνεται, §130ὃς πρῶτος ἕξει τῆς πόλεως τὰ πράγματα.
神谕明明白白地写着:首先是一个大麻商兴起,他将第一个掌控这个国家的政务。
§131εἷς οὑτοσὶ πώλης.
这是一个商人。
τί τοὐντεῦθεν;
接下去呢?
λέγε.
快说。
§132μετὰ τοῦτον αὖθις προβατοπώλης δεύτερος.
继他之后,第二个羊商接着兴起。
§133δύο τώδε πώλα.
这是两个商人了。
καὶ τί τόνδε χρὴ παθεῖν;
那这家伙注定要遭受什么命运?
§134κρατεῖν, ἕως ἕτερος ἀνὴρ βδελυρώτερος §135αὐτοῦ γένοιτο· μετὰ δὲ ταῦτʼ ἀπόλλυται.
他将统治,直到另一个比他更卑劣的人兴起;在那之后,他就灭亡了。
§136ἐπιγίγνεται γὰρ βυρσοπώλης ὁ Παφλαγών, §137ἅρπαξ κεκράκτης Κυκλοβόρου φωνὴν ἔχων.
因为继他之后,制革商帕夫拉戈尼亚人兴起了,他是个强盗、大嗓门的家伙,声音像克罗波罗斯的浊流一般。
§138τὸν προβατοπώλην ἦν ἄρʼ ἀπολέσθαι χρεὼν §139ὑπὸ βυρσοπώλου;
这么说,羊商注定要被制革商毁灭吗?
§139bνὴ Δίʼ.
是的,凭着宙斯起誓。
§139cοἴμοι δείλαιος.
哎,我真倒霉!
§140πόθεν οὖν ἂν ἔτι γένοιτο πώλης εἶς μόνος;
那还能从哪里再出来一个商人呢?
§141ἔτʼ ἐστὶν εἷς ὑπερφυᾶ τέχνην ἔχων.
还有一个拥有非凡技艺的人。
§142εἴπʼ, ἀντιβολῶ, τίς ἐστιν;
求求你,快告诉我他是谁?
§142bεἴπω;
要我说吗?
§142cνὴ Δία.
是的,凭着宙斯起誓。
§143ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν.
是一个香肠商,他将彻底铲除这家伙。
§144ἀλλαντοπώλης;
香肠商?
ὦ Πόσειδον τῆς τέχνης.
哦,波塞冬啊,好一门行当!
§145φέρε ποῦ τὸν ἄνδρα τοῦτον ἐξευρήσομεν;
来,我们该到哪儿去找这个人?
§146ζητῶμεν αὐτόν.
我们去找他吧。
§146bἀλλʼ ὁδὶ προσέρχεται §147ὥσπερ κατὰ θεὸν εἰς ἀγοράν.
瞧,他走过来了,仿佛是在神明的指引下往市场走去。
§147bὦ μακάριε §148ἀλλαντοπῶλα, δεῦρο δεῦρʼ ὦ φίλτατε §149ἀνάβαινε σωτὴρ τῇ πόλει καὶ νῷν φανείς.
哦,幸运的香肠商啊,到这里来,到这里来,最亲爱的朋友,作为这个国家和我们俩的救星显现吧,请上前来。
§150τί ἔστι;
什么事?
τί με καλεῖτε;
你们叫我干什么?
§150bδεῦρʼ ἔλθʼ, ἵνα πύθῃ §151ὡς εὐτυχὴς εἶ καὶ μεγάλως εὐδαιμονεῖς.
到这里来,好让你知道你是多么幸运,又是多么幸福。
§152ἴθι δὴ κάθελʼ αὐτοῦ τοὐλεὸν καὶ τοῦ θεοῦ §153τὸν χρησμὸν ἀναδίδαξον αὐτὸν ὡς ἔχει· §154ἐγὼ δʼ ἰὼν προσκέψομαι τὸν Παφλαγόνα.
快,替他把他的切肉板放下来,把神明的神谕如实地传授给他;我去盯着那个帕夫拉戈尼亚人。
§155ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί· §156ἔπειτα τὴν γῆν πρόσκυσον καὶ τοὺς θεούς.
来,你先要把你的家伙什放到地上;然后向大地和诸神顶礼膜拜。
§157ἰδού·
好了。
τί ἔστιν;
什么事?
§157bὦ μακάριʼ ὦ πλούσιε,
哦,幸运的人,哦,富有的人!
§158ὦ νῦν μὲν οὐδεὶς αὔριον δʼ ὑπέρμεγας, §159ὦ τῶν Ἀθηνῶν ταγὲ τῶν εὐδαιμόνων.
哦,今天你还微不足道,明天就将无比伟大,哦,幸福雅典的领袖啊!
§160τί μʼ ὦγάθʼ οὐ πλύνειν ἐᾷς τὰς κοιλίας
喂,好心人,你为什么不让我洗洗我的肚子呢?

词汇与语法注释

  1. §83αἷμα ταύρειον πιεῖν — 该不定式短语作主语,与形容词 βέλτιστον 构成系表结构。在语境中,“喝牛血”指的是雅典将军地米斯托克利自杀的传说方法,被仆人们作为从当前困境中“最像男子汉地”解脱出来的手段而提出。
  2. §89κρουνοχυτρολήραιον — 这是阿里斯托芬特有的滑稽复合词,由 κροῦνος(喷泉、出口)、χύτρα(锅)和 λῆρος(胡言乱语)构成,用以指责对葡萄酒持批评态度的人。其字面意为“像沸腾的锅一样源源不断喷出废话的人”。各语言翻译均体现了这一嘲讽的色彩。
  3. §121bἑτέραν ἔγχεον — 单词 ἑτέραν 是阴性单数宾格形式,省略了像 κύλικα(“杯”,阴性)这样的名词。德谟斯提尼在阅读神谕的过程中,以一本正经的态度将对倒酒者的要求(“再倒一杯”)说得像神谕的预言一样,从而制造了令人捧腹的误会。
  4. §143ἀλλαντοπώλης ἔσθʼ ὁ τοῦτον ἐξολῶν — 未来分词 ἐξολῶν(源自 ἐξόλλυμι,“彻底毁灭”)带定冠词 ὁ 起到名词性作用,意为“将要毁灭他的人”。该句明确预言了下一位商人的身份(香肠商)以及他推翻帕夫拉戈尼亚人的历史使命。

引用这一段

阿里斯托芬, 骑士 §83-160. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:83-160

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。