以及你们与米底人及大王共同起誓的所有阴谋,还有这些从波奥提亚一起捏制乳酪般策划出来的事。
§480πῶς οὖν ὁ τυρὸς ἐν Βοιωτοῖς ὤνιος;
话说回来,波奥提亚的乳酪卖多少钱?
§481ἐγώ σε νὴ τὸν Ἡρακλέα παραστορῶ.
凭赫拉克勒斯起誓,我要把你打倒在地。
§482ἄγε δὴ σὺ τίνα νοῦν ἢ τίνα ψυχὴν ἔχεις;
来吧,你到底有什么样的智慧或什么样的斗志?
§483νυνί γε δείξεις, εἴπερ ἀπεκρύψω τότε §484ἐς τὼ κοχώνα τὸ κρέας, ὡς αὐτὸς λέγεις· §485θεύσει γὰρ ᾄξας ἐς τὸ βουλευτήριον, §486ὡς οὗτος ἐσπεσὼν ἐκεῖσε διαβαλεῖ §487ἡμᾶς ἅπαντας καὶ κράγον κεκράξεται.
如今你可要显露身手了,如果真如你自称的那样,那时你曾把肉藏在股间;因为你必须奔跑冲向议事会,毕竟这家伙会闯入那里,诬陷我们所有人,并且大肆叫嚣。
§488ἀλλʼ εἶμι·
好,我去。
πρῶτον δʼ ὡς ἔχω τὰς κοιλίας §489καὶ τὰς μαχαίρας ἐνθαδὶ καταθήσομαι.
不过首先,我要把手里的内脏和刀子先放在这里。
来,用这个涂在你的脖子上,好让你能从诽谤中溜走。
§492ἀλλʼ εὖ λέγεις καὶ παιδοτριβικῶς ταυταγί.
说的真好,这确实是体育教练般的做法。
§493ἔχε νυν, ἐπέγκαψον λαβὼν ταδί.
来,拿着这些吞下去。
§493bτί δαί;
为什么?
§494ἵνʼ ἄμεινον ὦ τᾶν ἐσκοροδισμένος μάχῃ.
好让你在战斗中吃足了大蒜,能战得更勇猛,朋友。
§495καὶ σπεῦδε ταχέως.
动作要快。
§495bταῦτα δρῶ.
我这就去。
§495cμέμνησό νυν §496δάκνειν διαβάλλειν, τοὺς λόφους κατεσθίειν, §497χὤπως τὰ κάλλαἰ ἀποφαγὼν ἥξεις πάλιν.
现在记住了:去咬,去诬陷,把他们的鸡冠吃尽,还要把他们的肉垂咬碎吞下再回来。
§498ἄλλʼ ἴθι χαίρων, καὶ πράξειας §499κατὰ νοῦν τὸν ἐμόν, καί σε φυλάττοι §500Ζεὺς ἀγοραῖος· καὶ νικήσας §501αὖθις ἐκεῖθεν πάλιν ὡς ἡμᾶς §502ἔλθοις στεφάνοις κατάπαστος.
那么高兴地去吧,愿你万事如我所愿,愿广场的宙斯保佑你;愿你获胜后再次从那里回到我们这里,满身缀满花冠。
§503ὑμεῖς δʼ ἡμῖν προσέχετε τὸν νοῦν §504τοῖς ἀναπαίστοις, §505ὦ παντοίας ἤδη Μούσης §506πειραθέντες καθʼ ἑαυτούς.
而你们,请专注于我们的短长短格,噢,你们这些早已独自尝遍各种缪斯的人。
§507εἰ μέν τις ἀνὴρ τῶν ἀρχαίων κωμῳδοδιδάσκαλος ἡμᾶς §508ἠνάγκαζεν λέξοντας ἔπη πρὸς τὸ θέατρον παραβῆναι, §509οὐκ ἂν φαύλως ἔτυχεν τούτου· νῦν δʼ ἄξιός ἐσθʼ ὁ ποιητής, §510ὅτι τοὺς αὐτοὺς ἡμῖν μισεῖ τολμᾷ τε λέγειν τὰ δίκαια, §511καὶ γενναίως πρὸς τὸν τυφῶ χωρεῖ καὶ τὴν ἐριώλην.
如果以前的哪位喜剧创作者曾强迫我们走向剧场向观众朗诵诗句,他本不会轻易得逞;但如今这位诗人值得,因为他与我们憎恨同样的人,并敢于说出公道话,且高尚地迎着狂风与暴风雨前进。
§512ἃ δὲ θαυμάζειν ὑμῶν φησιν πολλοὺς αὐτῷ προσιόντας §513καὶ βασανίζειν ὡς οὐχὶ πάλαι χορὸν αἰτοίη καθʼ ἑαυτόν, §514ἡμᾶς ὑμῖν ἐκέλευε φράσαι περὶ τούτου.
至于他说你们中许多人来到他跟前感到惊奇并诘问的事——即为什么他很久以前不为自己申请歌队—— 他吩咐我们向你们解释。
φησὶ γὰρ ἁνὴρ §515οὐχ ὑπʼ ἀνοίας τοῦτο πεπονθὼς διατρίβειν, ἀλλὰ νομίζων §516κωμῳδοδιδασκαλίαν εἶναι χαλεπώτατον ἔργον ἁπάντων· §517πολλῶν γὰρ δὴ πειρασάντων αὐτὴν ὀλίγοις χαρίσασθαι· §518ὑμᾶς τε πάλαι διαγιγνώσκων ἐπετείους τὴν φύσιν ὄντας §519καὶ τοὺς προτέρους τῶν ποιητῶν ἅμα τῷ γήρᾳ προδιδόντας· §520τοῦτο μὲν εἰδὼς ἅπαθε Μάγνης ἅμα ταῖς πολιαῖς κατιούσαις, §521ὃς πλεῖστα χορῶν τῶν ἀντιπάλων νίκης ἔστησε τροπαῖα· §522πάσας δʼ ὑμῖν φωνὰς ἱεὶς καὶ ψάλλων καὶ πτερυγίζων §523καὶ λυδίζων καὶ ψηνίζων καὶ βαπτόμενος βατραχείοις §524οὐκ ἐξήρκεσεν, ἀλλὰ τελευτῶν ἐπὶ γήρως, οὐ γὰρ ἐφʼ ἥβης, §525ἐξεβλήθη πρεσβύτης ὤν, ὅτι τοῦ σκώπτειν ἀπελείφθη·
因为这人说,他并不是因为愚蠢而耽搁时间,而是因为他认为喜剧制作是所有工作中最为艰难的;因为虽然有很多人曾尝试过它,但得到青睐的却屈指可数;而且因为他早就知道你们天生就是善变的,并且在先前的诗人们年老时,你们就会背弃他们;他知道当白发落满头时,马格内斯遭遇了什么,那位曾在与对手歌队的竞争中树立了最多胜利纪念碑的人;虽然他为了你们发出各种声音,弹琴,展翅,唱吕底亚调,扮演无花果小蜂,甚至把自己染成青蛙的绿色,这也无济于事,但在最后,是在老年而非青年时期,他因年迈而被抛弃,因为他已不再擅长嘲讽。
§526εἶτα Κρατίνου μεμνημένος, ὃς πολλῷ ῥεύσας ποτʼ ἐπαίνῳ §527διὰ τῶν ἀφελῶν πεδίων ἔρρει, καὶ τῆς στάσεως παρασύρων §528ἐφόρει τὰς δρῦς καὶ τὰς πλατάνους καὶ τοὺς ἐχθροὺς προθελύμνους· §529ᾆσαι δʼ οὐκ ἦν ἐν ξυμποσίῳ πλὴν
Δωροῖ συκοπέδιλε, §530καὶ
τέκτονες εὐπαλάμων ὕμνων· οὕτως ἤνθησεν ἐκεῖνος.
接着让人想起克拉提诺斯,他曾伴随着丰盛的赞美之流奔流过平坦的平原,并冲刷着它们的位置,连根拔起并卷走了橡树、悬铃木以及他的宿敌;宴席上除了《无花果凉鞋的多罗》和《精妙赞歌的工匠们》以外,别无他歌可唱;那人便是如此繁盛。
§531νυνὶ δʼ ὑμεῖς αὐτὸν ὁρῶντες παραληροῦντʼ οὐκ ἐλεεῖτε, §532ἐκπιπτουσῶν τῶν ἠλέκτρων καὶ τοῦ τόνου οὐκέτʼ ἐνόντος §533τῶν θʼ ἁρμονιῶν διαχασκουσῶν· ἀλλὰ γέρων ὢν περιέρρει, §534ὥσπερ Κοννᾶς, στέφανον μὲν ἔχων αὖον δίψῃ δʼ ἀπολωλώς, §535ὃν χρῆν διὰ τὰς προτέρας νίκας πίνειν ἐν τῷ πρυτανείῳ, §536καὶ μὴ ληρεῖν ἀλλὰ θεᾶσθαι λιπαρὸν παρὰ τῷ Διονύσῳ.
但如今你们看着他胡言乱语,却毫不怜悯,尽管他的琥珀装饰已经脱落,琴弦也已失去张力,他的音调也彻底松垮裂开;但他作为一个老人,依然到处游荡,就像孔纳斯一样,戴着枯萎的花冠,渴得要命,凭着昔日的胜利,他本该在市政厅里痛饮,而不是在这里胡涂,应该在狄奥尼索斯身旁,打扮得体面亮丽地观剧。
§537οἵας δὲ Κράτης ὀργὰς ὑμῶν ἠνέσχετο καὶ στυφελιγμούς, §538ὃς ἀπὸ σμικρᾶς δαπάνης ὑμᾶς ἀριστίζων ἀπέπεμπεν, §539ἀπὸ κραμβοτάτου στόματος μάττων ἀστειοτάτας ἐπινοίας· §540χοὖτος μέντοι μόνος ἀντήρκει, τοτὲ μὲν πίπτων τοτὲ δʼ οὐχί.
还有,克拉特斯曾忍受了你们多少怒火与指责,他用微薄的开销,喂饱你们并送你们回去,用最廉价的嘴捏合出最雅致的创意;然而也只有他独自坚持了下来,时而失败跌倒,时而成功。