Humanitext Reader

阿里斯托芬 · 骑士 §1257-1331

阿戈拉克里托斯显露真名与德墨斯的复春

第 17 段,共 18 段 · 希腊语

内容简介

香肠贩子透露了自己的真名“阿戈拉克里托斯”,接管了德墨斯并罢免了克里昂。随后,阿戈拉克里托斯通过“重煮”使德墨斯返老还童,恢复了昔日雅典辉煌时期的光荣领袖形象。

§1257ἐμοὶ δέ γʼ ὅ τι σοι τοὔνομʼ εἴπʼ.
德墨斯:但请告诉我你的名字是什么。
§1257bἈγοράκριτος·
阿戈拉克里托斯:阿戈拉克里托斯。
§1258ἐν τἀγορᾷ γὰρ κρινόμενος ἐβοσκόμην.
因为我是在市场中由于诉讼而得以被养活的。
§1259Ἀγορακρίτῳ τοίνυν ἐμαυτὸν ἐπιτρέπω, §1260καὶ τὸν Παφλαγόνα παραδίδωμι τουτονί.
德墨斯:那么,我将自己托付给阿戈拉克里托斯,并且把这个帕拉戈尼亚人交给你。
§1261καὶ μὴν ἐγώ σʼ ὦ Δῆμε θεραπεύσω καλῶς, §1262ὥσθʼ ὁμολογεῖν σε μηδένʼ ἀνθρώπων ἐμοῦ §1263ἰδεῖν ἀμείνω τῇ Κεχηναίων πόλει.
阿戈拉克里托斯:而我,德墨斯啊,一定会好好服侍您,以至于您会承认,为了这个“张口结舌之城”(雅典),没有见过任何比我更优秀的人。
§1264τί κάλλιον ἀρχομένοισιν §1265ἢ καταπαυομένοισιν §1266ἢ θοᾶν ἵππων ἐλατῆρας ἀείδειν, †μηδὲν ἐσ† Λυσίστρατον,
歌队:对于那些开始或者结束的人来说,有什么比歌唱疾驰马车的御者更美好的呢?
§1267μηδὲ Θούμαντιν τὸν ἀνέστιον αὖ λυπεῖν ἑκούσῃ καρδίᾳ;
——绝对不提及利西斯特拉托斯,也不愿存心去伤害那个居无定所的苏曼提斯?
§1268καὶ γὰρ οὗτος ὦ φίλʼ Ἄπολλον ἀεὶ πεινῇ, θαλεροῖς δακρύοις §1273σᾶς ἁπτόμενος φαρέτρας Πυθῶνι δίᾳ μὴ κακῶς πένεσθαι.
因为,亲爱的阿波罗啊,此人总是挨饿,流着热泪在神圣的皮托抚摸着您的箭筒,祈求自己不要陷入悲惨的贫困。
§1274λοιδορῆσαι τοὺς πονηροὺς οὐδέν ἐστʼ ἐπίφθονον, §1275ἀλλὰ τιμὴ τοῖσι χρηστοῖς, ὅστις εὖ λογίζεται.
唾弃恶人绝非可耻之事,反而是对善人的致敬,对于任何明理之人而言皆是如此。
§1276εἰ μὲν οὖν ἄνθρωπος, ὃν δεῖ πόλλʼ ἀκοῦσαι καὶ κακά, §1277αὐτὸς ἦν ἔνδηλος, οὐκ ἂν ἀνδρὸς ἐμνήσθην φίλου.
因此,如果那个理应听到许多恶名的人本身就很出名,我绝不会提及一位亲爱的朋友。
§1278νῦν δʼ Ἀρίγνωτον γὰρ οὐδεὶς ὅστις οὐκ ἐπίσταται, §1279ὅστις ἢ τὸ λευκὸν οἶδεν ἢ τὸν ὄρθιον νόμον.
但现在,没有人不知道阿里格诺托斯,只要是分得清黑白或者懂得正统旋律的人。
§1280ἔστιν οὖν ἀδελφὸς αὐτῷ τοὺς τρόπους οὐ συγγενής, §1281Ἀριφράδης πονηρός.
然而他有一个在德行上毫无血缘关系的兄弟,那就是邪恶的阿里弗拉德斯。
ἀλλὰ τοῦτο μὲν καὶ βούλεται· §1282ἔστι δʼ οὐ μόνον πονηρός, οὐ γὰρ οὐδʼ ἂν ᾐσθόμην, §1283οὐδὲ παμπόνηρος, ἀλλὰ καὶ προσεξηύρηκέ τι.
不过这正是他所期望的;他不仅是邪恶的(否则我甚至不会注意到他),也不仅仅是极其邪恶,他还额外发明了某种脏行。
§1284τὴν γὰρ αὑτοῦ γλῶτταν αἰσχραῖς ἡδοναῖς λυμαίνεται, §1285ἐν κασωρείοισι λείχων τὴν ἀπόπτυστον δρόσον, §1286καὶ μολύνων τὴν ὑπήνην καὶ κυκῶν τὰς ἐσχάρας, §1287καὶ Πολυμνήστεια ποιῶν καὶ ξυνὼν Οἰωνίχῳ.
因为他用可耻的欢愉糟蹋着自己的舌头,在妓院里舔食着令人唾弃的粘液,弄脏了胡须,污秽了女性阴私,做出波吕姆内斯托斯式的丑态,并与奥伊奥尼科斯厮混。
§1288ὅστις οὖν τοιοῦτον ἄνδρα μὴ σφόδρα βδελύττεται, §1289οὔ ποτʼ ἐκ ταὐτοῦ μεθʼ ἡμῶν πίεται ποτηρίου.
因此,凡不极度厌恶此类货色的人,绝不会与我们共饮同一杯酒。
§1290ἦ πολλάκις ἐννυχίαισι §1291φροντίσι συγγεγένημαι, §1294καὶ διεζήτηχʼ ὁπόθεν ποτὲ φαύλως ἐσθίει Κλεώνυμος.
我常常在深夜的沉思中,苦苦追寻克莱奥尼穆斯究竟是从哪里如此贪婪地狼吞虎咽。
§1295φασὶ μὲν γὰρ αὐτὸν ἐρεπτόμενον τὰ τῶν ἐχόντων ἀνέρων §1296οὐκ ἂν ἐξελθεῖν ἀπὸ τῆς σιπύης· τοὺς δʼ ἀντιβολεῖν ἂν ὅμως· §1297ἴθʼ ὦ ἄνα πρὸς γονάτων, ἔξελθε καὶ σύγγνωθι τῇ τραπέζῃ.
因为据说,当他蚕食那些富人的财富时,他绝不肯离开面包箱;而人们却依然会恳求他: “噢,主公啊,求您跪下了,快出来吧,放过这张桌子吧!
§1300φασὶν ἀλλήλαις ξυνελθεῖν τὰς τριήρεις ἐς λόγον, §1301καὶ μίαν λέξαι τινʼ αὐτῶν ἥτις ἦν γεραιτέρα· §1302οὐδὲ πυνθάνεσθε ταῦτʼ ὦ παρθένοι τἀν τῇ πόλει;
” 据说,三桅战船聚集在一起商议,其中一艘较老的船说: “城里的处女们啊,你们难道连这些事都没听说过吗?
§1303φασὶν αἰτεῖσθαί τινʼ ἡμῶν ἑκατὸν ἐς Καρχηδόνα §1304ἄνδρα μοχθηρὸν πολίτην ὀξίνην Ὑπέρβολον·
据说有人要求调遣我们中的一百艘前往迦太基,提出要求的正是那个卑劣的公民,酸酒一般的许佩尔波洛斯。
§1305ταῖς δὲ δόξαι δεινὸν εἶναι τοῦτο κοὐκ ἀνασχετόν, §1306καί τινʼ εἰπεῖν ἥτις ἀνδρῶν ἆσσον οὐκ ἐληλύθει·
” 而其他战船认为这太可怕了,无法容忍,其中一艘从未接近过男子的船说道: “神明保佑!
§1307ἀποτρόπαἰ οὐ δῆτʼ ἐμοῦ γʼ ἄρξει ποτʼ, ἀλλʼ ἐάν με χρῇ, §1308ὑπὸ τερηδόνων σαπεῖσʼ ἐνταῦθα καταγηράσομαι·
他绝不可能统治我;但如果非要如此,我宁可在被船蛆蛀空后,在这里腐烂终老。
§1309οὐδὲ Ναυφάντης γε τῆς Ναύσωνος, οὐ δῆτʼ ὦ θεοί,
纳乌松之女纳乌凡特也绝不屈服,哦诸神啊,绝对不!
§1310εἴπερ ἐκ πεύκης γε κἀγὼ καὶ ξύλων ἐπηγνύμην.
倘若我真的也是用松木和木板建造而成的。
§1311ἢν δʼ ἀρέσκῃ ταῦτʼ Ἀθηναίοις, καθῆσθαί μοι δοκεῖ §1312ἐς τὸ Θησεῖον πλεούσαις ἢ ʼπὶ τῶν σεμνῶν θεῶν.
如果雅典人同意这一点,我认为我们应该起锚,驶向忒修斯神庙,或者到庄严的女神们那里,静坐抗议。
§1313οὐ γὰρ ἡμῶν γε στρατηγῶν ἐγχανεῖται τῇ πόλει·
因为他休想作为我们的将军来嘲弄这个城邦。
§1314ἀλλὰ πλείτω χωρὶς αὐτὸς ἐς κόρακας, εἰ βούλεται, §1315τὰς σκάφας, ἐν αἷς ἐπώλει τοὺς λύχνους, καθελκύσας.
相反,如果他愿意,让他自己一个人去见鬼(向乌鸦航行)吧,把他以前用来卖灯盏的小木船推下水去。
§1316εὐφημεῖν χρὴ καὶ στόμα κλῄειν καὶ μαρτυριῶν ἀπέχεσθαι, §1317καὶ τὰ δικαστήρια συγκλῄειν οἷς ἡ πόλις ἥδε γέγηθεν, §1318ἐπὶ καιναῖσιν δʼ εὐτυχίαισιν παιωνίζειν τὸ θέατρον.
” 阿戈拉克里托斯:应当保持神圣的静默,紧闭双口,免去证言,并关闭这个城邦所由得喜乐的法庭,剧场当为这崭新的幸福唱起胜利之歌。
§1319ὦ ταῖς ἱεραῖς φέγγος Ἀθήναις καὶ ταῖς νήσοις ἐπίκουρε, §1320τίνʼ ἔχων φήμην ἀγαθὴν ἥκεις, ἐφʼ ὅτῳ κνισῶμεν ἀγυιάς;
歌队:哦,神圣雅典的光芒,诸岛屿的救星,你带了什么好消息来,好让我们用祭祀的油脂熏香街道?
§1321τὸν Δῆμον ἀφεψήσας ὑμῖν καλὸν ἐξ αἰσχροῦ πεποίηκα.
阿戈拉克里托斯:我通过重煮德墨斯,把你们那丑陋的他变得美丽了。
§1322καὶ ποῦ ʼστιν νῦν ὦ θαυμαστὰς ἐξευρίσκων ἐπινοίας;
歌队:噢,惊人妙计的发明者啊,他现在何处?
§1323ἐν ταῖσιν ἰοστεφάνοις οἰκεῖ ταῖς ἀρχαίαισιν Ἀθήναις.
阿戈拉克里托斯:他就居住在那戴着紫罗兰花冠的、古老的雅典城里。
§1324πῶς ἂν ἴδοιμεν;
歌队:我们如何才能见到他?
ποίαν τινʼ ἔχει σκευήν;
他穿着怎样的装束?
ποῖος γεγένηται;
他变成了什么模样?
§1325οἷός περ Ἀριστείδῃ πρότερον καὶ Μιλτιάδῃ ξυνεσίτει.
阿戈拉克里托斯:就正如他昔日与阿里斯泰德和米太亚德共餐时那般。
§1326ὄψεσθε δέ· καὶ γὰρ ἀνοιγνυμένων ψόφος ἤδη τῶν προπυλαίων.
你们自会看见;因为此时神庙大门(前门)已经发出了开启的声音。
§1327ἀλλʼ ὀλολύξατε φαινομέναισιν ταῖς ἀρχαίαισιν Ἀθήναις §1328καὶ θαυμασταῖς καὶ πολυύμνοις, ἵνʼ ὁ κλεινὸς Δῆμος ἐνοικεῖ.
那么,请为那展现出来的古老雅典发出欢呼吧,它是如此惊人,被广泛传颂,那荣耀的德墨斯就居住其中。
§1329ὦ ταὶ λιπαραὶ καὶ ἰοστέφανοι καὶ ἀριζήλωτοι Ἀθῆναι, §1330δείξατε τὸν τῆς Ἑλλάδος ὑμῖν καὶ τῆς γῆς τῆσδε μόναρχον.
歌队:哦,那闪耀的、戴着紫罗兰花冠的、令人艳羡的雅典,请向我们展示这位希腊以及这片土地的君王。
§1331ὅδʼ ἐκεῖνος ὁρᾶν τεττιγοφόρας, ἀρχαίῳ σχήματι λαμπρός,
阿戈拉克里托斯:瞧,那就是他,佩戴着金蝉,在古老的装束中显得光辉灿烂,

词汇与语法注释

  1. 1258κρινόμενος — 动词 κρίνω 的被动语态现在分词,意为“被审判”或“被起诉”。与介词短语 ἐν τἀγορᾷ(在市场中)连用,用以解释“阿戈拉克里托斯”(Ἀγοράκριτος,由“市场”agora与“审判”kritos组成)这一名字的词源。这暗示了他在广场上通过参与频繁的诉讼来谋生。
  2. 1266μηδὲν ἐς Λυσίστρατον — 此句为无动词的省略表达,与后文的不定式 λυπεῖν(伤害、折磨)呈并列关系,或者隐含了“绝不(人身攻击/提及)利西斯特拉托斯”这一动作。合唱队在此使用了“假省笔”(paralipsis)的修辞手法,即声称不进行讽刺,却通过提及名字达到了讽刺的效果。
  3. 1295οὐκ ἂν ἐξελθεῖν... τοὺς δʼ ἀντιβολεῖν ἂν — 间接引语中的 ἄν 加上不定式,受表示传闻的 φασίν(人们说)支配。该结构对应直接引语中表示“过去习惯或反复动作”的 ἄν 加上直说语气未完成过去时(οὐκ ἂν ἐξῆλθεν... οἱ δʼ ἠντιβόλουν ἄν)。它生动地描绘了过去反复出现的滑稽场景:“他过去绝不肯离开……而他们总是哀求他”。
  4. 1321ἀφεψήσας — 动词 ἀφέψω(煮干、重煮以使返老还童)的自动词主动作持阿奥里斯特(aorist)分词。这引用了希腊神话中美狄亚在大釜中煮老羊或老人使其恢复青春的巫术。在这里,它幽默地表示卖香肠的阿戈拉克里托斯发挥其煮肉的职业技能,将衰老的“德墨斯”(民众)戏剧性地改造回了昔日全盛时期的辉煌模样。

引用这一段

阿里斯托芬, 骑士 §1257-1331. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg002.humanitext-grc2:1257-1331

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。