§1046φωνῇ τοιαῦτα λάσκων.
用这样的声音大声嚷嚷。
§1047ὀπτᾶτε ταυτὶ καὶ καλῶς ξανθίζετε.
把这些烤一烤,烤成漂亮的金黄色!
§1048Δικαιόπολι.
迪凯奥波利斯!
§1048bτίς οὑτοσί;
这是谁?
τίς οὑτοσί;
这是谁?
§1050bκαλῶς γε ποιῶν ὅστις ἦν.
不管他是谁,这事办得真漂亮。
§1051ἐκέλευε δʼ ἐγχέαι σε τῶν κρεῶν χάριν, §1052ἵνα μὴ στρατεύοιτʼ ἀλλὰ βινοίη μένων, §1053ἐς τὸν ἀλάβαστον κύαθον εἰρήνης ἕνα.
他请求你,作为肉的谢礼,往这只阿拉巴斯特香瓶里灌上一杯和平之水,好让他不用去服兵役,能留下来陪伴新娘。
把肉拿走,拿走,不要给我,就算给我一万德拉克马,我也不灌。
§1056ἀλλʼ αὑτηὶ τίς ἔστιν;
不过,这位女子又是谁?
§1056bἡ νυμφεύτρια
是伴娘。
§1057δεῖται παρὰ τῆς νύμφης τι σοὶ λέξαι μόνῳ.
她替新娘来请求你,要单独对你说几句话。
§1058φέρε δὴ τί σὺ λέγεις;
好吧,你要说什么?
ὡς γέλοιον ὦ θεοὶ §1059τὸ δέημα τῆς νύμφης ὃ δεῖταί μου σφόδρα, §1060ὅπως ἂν οἰκουρῇ τὸ πέος τοῦ νυμφίου.
天哪,这新娘的请求真是太滑稽了,她竟然如此恳求我,好让新郎的那个宝贝能安守家中。
把和约拿过来,好让我单独给她一些,因为她是女人,对战争不负有责任。
§1063ὕπεχʼ ὧδε δεῦρο τοὐξάλειπτρον ὦ γύναι.
妇人,把你的药盒递过来,到这儿来。
§1064οἶσθʼ ὡς ποιεῖτε;
你知道该怎么做吗?
τοῦτο τῇ νύμφῃ φράσον, §1065ὅταν στρατιώτας καταλέγωσι, τουτῳὶ §1066νύκτωρ ἀλειφέτω τὸ πέος τοῦ νυμφίου.
把这话转告新娘:每当他们征召士兵时,让她在夜里用这个涂抹新郎的那个宝贝。
§1067ἀπόφερε τὰς σπονδάς.
把和约拿走。
φέρε τὴν οἰνήρυσιν, §1068ἵνʼ οἶνον ἐγχέω λαβὼν ἐς τοὺς Χοᾶς.
拿勺子来,好让我舀些酒,倒进瓶子里。
瞧,那儿来了一个挑着眉毛的人,他急匆匆赶来,好像要宣布什么可怕的消息。
§1071ἰὼ πόνοι τε καὶ μάχαι καὶ Λάμαχοι.
唉,苦难、战斗和拉马科斯们啊!
§1072τίς ἀμφὶ χαλκοφάλαρα δώματα κτυπεῖ;
是谁在我这饰有青铜的家门前大声喧哗?
§1073ἰέναι σʼ ἐκέλευον οἱ στρατηγοὶ τήμερον §1074ταχέως λαβόντα τοὺς λόχους καὶ τοὺς λόφους· §1075κἄπειτα τηρεῖν νειφόμενον τὰς ἐσβολάς.
将军们命令你今天迅速带着你的连队和头盔羽饰出发,然后在冰天雪地里去把守关隘。
因为在“酒瓶节”和“大釜节”期间,有人向他们报告说,玻俄提亚的强盗将要入侵。
§1078ἰὼ στρατηγοὶ πλείονες ἢ βελτίονες.
唉,将军人数虽多,却没一个顶用的。
§1079οὐ δεινὰ μὴ ʼξεῖναί με μηδʼ ἑορτάσαι;
我竟然连过节都不被允许,这不是太荒谬了吗?
§1080ἰὼ στράτευμα πολεμολαμαχαϊκόν.
唉,好战的拉马科斯式的军队啊!
§1081οἴμοι κακοδαίμων καταγελᾷς ἤδη σύ μου.
可怜的我! 你现在就在嘲笑我了。
§1082βούλει μάχεσθαι Γηρυόνῃ τετραπτίλῳ;
你难道想和长着四个翅膀的革律翁战斗吗?
§1083αἰαῖ
呜呼!
§1083aοἵαν ὁ κῆρυξ ἀγγελίαν ἤγγειλέ μοι.
传令官给我送来了怎样一个消息啊。
§1084αἰαῖ τίνα δʼ αὖ μοι προστρέχει τις ἀγγελῶν;
呜呼! 又有人朝我跑来,要报告什么消息?
§1085Δικαιόπολι.
迪凯奥波利斯!
§1085bτί ἔστιν;
什么事?
§1087ὁ τοῦ Διονύσου γάρ σʼ ἱερεὺς μεταπέμπεται.
因为狄奥尼索斯的祭司派人来请你。
§1088ἀλλʼ ἐγκόνει·
快点儿吧!
δειπνεῖν κατακωλύεις πάλαι.
你让他们等饭吃已经等了很久了。
§1089τὰ δʼ ἄλλα πάντʼ ἐστὶν παρεσκευασμένα, §1090κλῖναι τράπεζαι προσκεφάλαια στρώματα §1091στέφανοι μύρον τραγήμαθʼ, αἱ πόρναι πάρα, §1092ἄμυλοι πλακοῦντες σησαμοῦντες ἴτρια, §1093ὀρχηστρίδες, τὰ φίλταθʼ Ἁρμοδίου, καλαί.
其他的一切都准备妥当了:卧榻、餐桌、靠枕、铺盖、花冠、香膏、甜食,妓女们也在那里,高级面饼、扁蛋糕、芝麻饼、甜点,还有舞女,哈尔莫迪乌斯心爱的、美丽的姑娘们。
§1094ἀλλʼ ὡς τάχιστα σπεῦδε.
所以赶紧走吧。
§1094bκακοδαίμων ἐγώ.
我真是不幸。
§1095καὶ γὰρ σὺ μεγάλην ἐπεγράφου τὴν Γοργόνα.
那还用说,谁让你在盾牌上画了个巨大的戈耳工呢。
§1096σύγκλῃε, καὶ δεῖπνόν τις ἐνσκευαζέτω.
把门锁上,快有人来准备晚餐。
§1097παῖ παῖ φέρʼ ἔξω δεῦρο τὸν γυλιὸν ἐμοί.
童子,童子,把我的兵粮袋拿到这儿来给我。
§1098παῖ παῖ φέρʼ ἔξω δεῦρο τὴν κίστην ἐμοί.
童子,童子,把我的餐盒拿到这儿来给我。
§1099ἅλας θυμίτας οἶσε παῖ καὶ κρόμμυα.
童子,带上百里香盐和洋葱。
§1100ἐμοὶ δὲ τεμάχη· κρομμύοις γὰρ ἄχθομαι.
给我带鱼片;我讨厌洋葱。
§1101θρῖον ταρίχους οἶσε δεῦρο παῖ σαπροῦ.
童子,把包着变质咸鱼的无花果叶包拿到这儿来。
§1102κἀμοὶ σὺ δημοῦ θρῖον· ὀπρήσω δʼ ἐκεῖ.
给我带个包着兽脂的叶包;我要在那里烤着吃。
§1103ἔνεγκε δεῦρο τὼ πτερὼ τὼ κʼ τοῦ κράνους.
把头盔上的那两根羽毛拿到这儿来。
§1104ἐμοὶ δὲ τὰς φάττας γε φέρε καὶ τὰς κίχλας.
给我把野鸽和鸫鸟拿过来。
§1105καλόν γε καὶ λευκὸν τὸ τῆς στρούθου πτερόν.
这鸵鸟羽毛真是又白又美。
§1106καλόν γε καὶ ξανθὸν τὸ τῆς φάττης κρέας.
这野鸽肉真是烤得又香又美。
§1107ὦνθρωπε παῦσαι καταγελῶν μου τῶν ὅπλων.
老兄,别再嘲笑我的武器了。
§1108ὦνθρωπε βούλει μὴ βλέπειν ἐς τὰς κίχλας;
老兄,你能别盯着我的鸫鸟看吗?
§1109τὸ λοφεῖον ἐξένεγκε τῶν τριῶν λόφων.
把装我那三根羽饰的盒子拿出来。
§1110κἀμοὶ λεκάνιον τῶν λαγῴων δὸς κρεῶν.
给我一盘野兔肉。
§1111ἀλλʼ ἢ τριχόβρωτες τοὺς λόφους που κατέφαγον.
哎呀,羽饰大概在什么地方被蛀虫咬坏了。
§1112ἀλλʼ ἤ πρὸ δείπνου τὴν μίμαρκυν κατέδομαι.
哎呀,我要在晚饭前把这炖兔肉汁吃个精光。
§1113ὦνθρωπε βούλει μὴ προσαγορεύειν ἐμέ;
老兄,你能不能别跟我说话?
§1114οὐκ ἀλλʼ ἐγὼ χὠ παῖς ἐρίζομεν πάλαι.
我没跟你说,我和我的仆人刚才一直在争论呢。
你愿意打个赌,让拉马科斯来裁决吗:蝗虫还是鸫鸟,哪个更好吃?
§1117οἴμʼ ὡς ὑβρίζεις.
唉,你真是太无礼了。
§1117bτὰς ἀκρίδας κρίνει πολύ.
他断定蝗虫要好吃得多。
§1118παῖ παῖ καθελών μοι τὸ δόρυ δεῦρʼ ἔξω φέρε.
童子,童子,把我的枪取下来,拿到这儿来。
§1119παῖ παῖ σὺ δʼ ἀφελὼν δεῦρο τὴν χορδὴν φέρε.
童子,童子,你把香肠取下来,拿到这儿来。
§1120φέρε τοῦ δόρατος ἀφελκύσωμαι τοὔλυτρον.
来,让我把枪套拔掉。
§1121ἔχʼ, ἀντέχου παῖ.
童子,拿好,往后拽!
§1121bκαὶ σὺ παῖ τοῦδʼ ἀντέχου.
童子,你也把这个拿好!
§1122τοὺς κιλλίβαντας οἶσε παῖ τῆς ἀσπίδος.
童子,把我的盾牌架拿来。
§1123καὶ τῆς ἐμῆς τοὺς κριβανίτας ἔκφερε.
把我的“盾牌”拿出来。
§1124φέρε δεῦρο γοργόνωτον ἀσπίδος κύκλον.
把饰有戈耳工的圆盾拿到这儿来。
§1125κἀμοὶ πλακοῦντος τυρόνωτον δὸς κύκλον.
给我那个饰有奶酪的圆形蛋糕。
§1126ταῦτʼ οὐ κατάγελώς ἐστιν ἀνθρώποις πλατύς;
这难道不是对人们的极大嘲弄吗?