Humanitext Reader

阿里斯托芬 · 骑士 §1-82

二仆人叹息帕夫拉戈尼亚人的恶行

第 1 段,共 18 段 · 希腊语

内容简介

两名仆人(德摩斯梯尼与尼基阿斯)抱怨他们在一个新买来的制革匠奴隶——帕夫拉戈尼亚人(克里昂)手下所遭受的悲惨遭遇。该恶棍完全蛊惑了他们的主人德谟斯(民众)。两人迫切地商讨逃跑或寻死的对策。

§1ἰατταταιὰξ τῶν κακῶν, ἰατταταῖ.
哎呀呀呀,这倒霉透顶的事啊,哎呀呀!
§2κακῶς Παφλαγόνα τὸν νεώνητον κακὸν §3αὐταῖσι βουλαῖς ἀπολέσειαν οἱ θεοί.
愿诸神把那个新买来的恶棍帕夫拉戈尼亚人连同他的诡计一起彻底毁灭!
§4ἐξ οὗ γὰρ εἰσήρρησεν ἐς τὴν οἰκίαν §5πληγὰς ἀεὶ προστρίβεται τοῖς οἰκέταις.
因为自从他强行闯入这个家门以来,他总是把挨打的事转嫁给仆人们。
§6κάκιστα δῆθʼ οὗτός γε πρῶτος Παφλαγόνων §7αὐταῖς διαβολαῖς.
确实要让他惨死,这个帕夫拉戈尼亚人中最坏的家伙,连同他的谗言一起!
§7bὦ κακόδαιμον πῶς ἔχεις;
噢,倒霉的伙计,你怎么样了?
§8κακῶς καθάπερ σύ.
糟透了,就跟你一样。
§8bδεῦρο δὴ πρόσελθʼ, ἵνα §9ξυναυλίαν κλαύσωμεν Οὐλύμπου νόμον.
快到这儿来,让我们合奏一曲奥林波斯的调子来痛哭吧。
§10μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ μυμῦ.
呜呜,呜呜,呜呜,呜呜,呜呜,呜呜。
§11τί κινυρόμεθʼ ἄλλως;
我们为什么徒然哀叹?
οὐκ ἐχρῆν ζητεῖν τινα §12σωτηρίαν νῷν, ἀλλὰ μὴ κλάειν ἔτι;
难道我们不应该为我们俩寻找某种生路,而不是继续哭泣吗?
§13τίς οὖν γένοιτʼ ἄν;
那能有什么办法?
§13bλέγε σύ.
你来说。
§13cσὺ μὲν οὖν μοι λέγε, §14ἵνα μὴ μάχωμαι.
还是你先对我说吧,免得我和你争吵。
§14bμὰ τὸν Ἀπόλλω ʼγὼ μὲν οὔ.
凭着阿波罗起誓,我才不先说。
§16πῶς ἂν σύ μοι λέξειας ἁμὲ χρὴ λέγειν;
你怎么才能把我应该说的话先对我说出来呢?
§15ἀλλʼ εἰπὲ θαρρῶν, εἶτα κἀγὼ σοὶ φράσω.
你尽管大胆说吧,然后我也会告诉你的。
§17ἀλλʼ οὐκ ἔνι μοι τὸ θρέττε.
但我心里可没有那种胆量。
πῶς ἂν οὖν ποτε §18εἴποιμʼ ἂν αὐτὸ δῆτα κομψευριπικῶς;
那到底该怎么用优雅的欧里庇得斯风格把它说出来呢?
§19μὴ ʼμοί γε, μὴ ʼμοί, μὴ διασκανδικίσῃς·
别冲着我,千万别冲着我,别拿野芹菜来打趣我!
§20ἀλλʼ εὑρέ τινʼ ἀπόκινον ἀπὸ τοῦ δεσπότου.
还是快想个办法,从主人那儿“开溜”吧。
§21λέγε δὴ μόλωμεν ξυνεχὲς ὡδὶ ξυλλαβών.
那你快把“我们”“走吧”连在一起,像这样一口气说出来。
§22καὶ δὴ λέγω μόλωμεν.
好,我说了:“我们走吧”。
§22bἐξόπισθε νῦν
现在,紧接着在“我们走吧”之后说个“它”。
§23αὐτὸ φάθι τοῦ μόλωμεν. §23bαὐτό.
“它”。
§23cπάνυ καλῶς.
好极了。
§24ὥσπερ δεφόμενος νῦν ἀτρέμα πρῶτον λέγε §25τὸ μόλωμεν, εἶτα δʼ αὐτό, κᾆτʼ ἐπάγων πυκνόν.
现在,就像在手淫一样,先轻轻地说出“我们走吧”,然后再说“它”,接着越来越快地连在一起说。
§26μόλωμεν αὐτὸ μόλωμεν αὐτομολῶμεν.
我们走吧它,我们走吧它,逃跑吧!
§26bἢν
瞧!
§27οὐχ ἡδύ;
这不痛快吗?
§27bνὴ Δία·
凭着宙斯起誓,确实痛快!
πλήν γε περὶ τῷ δέρματι §28δέδοικα τουτονὶ τὸν οἰωνόν.
不过一想到我的这张皮,我就害怕这个预兆。
§28bτί δαί;
怎么说?
§29ὁτιὴ τὸ δέρμα δεφομένων ἀπέρχεται.
因为手淫多的人,皮都会掉的。
§30κράτιστα τοίνυν τῶν παρόντων ἐστὶ νῷν, §31θεῶν ἰόντε προσπεσεῖν του πρὸς βρέτας.
那么,在目前的情况下,我们最好的办法就是去拜倒在某位神明的塑像前。
§32† ποῖον βρέτας †;
什么神像?
ἐτεὸν ἡγεῖ γὰρ θεούς;
你真的相信有神吗?
§33ἔγωγε.
我信。
§33bποίῳ χρώμενος τεκμηρίῳ;
你有什么凭据?
§34ὁτιὴ θεοῖσιν ἐχθρός εἰμʼ.
因为我被神明所憎恨。
οὐκ εἰκότως;
这难道不合情合理吗?
§35εὖ προσβιβάζεις μʼ.
你倒说服了我。
ἀλλʼ ἑτέρᾳ πῃ σκεπτέον.
不过我们得往别的方向想想看。
§36βούλει τὸ πρᾶγμα τοῖς θεαταῖσιν φράσω;
你想让我把这事情向观众们说明一下吗?
§37οὐ χεῖρον·
这主意不坏。
ἓν δʼ αὐτοὺς παραιτησώμεθα, §38ἐπίδηλον ἡμῖν τοῖς προσώποισιν ποιεῖν, §39ἢν τοῖς ἔπεσι χαίρωσι καὶ τοῖς πράγμασιν.
不过我们要恳求他们一件事:如果他们喜欢我们的台词和情节,就请在脸上清楚地向我们表现出来。
§40λέγοιμʼ ἂν ἤδη.
那我这就说了。
νῷν γάρ ἐστι δεσπότης §41ἄγροικος ὀργὴν κυαμοτρὼξ ἀκράχολος, §42Δῆμος πυκνίτης, δύσκολον γερόντιον §43ὑπόκωφον.
因为我们有一个主人,脾气粗鲁,爱嚼蚕豆,易怒,他就是普尼克斯的德谟斯(民众),一个脾气古怪、耳朵有点背的老头儿。
οὗτος τῇ προτέρᾳ νουμηνίᾳ §44ἐπρίατο δοῦλον, βυρσοδέψην Παφλαγόνα, §45πανουργότατον καὶ διαβολώτατόν τινα.
这个老头,在上一个新月那天买了一个奴隶,一个制革匠帕夫拉戈尼亚人,是个极其奸诈、极爱进谗言的家伙。
§46οὗτος καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους, §47ὁ βυρσοπαφλαγών, ὑποπεσὼν τὸν δεσπότην §48ᾔκαλλʼ ἐθώπευʼ ἐκολάκευʼ ἐξηπάτα §49κοσκυλματίοις ἄκροισι τοιαυτὶ λέγων· §50ὦ Δῆμε λοῦσαι πρῶτον ἐκδικάσας μίαν, §51ἐνθοῦ ῥόφησον ἔντραγʼ ἔχε τριώβολον.
这个制革帕夫拉戈尼亚人摸透了老头的脾气,对主人谄媚逢迎,摇尾乞怜,阿谀奉承,欺骗他,用一些零碎的小皮革欺骗他,嘴里说着这样的话: “德谟斯,审理完一件案子后,先去洗个澡吧,把这个塞进嘴里,吞下去,吃点甜点,拿走你的三奥博尔吧。
§52βούλει παραθῶ σοι δόρπον;
想让我给您端上晚餐吗?
εἶτʼ ἀναρπάσας §53ὅ τι ἄν τις ἡμῶν σκευάσῃ, τῷ δεσπότῃ §54Παφλαγὼν κεχάρισται τοῦτο.
”接着,只要我们有人准备了什么,这个帕夫拉戈尼亚人就会把它抢走,当成自己的恩惠献给主人。
καὶ πρώην γʼ ἐμοῦ §55μᾶζαν μεμαχότος ἐν Πύλῳ Λακωνικήν, §56πανουργότατά πως περιδραμὼν ὑφαρπάσας §57αὐτὸς παρέθηκε τὴν ὑπʼ ἐμοῦ μεμαγμένην,
就在前几天,我在皮洛斯捏好了一块拉科尼亚大麦饼,他却不知怎么极其奸诈地绕了过来,一把抢走,把他自己——把那块由我捏好的大麦饼——献了上去。
§58ἡμᾶς δʼ ἀπελαύνει κοὐκ ἐᾷ τὸν δεσπότην §59ἄλλον θεραπεύειν, ἀλλὰ βυρσίνην ἔχων §60δειπνοῦντος ἑστὼς ἀποσοβεῖ τοὺς ῥήτορας.
他把我们赶开,不让别的任何人伺候主人,而是在主人用餐时拿着皮苍蝇拍站在一旁,把那些演说家们轰走。
§61ᾄδει δὲ χρησμούς· ὁ δὲ γέρων σιβυλλιᾷ.
他还在那儿高唱神谕,而那老头则迷恋神谕,发了希比拉狂。
§62ὁ δʼ αὐτὸν ὡς ὁρᾷ μεμακκοακότα, §63τέχνην πεποίηται.
他一看到老头听得呆若木鸡,就使出诡计。
τοὺς γὰρ ἔνδον ἄντικρυς §64ψευδῆ διαβάλλει· κᾆτα μαστιγούμεθα §65ἡμεῖς·
因为他公然用谎言诬陷家里的人,接着挨鞭子的就是我们。
Παφλαγὼν δὲ περιθέων τοὺς οἰκέτας §66αἰτεῖ ταράττει δωροδοκεῖ λέγων τάδε· §67ὁρᾶτε τὸν Ὕλαν διʼ ἐμὲ μαστιγούμενον;
而那个帕夫拉戈尼亚人则在仆人之间跑来跑去,索要钱财,制造混乱,收受贿赂,嘴里说道: “你们看见希拉斯因为我而挨鞭子了吗?
§68εἰ μή μʼ ἀναπείσετʼ, ἀποθανεῖσθε τήμερον.
要是你们不买通我,今天就是你们的死期。
§69ἡμεῖς δὲ δίδομεν·
” 于是我们只好掏钱。
εἰ δὲ μή, πατούμενοι §70ὑπὸ τοῦ γέροντος ὀκταπλάσιον χέζομεν.
否则,被那老头一顿践踏,我们拉出来的屎得有八倍多。
§71νῦν οὖν ἀνύσαντε φροντίσωμεν ὦγαθέ, §72ποίαν ὁδὸν νὼ τρεπτέον καὶ πρὸς τίνα.
所以现在,好伙计,我们赶紧考虑一下,我们该走哪条路,又该投奔谁。
§73κράτιστʼ ἐκείνην τὴν μόλωμεν ὦγαθέ.
最好还是那条“走吧”(逃跑)的路,好伙计。
§74ἀλλʼ οὐχ οἷόν τε τὸν Παφλαγόνʼ οὐδὲν λαθεῖν· §75ἐφορᾷ γὰρ οὗτος πάντʼ.
但是想瞒过那帕夫拉戈尼亚人,那是一点门都没有;因为他监视着一切。
ἔχει γὰρ τὸ σκέλος §76τὸ μὲν ἐν Πύλῳ, τὸ δʼ ἓτερον ἐν τἠκκλησίᾳ.
他的一条腿在皮洛斯,另一条腿在公民大会。
§77τοσόνδε δʼ αὐτοῦ βῆμα διαβεβηκότος §78ὁ πρωκτός ἐστιν αὐτόχρημʼ ἐν Χάοσιν, §79τὼ χεῖρʼ ἐν Αἰτωλοῖς, ὁ νοῦς δʼ ἐν Κλωπιδῶν.
他迈着这么大的步子跨立着,屁眼正好在卡奥尼亚,一双手在埃托利亚,而心思却在克洛皮代。
§80κράτιστον οὖν νῷν ἀποθανεῖν.
所以我们俩最好的办法就是死。
§80bἀλλὰ σκόπει, §81ὅπως ἂν ἀποθάνοιμεν ἀνδρικώτατα.
不过,你得琢磨琢磨,我们怎么死才最像个男子汉。
§82πῶς δῆτα πῶς γένοιτʼ ἂν ἀνδρικώτατα;
到底怎么死,怎么死才最像男子汉呢?

词汇与语法注释

  1. 3αὐταῖσι βουλαῖς — 代词 αὐτός 的与格(此处为阴性复数与格 αὐταῖσι)在无前置词的情况下与名词与格(βουλαῖς)连用,表示伴随或完全包含(“连同……一起”)。此处意为将帕夫拉戈尼亚人“连同他的诡计一起”毁灭。
  2. 16ἁμὲ — 关系代词 ἅ(中性复数宾格,作 λέγειν 的直接宾语)与人称代词 ἐμέ(宾格,作无人称动词 χρή 的逻辑主语)的混同(crasis)形式。整句构成名词性从句,意为“我应该说的话”。
  3. 26αὐτομολῶμεν — 谐音双关游戏。通过教导说话者连续且快速地念出 μόλωμεν(“我们走吧”,第一人称复数劝诱虚拟式)和 αὐτό(“它”),从而使其发音等同于 αὐτομολῶμεν(“让我们逃跑/背叛”,动词 αὐτομολέω 的第一人称复数劝诱虚拟式)。
  4. 34θεοῖσιν ἐχθρός — 与格 θεοῖσιν(古风的史诗/伊奥尼亚方言与格复数形式)依附于形容词 ἐχθρός。此处作被动含义(“被诸神所憎恨的”)而非主动含义(“对诸神敌对的”)。紧接着的疑问句 οὐκ εἰκότως;(“这难道不合情合理吗?”)反讽地表明,他被神明所憎恨的悲惨境遇正是神明存在的合理解释。
  5. 46καταγνοὺς τοῦ γέροντος τοὺς τρόπους — 分词 καταγνούς(动词 καταγιγνώσκω 的不定过去时主动分词)的构文。该动词通常支配人称属格与罪行/惩罚的宾格,意为“判定某人有罪”,但在此处引申为“摸透/看穿了老人(τοῦ γέροντος)的脾气/习惯(τοὺς τρόπους)”以谋求私利。

引用这一段

阿里斯托芬, 骑士 §1-82. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:1-82

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。