§161πωλεῖν τε τοὺς ἀλλᾶντας, ἀλλὰ καταγελᾷς;
卖香肠? 不对,你是在嘲笑我吗?
§162ὦ μῶρε ποίας κοιλίας;
哦,傻瓜,什么洗肚子?
δευρὶ βλέπε.
往这儿看。
§163τὰς στίχας ὁρᾷς τὰς τῶνδε τῶν λαῶν;
你看到这些人的队伍了吗?
§163bὁρῶ.
看到了。
§164τούτων ἁπάντων αὐτὸς ἀρχέλας ἔσει, §165καὶ τῆς ἀγορᾶς καὶ τῶν λιμένων καὶ τῆς πυκνός· §166βουλὴν πατήσεις καὶ στρατηγοὺς κλαστάσεις, §167δήσεις φυλάξεις, ἐν πρυτανείῳ λαικάσει.
你将成为这所有人的统治者,包括市场、港口和普纽克斯山;你将把议会踩在脚下,把将军们降服,囚禁、看守他们,并在市政厅里行荒淫之事。
§168ἐγώ;
我?
§168bσὺ μέντοι· κοὐδέπω γε πάνθʼ ὁρᾷς.
就是你;你还没看全呢。
再站到这块切肉板上来,环顾四周所有的岛屿。
§171καθορῶ.
我看到了。
§171bτί δαί;
还有呢?
τἀμπόρια καὶ τὰς ὁλκάδας;
那些贸易市场和商船呢?
§172ἔγωγε.
看到了。
§172bπῶς οὖν οὐ μεγάλως εὐδαιμονεῖς;
那么你怎能不算是无比幸福呢?
现在把你的右眼斜向卡里亚,另一只眼斜向迦太基。
§175εὐδαιμονήσω δʼ εἰ διαστραφήσομαι;
如果我变成斜眼,我还会幸福吗?
§176οὐκ ἀλλὰ διὰ σοῦ ταῦτα πάντα πέρναται.
不,而是因为所有这些东西都将通过你来交易。
正因为这个原因,你才会变得伟大,因为你下流,来自市场,而且胆大妄为。
§182οὐκ ἀξιῶ ʼγὼ ʼμαυτὸν ἰσχύειν μέγα.
我不认为自己配拥有强大的力量。
§183οἴμοι τί ποτʼ ἔσθʼ ὅτι σαυτὸν οὐ φῂς ἄξιον;
天哪,你凭什么说自己不配?
§184ξυνειδέναι τί μοι δοκεῖς σαυτῷ καλόν.
在我看来,你似乎意识到自己有什么好品质。
§185μῶν ἐκ καλῶν εἶ κἀγαθῶν;
莫非你出身于名门望族?
可是,好心人,我连音乐都懂,除了识字,而且还识得极其糟糕。
§190τουτὶ μόνον σʼ ἔβλαψεν, ὅτι καὶ κακὰ κακῶς.
唯独这一点伤害了你,那就是你居然还识得糟糕。
§191ἡ δημαγωγία γὰρ οὐ πρὸς μουσικοῦ §192ἔτʼ ἐστὶν ἀνδρὸς οὐδὲ χρηστοῦ τοὺς τρόπους, §193ἀλλʼ εἰς ἀμαθῆ καὶ βδελυρόν.
因为现在的群众领袖已经不再是懂音乐的人,也不是品德高尚的人,而是无知和可恶的人。
ἀλλὰ μὴ παρῇς §194ἅ σοι διδόασʼ ἐν τοῖς λογίοισιν οἱ θεοί.
所以,千万不要错过神明在神谕中赐予你的一切。
§195πῶς δῆτά φησʼ ὁ χρησμός;
那神谕到底是怎么说的?
§195bεὖ νὴ τοὺς θεοὺς §196καὶ ποικίλως πως καὶ σοφῶς ᾐνιγμένος· §197ἀλλʼ ὁπόταν μάρψῃ βυρσαίετος ἀγκυλοχήλης §198γαμφηλῇσι δράκοντα κοάλεμον αἱματοπώτην, §199δὴ τότε Παφλαγόνων μὲν ἀπόλλυται ἡ σκοροδάλμη, §200κοιλιοπώλῃσιν δὲ θεὸς μέγα κῦδος ὀπάζει, §201αἴ κεν μὴ πωλεῖν ἀλλᾶντας μᾶλλον ἕλωνται.
好极了,凭诸神起誓,而且是有些复杂和巧妙的谜语: ‘但当弯爪的革雕抓住嘴里叼着愚蠢的吸血蛇时,就在那时,帕夫拉戈尼亚人的蒜酱将要灭亡,而神将把极大的荣耀赐予卖牛肚的人,只要他们不选择放弃卖香肠。
§202πῶς οὖν πρὸς ἐμὲ ταῦτʼ ἐστίν;
’ 这怎么会和我有关系?
ἀναδίδασκέ με.
请教导我。
§203βυρσαίετος μὲν ὁ Παφλαγών ἐσθʼ οὑτοσί.
革雕就是眼前的这个帕夫拉戈尼亚人。
§204τί δʼ ἀγκυλοχήλης ἐστίν;
那‘弯爪的’是什么意思?
§206ὁ δράκων δὲ πρὸς τί;
那蛇是指什么?
§206bτοῦτο περιφανέστατον.
这最明显不过了。
§207ὁ δράκων γάρ ἐστι μακρὸν ὅ τʼ ἀλλᾶς αὖ μακρόν.
因为蛇是长长的,香肠也是长长的。
§208εἶθʼ αἱματοπώτης ἔσθʼ ὅ τʼ ἀλλᾶς χὠ δράκων· §209τὸν οὖν δράκοντά φησι τὸν βυρσαίετον §210ἤδη κρατήσειν, αἴ κε μὴ θαλφθῇ λόγοις.
而且,香肠和蛇都是‘卖血的’;所以神谕说,革雕很快就会被蛇制服,除非它被言辞所蛊惑。
这些神谕确实在讨好我;但我奇怪我怎么能有能力管理民众呢?
§213φαυλότατον ἔργον· ταῦθʼ ἅπερ ποιεῖς ποίει· §214τάραττε καὶ χόρδευʼ ὁμοῦ τὰ πράγματα §215ἅπαντα, καὶ τὸν δῆμον ἀεὶ προσποιοῦ §216ὑπογλυκαίνων ῥηματίοις μαγειρικοῖς.
这是最容易不过的事了;做你正在做的事就行:把所有的国事搅拌并剁碎在一起,并且总是拉拢民众,用厨师般的词句来讨好他们。
§217τὰ δʼ ἄλλα σοι πρόσεστι δημαγωγικά, §218φωνὴ μιαρά, γέγονας κακῶς, ἀγοραῖος εἶ· §219ἔχεις ἅπαντα πρὸς πολιτείαν ἃ δεῖ· §220χρησμοί τε συμβαίνουσι καὶ τὸ Πυθικόν.
你具备其他一切群众领袖的特质:粗鄙的声音、卑微的出身、来自市场;你拥有政治所需的一切条件;神谕和皮提亚的预言都相吻合。
καὶ γὰρ οἵ τε πλούσιοι §224δεδίασιν αὐτὸν ὅ τε πένης βδύλλει λεώς.
因为有钱人怕他,穷人也对他畏缩不前。
§225ἀλλʼ εἰσὶν ἱππῆς ἄνδρες ἀγαθοὶ χίλιοι §226μισοῦντες αὐτόν, οἳ βοηθήσουσί σοι, §227καὶ τῶν πολιτῶν οἱ καλοί τε κἀγαθοί, §228καὶ τῶν θεατῶν ὅστις ἐστὶ δεξιός, §229κἀγὼ μετʼ αὐτῶν χὠ θεὸς ξυλλήψεται.
但有一千名优秀的骑士痛恨他,他们会来帮助你,市民中那些高尚和优秀的人,以及观众中任何聪明的人,我和他们都在一起,神也会协助你。
§230καὶ μὴ δέδιθʼ· οὐ γάρ ἐστιν ἐξῃκασμένος, §231ὑπὸ τοῦ δέους γὰρ αὐτὸν οὐδεὶς ἤθελεν §232τῶν σκευοποιῶν εἰκάσαι.
而且不要害怕;因为他并没有被模仿得很像,因为出于害怕,没有一个道具师愿意制作出他的肖像面具。
πάντως γε μὴν §233γνωσθήσεται· τὸ γὰρ θέατρον δεξιόν.
然而,无论如何他会被认出来的;因为观众是聪明的。
§234οἴμοι κακοδαίμων ὁ Παφλαγὼν ἐξέρχεται.
哎呀,倒霉,帕夫拉戈尼亚人出来了。