Humanitext Reader

阿里斯托芬 · 阿卡奈人 §959-1045

拒绝拉马科斯与农夫的求请

第 12 段,共 14 段 · 希腊语

内容简介

迪凯奥波利斯拒绝了将军拉马科斯购买美味的请求,尽情享受和约带来的丰盛宴席。此时,因战争失去公牛、哭坏了眼睛的不幸农夫德尔克特斯前来乞求分得一点和平,但迪凯奥波利斯无情地拒绝了他,并继续准备他的节日盛宴。

§959Δικαιόπολι.
迪凯奥波利斯!
§959bτίς ἔστι;
是谁?
τί με βωστρεῖς;
你为什么大声叫我?
§959cὅ τι;
怎么了?
§960ἐκέλευε Λάμαχός σε ταυτησὶ δραχμῆς §961ἐς τοὺς Χοᾶς αὑτῷ μεταδοῦναι τῶν κιχλῶν, §962τριῶν δραχμῶν δʼ ἐκέλευε Κωπᾷδʼ ἔγχελυν.
拉马科斯命令你,用这一德拉克马,在酒瓶节分给他一些鸫鸟,他还命令用三德拉克马买一条科派斯湖的鳗鱼。
§963ὁ ποῖος οὗτος Λάμαχος τὴν ἔγχελυν;
这个想要鳗鱼的拉马科斯到底是何许人也?
§964ὁ δεινός, ὁ ταλαύρινος, ὃς τὴν Γοργόνα §965πάλλει κραδαίνων τρισὶ κατάσκιος λόφοις.
那位可怕的、手持牛皮盾的、挥舞着戈耳工的、摇曳在三层头盔羽饰阴影下的人。
§966οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα·
凭宙斯起誓,绝不可能,哪怕他把他的盾牌给我!
§967ἀλλʼ ἐπὶ ταρίχει τοὺς λόφους κραδαινέτω·
让他去在咸鱼上面摇晃他的羽饰吧。
§968ἢν δʼ ἀπολιγαίνῃ, τοὺς ἀγορανόμους καλῶ.
如果他大声叫嚷,我就叫市场监督官来。
§969ἐγὼ δʼ ἐμαυτῷ τόδε λαβὼν τὸ φορτίον §970εἴσειμʼ ὑπαὶ πτερύγων κιχλᾶν καὶ κοψίχων.
而我,为自己拿上这批货,要在鸫鸟和黑鹂的翅膀拍击声下进屋去了。
§971εἶδες ὦ εἶδες ὦ πᾶσα πόλι τὸν φρόνιμον ἄνδρα τὸν ὑπέρσοφον,
你看到了吗,噢,你看到了吗,全城的人啊,那个聪明、极其智慧的人?
§973οἷʼ ἔχει σπεισάμενος ἐμπορικὰ χρήματα διεμπολᾶν, §975ὧν τὰ μὲν ἐν οἰκίᾳ χρήσιμα, τὰ δʼ αὖ πρέπει χλιαρὰ κατεσθίειν.
在缔结了和约之后,他拥有了何等丰盛的商业货物来贩卖,这些货物中,有些在家中极为有用,而另一些则适宜趁热吞食。
§976αὐτόματα πάντʼ ἀγαθὰ τῷδέ γε πορίζεται.
各种好东西都自动为他准备妥当。
§977οὐδέποτʼ ἐγὼ Πόλεμον οἴκαδʼ ὑποδέξομαι, §978οὐδὲ παρʼ ἐμοί ποτε τὸν Ἁρμόδιον ᾄσεται §979ξυγκατακλινείς, ὅτι παροινικὸς ἀνὴρ ἔφυ, §980ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας §981ἠργάσατο πάντα κακά, κἀνέτρεπε κἀξέχει §982κἀμάχετο καὶ προσέτι πολλὰ προκαλουμένου §983πῖνε κατάκεισο λαβὲ τήνδε φιλοτησίαν §984τὰς χάρακας ἧπτε πολὺ μᾶλλον ἐν τῷ πυρί, §985ἐξέχει θʼ ἡμῶν βίᾳ τὸν οἶνον ἐκ τῶν ἀμπέλων.
我决不把“战争”迎进家门,他也绝不能在我家并排躺着,唱起《哈尔莫迪乌斯》之歌,因为他是个醉酒后撒泼的家伙,他闯入那些拥有一切美好事物的人们的宴席中,制造了所有的灾祸,推翻、倾倒,并且争斗;而且,尽管我一再邀请他,说“喝吧,躺下吧,接下这杯友谊之酒吧”,他却更起劲地把我们的葡萄藤支柱扔进火里烧毁,并用暴力将我们的葡萄酒从葡萄藤里倾倒出来。
§986οὑτοσὶ δʼ ἐπτέρωταί τʼ ἐπὶ τὸ δεῖπνον ἅμα καὶ μεγάλα δὴ φρονεῖ, §987τοῦ βίου δʼ ἐξέβαλε δεῖγμα τάδε τὰ πτερὰ πρὸ τῶν θυρῶν.
而这个男人为了晚餐而展翅高飞,神气十足,他把这些羽毛扔在门前,作为自己富足生活的见证。
§988ὦ Κύπριδι τῇ καλῇ καὶ Χάρισι ταῖς φίλαις ξύντροφε Διαλλαγή, §990ὡς καλὸν ἔχουσα τὸ πρόσωπον ἄρʼ ἐλάνθανες.
噢,与美丽的塞浦路斯神和亲爱的美惠三女神一同成长起来的“和解”啊,原来你有着如此美丽的容颜,我们竟一直没有发觉。
§991πῶς ἂν ἐμὲ καὶ σέ τις Ἔρως ξυναγάγοι λαβών, §992ὥσπερ ὁ γεγραμμένος ἔχων στέφανον ἀνθέμων.
但愿有某个厄洛斯能将你我带到一起,紧紧相连,就像画中描绘的那样,戴着花冠。
§993ἢ πάνυ γερόντιον ἴσως νενόμικάς με σύ;
还是说,你或许以为我是个糟老头子?
§994ἀλλά σε λαβὼν τρία δοκῶ γʼ ἂν ἔτι προσβαλεῖν· §995πρῶτα μὲν ἂν ἀμπελίδος ὄρχον ἐλάσαι μακρόν, §996εἶτα παρὰ τόνδε νέα μοσχίδια συκίδων, §997καὶ τὸ τρίτον ἡμερίδος ὄρχον, ὁ γέρων ὁδί, §998καὶ περὶ τὸ χωρίον ἐλᾷδας ἅπαν ἐν κύκλῳ, §999ὥστʼ ἀλείφεσθαί σʼ ἀπʼ αὐτῶν κἀμὲ ταῖς νουμηνίαις.
但如果我能拥有你,我觉得自己还能再干成三件事:首先,我要种上一长排葡萄藤,其次,在它旁边种下无花果树的嫩枝,第三,再种一排栽培葡萄,由我这个老头子亲自来,还要在土地周围圈种上一整圈橄榄树,好让你我在新月节时,都能用它们产出的橄榄油来涂抹身体。
§1000ἀκούετε λεῴ·
听着,人民啊!
κατὰ τὰ πάτρια τοὺς Χοᾶς §1001πίνειν ὑπὸ τῆς σάλπιγγος· ὃς δʼ ἂν ἐκπίῃ §1002πρώτιστος, ἀσκὸν Κτησιφῶντος λήψεται.
依照祖先的习俗,在喇叭声中饮尽“酒瓶”;谁最先喝干,谁就能获得克特西丰的大皮囊。
§1003ὦ παῖδες ὦ γυναῖκες οὐκ ἠκούσατε;
孩子们,妇女们,你们没有听到吗?
§1004τί δρᾶτε;
你们在磨蹭什么?
τοῦ κήρυκος οὐκ ἀκούετε;
没听到传令官的话吗?
§1005ἀναβράττετʼ ἐξοπτᾶτε τρέπετʼ ἀφέλκετε §1006τὰ λαγῷα ταχέως, τοὺς στεφάνους ἀνείρετε.
煮啊,烤啊,翻动啊,把野兔肉快快拿下来,把花冠编织起来!
§1007φέρε τοὺς ὀβελίσκους, ἵνʼ ἀναπείρω τὰς κίχλας.
拿烤肉签来,好让我把鸫鸟穿起来。
§1008ζηλῶ σε τῆς εὐβουλίας, §1009μᾶλλον δὲ τῆς εὐωχίας §1010ἄνθρωπε τῆς παρούσης.
我嫉妒你的明智,但我更嫉妒你的盛宴,伙计,就在你面前的这顿。
§1011τί δῆτʼ ἐπειδὰν τὰς κίχλας ὀπτωμένας ἴδητε;
那么,要是等你们看到鸫鸟正在被烤熟的时候呢?
§1012οἶμαί σε καὶ τοῦτʼ εὖ λέγειν.
我想你说的这句话也太对了。
§1012bτὸ πῦρ ὑποσκάλευε.
把下面的火拨旺些。
§1015ἤκουσας ὡς μαγειρικῶς §1016κομψῶς τε καὶ δειπνητικῶς §1017αὑτῷ διακονεῖται;
你听到了吗,他是多么像个厨子,优雅又讲究地,亲自为自己侍奉?
§1018οἴμοι τάλας.
哎呀,我这可怜的人啊!
§1018bὦ Ἡράκλεις τίς οὑτοσί;
凭赫拉克勒斯起誓,这是谁?
§1019ἀνὴρ κακοδαίμων.
一个不幸的人。
§1019bκατὰ σεαυτόν νυν τρέπου.
那你就走你自己的路去吧。
§1020ὦ φίλτατε, σπονδαὶ γάρ εἰσι σοὶ μόνῳ, §1021μέτρησον εἰρήνης τί μοι, κἂν πέντʼ ἔτη.
噢,最亲爱的人啊,既然只有你拥有和约,哪怕分给我五年份的和平也行。
§1022τί δʼ ἔπαθες;
可是你出了什么事?
§1022bἐπετρίβην ἀπολέσας τὼ βόε.
我失去了两头公牛,彻底破产了。
§1023πόθεν;
怎么丢的?
§1023bἀπὸ Φυλῆς ἔλαβον οἱ Βοιώτιοι.
玻俄提亚人从菲莱把它们抢走了。
§1024ὦ τρισκακόδαιμον εἶτα λευκὸν ἀμπέχει;
噢,极其不幸的家伙! 那你居然还穿着白衣服?
§1025καὶ ταῦτα μέντοι νὴ Δίʼ ὥπερ μʼ ἐτρεφέτην §1026ἐν πᾶσι βολίτοις.
确实如此,凭宙斯起誓,而且它们曾供养着我,在各种粪肥中。
§1026bεἶτα νυνὶ τοῦ δέει;
那么现在你想要什么?
§1027ἀπόλωλα τὠφθαλμὼ δακρύων τὼ βόε.
为了我那两头牛,我哭得双眼都要瞎了。
§1028ἀλλʼ εἴ τι κήδει Δερκέτου Φυλασίου, §1029ὑπάλειψον εἰρήνῃ με τὠφθαλμὼ ταχύ.
如果你对菲莱的德尔克特斯还有一丝同情,就快用和平涂抹我的眼睛。
§1030ἀλλʼ ὦ πόνηρʼ οὐ δημοσιεύων τυγχάνω.
可是,老兄,我偏偏不是公立医生啊。
§1031ἴθʼ ἀντιβολῶ σʼ, ἤν πως κομίσωμαι τὼ βόε.
求求你了,好让我能以某种方式找回我的牛。
§1032οὐκ ἔστιν, ἀλλὰ κλᾶε πρὸς τοὺς Πιττάλου.
那不可能,去皮塔洛斯的弟子那里哭去吧。
§1033σὺ δʼ ἀλλά μοι σταλαγμὸν εἰρήνης ἕνα §1034ἐς τὸν καλαμίσκον ἐνστάλαξον τουτονί.
那么至少,把一滴和平之水滴进我这根小芦苇管里吧。
§1035οὐδʼ ἂν στριβιλικίγξ·
半个点儿也不给!
ἀλλʼ ἀπιὼν οἴμωζέ ποι.
快走开,上别处哭去。
§1036οἴμοι κακοδαίμων τοῖν γεωργοῖν βοιδίοιν.
唉,可怜的我啊,我那两头耕田的宝贝牛!
§1037ἁνὴρ ἀνηύρηκέν τι ταῖς §1038σπονδαῖσιν ἡδύ, κοὐκ ἔοικεν §1039οὐδενὶ μεταδώσειν.
这个男人在和约中找到了某种甜头,而且他看起来根本不打算跟任何人分享。
§1040κατάχει σὺ τῆς χορδῆς τὸ μέλι, τὰς σηπίας στάθευε.
把蜂蜜浇在香肠上,把乌贼烤一烤。
§1041ἤκουσας ὀρθιασμάτων;
你听到他高亢的呼喊了吗?
§1041bὀπτᾶτε τἀγχέλεια.
烤鳗鱼吧。
§1044ἀποκτενεῖς λιμῷ ʼμὲ καὶ §1045τοὺς γείτονας κνίσῃ τε καὶ
你要把我饿死了,还有你的邻居们,被这肉香和你的呼喊声折磨死。

词汇与语法注释

  1. §966οὐκ ἂν μὰ Δίʼ εἰ δοίη γέ μοι τὴν ἀσπίδα — 在 οὐκ ἂν 之后省略了如 [μεταδοίην](“我不会分享”)或 [δοίην](“我不会给”)等希求语气动词,与后面的条件从句 εἰ δοίη(“哪怕他给”)相呼应,构成潜在条件句的主句。
  2. §980ὅστις ἐπὶ πάντʼ ἀγάθʼ ἔχοντας ἐπικωμάσας — 由关系代词 ὅστις(ὅστις)引导的从句用以描述前文“战争”(Πόλεμος)的恶劣本质。它将战争拟人化为一个闯入和平宴席的撒泼醉客(κωμαστής),并通过一连串过去时动词(ἠργάσατο、κἀνέτρεπε、κἀξέχει、κἀμάχετο)来生动描绘其暴虐行径。
  3. §1024εἶτα λευκὸν ἀμπέχει — 副词 εἶτα(“然后”、“居然还”)在此表达了说话者的惊讶与讥讽。迪凯奥波利斯指出了一个矛盾:既然农夫声称自己因失去牛只而彻底破产、陷入极度悲痛,却“居然还”穿着代表节日或非丧服的白色衣服(λευκόν)。
  4. §1033σὺ δʼ ἀλλά — σὺ δέ 与表示强烈转折的 ἀλλά 结合的惯用表达。在大要求被拒绝后,用以引出退一步的最低限度请求,意为“那么至少你……”或“退一步说,至少请……”。

引用这一段

阿里斯托芬, 阿卡奈人 §959-1045. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg001.humanitext-grc2:959-1045

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。