Humanitext Reader

阿里斯托芬 · 阿卡奈人 §777b-864

小猪交易与驱逐告发者

第 10 段,共 14 段 · 希腊语

内容简介

迪凯奥波利斯买下了麦加拉人伪装成小猪的女儿们,并在市场监督官的协助下赶走了前来骚扰的密告者。合唱队歌颂迪凯奥波利斯和平的私人市场,随后一名波奥蒂亚商人抵达。

§777bφώνει δὴ τὺ ταχέως χοιρίον.
“来,快叫一声,小猪。
§778οὐ χρῆσθα;
” “你不叫?
σιγῇς ὦ κάκιστʼ ἀπολουμένα;
你沉默吗,你这该死的倒霉家伙?
§779πάλιν τυ ἀποισῶ ναὶ τὸν Ἑρμᾶν οἴκαδις.
” “凭赫尔墨斯起誓,我还要把你带回家去。
§780κοῒ κοΐ.
” “哼哼,哼哼。
§781αὕτα ʼστὶ χοῖρος;
” “这是小猪吗?
§781bνῦν γε χοῖρος φαίνεται.
” “现在看来确实像小猪了。
§782ἀτὰρ ἐκτραφείς γε κύσθος ἔσται.
” “不过等它养大,那就是个女阴了。
§782bπέντʼ ἑτῶν, §783σάφʼ ἴσθι, ποττὰν ματέρʼ εἰκασθήσεται.
” “五年之内,” “你且确知,它会和它母亲一模一样。
§784ἀλλʼ οὐδὲ θύσιμός ἐστιν αὑτηγί.
” “但这一个根本不能用来祭祀。
§784bσά μάν;
” “为什么?
§785πᾷ δʼ οὐχὶ θύσιμός ἐστι;
” “它怎么就不能祭祀了?
§785bκέρκον οὐκ ἔχει.
” “它没有尾巴。
§786νεαρὰ γάρ ἐστιν· ἀλλὰ δελφακουμένα §787ἑξεῖ μεγάλαν τε καὶ παχεῖαν κἠρυθράν.
” “因为它还小;但等它长大成母猪,” “它就会有一个又大、又厚、又红的。
§788ἀλλʼ αἰ τράφειν λῇς, ἅδε τοι χοῖρος καλά.
” “但如果你想养它,这小猪对你来说倒挺不错的。
§789ὡς ξυγγενὴς ὁ κύσθος αὐτῆς θατέρᾳ.
” “它的那道缝儿跟另外一个可真像姐妹俩!
§790ὁμοματρία γάρ ἐστι κἠκ τωὐτῶ πατρός.
” “因为它们是同母同父生的。
§791αἰ δʼ ἂν παχυνθῇ κἀναχνοιανθῇ τριχί, §792κάλλιστος ἔσται χοῖρος Ἀφροδίτᾳ θύειν.
” “要是它长肥了,身上长满体毛,” “它将是用来祭祀阿佛洛狄忒的最美的小猪。
§793ἀλλʼ οὐχὶ χοῖρος τἀφροδίτῃ θύεται.
” “但阿佛洛狄忒祭祀是不宰小猪的。
§794οὐ χοῖρος Ἀφροδίτᾳ;
” “阿佛洛狄忒不祭小猪?
μόνᾳ γα δαιμόνων.
诸神中唯独她才用呢!
§795καὶ γίνεταί γα τᾶνδε τᾶν χοίρων τὸ κρῆς §796ἅδιστον ἂν τὸν ὀδελὸν ἐμπεπαρμένον.
” “而且这些小猪的肉,” “要是穿在铁叉上烤,真是最美味不过了。
§797ἤδη δʼ ἄνευ τῆς μητρὸς ἐσθίοιεν ἄν;
” “它们现在已经能离开母亲自己吃东西了吗?
§798ναὶ τὸν Ποτειδᾶν καί κʼ ἄνις γα τῶ πατρός.
” “凭波塞冬起誓,连父亲没有也能吃。
§799τί δʼ ἐσθίει μάλιστα;
” “它最爱吃什么?
§799bπάνθʼ ἅ κα διδῷς.
” “你给它什么它就吃什么。
§800αὐτὸς δʼ ἐρώτη.
” “你自己问它吧。
§800bχοῖρε χοῖρε.
” “小猪,小猪。
§800cκοῒ κοΐ.
” “哼哼,哼哼。
§801τρώγοις ἂν ἐρεβίνθους;
” “你吃鹰嘴豆吗?
§801bκοῒ κοῒ κοΐ.
” “哼哼,哼哼,哼哼。
§802τί δαί; φιβάλεως ἰσχάδας;
” “那,菲巴利斯的无花果呢?
§802bκοῒ κοΐ.
” “哼哼,哼哼。
§803τί δαὶ σύ;
” “你呢?
τρώγοις ἄν;
你吃吗?
§803bκοῒ κοῒ κοΐ.
” “哼哼,哼哼,哼哼。
§804ὡς ὀξὺ πρὸς τὰς ἰσχάδας κεκράγατε.
” “一听到无花果,你们叫得可真响。
§805ἐνεγκάτω τις ἔνδοθεν τῶν ἰσχάδων §806τοῖς χοιριδίοισιν.
” “来人从里面拿些无花果” “给小猪们。
ἆρα τρώξονται;
它们会吃吗?
βαβαί, §807οἷον ῥοθιάζουσʼ ὦ πολυτίμηθʼ Ἡράκλεις.
哎呀,” “瞧它们吃得多带劲,尊贵的赫拉克勒斯啊!
§808ποδαπὰ τὰ χοιρίʼ;
” “这些小猪是哪儿来的?
ὡς Τραγασαῖα φαίνεται.
看起来像来自特拉加塞。
§809ἀλλʼ οὔτι πάσας κατέτραγον τὰς ἰσχάδας.
” “但它们并没有把无花果全部吃光。
§810ἐγὼ γὰρ αὐτᾶν τάνδε μίαν ἀνειλόμαν.
” “因为我自己在里面捡起了这一个。
§811νὴ τὸν Δίʼ ἀστείω γε τὼ βοσκήματε·
” “凭宙斯起誓,这两只牲口真逗人喜欢。
§812πόσου πρίωμαί σοι τὰ χοιρίδια;
” “我出多少钱买你的小猪?
λέγε.
你说吧。
§813τὸ μὲν ἅτερον τούτων σκορόδων τροπαλίδος, §814τὸ δʼ ἅτερον, αἰ λῇς, χοίνικος μόνας ἁλῶν.
” “一只换一束大蒜,” “另一只,如果你愿意,换一霍尼克斯盐就行。
§815ὠνήσομαί σοι· περίμενʼ αὐτοῦ.
” “我买下了;你在这儿等着。
§815bταῦτα δή.
” “好的。
§816Ἑρμᾶ ʼμπολαῖε τὰν γυναῖκα τὰν ἐμὰν §817οὕτω μʼ ἀποδόσθαι τάν τʼ ἐμωυτῶ τʼ ἐμωυτῶ ματέρα.
” “买卖之神赫尔墨斯啊,但愿我也能把我的妻子” “照这样卖掉,连我自己的母亲也卖掉!
§818ὦνθρωπε ποδαπός;
” “喂,你是哪儿的人?
§818bχοιροπώλας Μεγαρικός.
” “麦加拉的猪贩子。
§819τὰ χοιρίδια τοίνυν ἐγὼ φανῶ ταδὶ §820πολέμια καὶ σέ.
” “那么我要告发这些小猪” “是敌国物资,还有你也是!
§820bτοῦτʼ ἐκεῖνʼ, ἵκει πάλιν §821ὅθενπερ ἀρχὰ τῶν κακῶν ἁμῖν ἔφυ.
” “又来了,又回到” “我们苦难的根源去了。
§822κλάων μεγαριεῖς.
” “你要倒霉了,麦加拉人。
οὐκ ἀφήσεις τὸν σάκον;
还不把袋子放下?
§823Δικαιόπολι Δικαιόπολι φαντάδδομαι.
” “迪凯奥波利斯! 迪凯奥波利斯! 我被告发了!
§824ὑπὸ τοῦ;
” “被谁?
τίς ὁ φαίνων σʼ ἐστίν;
谁在告发你?
ἁγορανόμοι, §825τοὺς συκοφάντας οὐ θύραζʼ ἐξείρξετε;
市场监督官们,” “你们还不把密告者轰出门去?
§826τί δὴ μαθὼν φαίνεις ἄνευ θρυαλλίδος;
” “你长了什么本事,连灯芯都没有就来告发?
§827οὐ γὰρ φανῶ τοὺς πολεμίους;
” “难道我不该告发敌人吗?
§827bκλάων γε σύ, §828εἰ μὴ ʼτέρωσε συκοφαντήσεις τρέχων.
” “你要倒霉的,除非你跑到别处去当密告者。 ” “你要倒霉的,除非你跑到别处去当密告者。
§829οἷον τὸ κακὸν ἐν ταῖς Ἀθάναις τοῦτʼ ἔνι.
” “雅典城里竟然有这种害人精!
§830θάρρει Μεγαρίκʼ·
” “放心吧,麦加拉人。
ἀλλʼ ἧς τὰ χοιρίδιʼ ἀπέδου §831τιμῆς, λαβὲ ταυτὶ τὰ σκόροδα καὶ τοὺς ἅλας, §832καὶ χαῖρε πόλλʼ.
来,这是你卖小猪的” “钱,拿着这些大蒜和盐,” “祝你一路平安。
§832bἀλλʼ ἁμὶν οὐκ ἐπιχώριον.
” “但我们那儿没有这种安好的习惯。
§833πολυπραγμοσύνη νυν ἐς κεφαλὴν τράποιτʼ ἐμοί.
” “那么,愿我的多管闲事落在我自己头上。
§834ὦ χοιρίδια πειρῆσθε κἄνις τῶ πατρὸς §835παίειν ἐφʼ ἁλὶ τὰν μᾶδδαν, αἴκα τις διδῷ.
” “小猪们啊,就算没有父亲,” “如果有人给大麦饼,也要试着就着盐把它吃下去。
§836εὐδαιμονεῖ γʼ ἅνθρωπος.
” “这人真是幸福。
οὐκ ἤκουσας οἷ προβαίνει §837τὸ πρᾶγμα τοῦ βουλεύματος;
你们没听到” “他的计划进展如何吗?
καρπώσεται γὰρ ἁνὴρ §838ἐν τἀγορᾷ καθήμενος· §839κἂν εἰσίῃ τις Κτησίας §840ἢ συκοφάντης ἄλλος, οἰμώζων §841καθεδεῖται· §842οὐδʼ ἄλλος ἀνθρώπων ὑποψωνῶν σε πημανεῖ τι, §843οὐδʼ ἐξομόρξεται Πρέπις τὴν εὐρυπρωκτίαν σοι, §844οὐδʼ ὠστιεῖ Κλεωνύμῳ· §845χλαῖναν δʼ ἔχων φανὴν δίει §846κοὐ ξυντυχών σʼ Ὑπέρβολος §847δικῶν ἀναπλήσει· §848οὐδʼ ἐντυχὼν ἐν τἀγορᾷ πρόσεισί σοι βαδίζων §849Κρατῖνος ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ, §850ὁ περιπόνηρος Ἀρτέμων, §851ὁ ταχὺς ἄγαν τὴν μουσικήν, §852ὄζων κακὸν τῶν μασχαλῶν §853πατρὸς Τραγασαίου· §854οὐδʼ αὖθις αὖ σε σκώψεται Παύσων ὁ παμπόνηρος §855Λυσίστρατός τʼ ἐν τἀγορᾷ, Χολαργέων ὄνειδος, §856ὁ περιαλουργὸς τοῖς κακοῖς, §857ῥιγῶν τε καὶ πεινῶν ἀεὶ §858πλεῖν ἢ τριάκονθʼ ἡμέρας §859τοῦ μηνὸς ἑκάστου.
这个人将” “坐在市场上收获果实;” “就算有克特西亚斯那样的家伙” “或者别的密告者进来,也只能哭丧着脸” “坐着;” “也没有别的人通过抢先采购来伤害你,” “普雷皮斯也不会把他的男色怪癖蹭到你身上,” “你也不会和克莱奥尼莫斯挤来挤去;” “你会穿着明亮的大衣走过,” “而伊培波罗斯遇到你” “也不会让你缠上官司;” “在市场上散步时,遇到你也不会走过来的” “是总是用单片剃刀像奸夫一样剃头的克拉提诺斯,” “那个极度无赖的阿尔特蒙,” "那个作乐谱曲太急促的家伙," "腋下散发着" "他那特拉加塞父亲的臭气的家伙;" "那个十恶不赦的保松也不会再嘲笑你," "还有市场上的利西斯特拉托斯,霍拉尔戈斯区的耻辱," "他沉溺于坏事,每个月总有三十天以上" "一直挨冻受饿。 ""一直挨冻受饿。 ""一直挨冻受饿。
§860ἴττω Ἡρακλῆς ἔκαμόν γα τὰν τύλαν κακῶς·
"“凭赫拉克勒斯起誓,我的肩膀可酸痛死了。
§861κατάθου τὺ τὰν γλάχωνʼ ἀτρέμας Ἰσμηνία·
” “把那薄荷轻轻放下,伊斯美尼亚斯。
§862ὑμὲς δʼ ὅσοι Θείβαθεν αὐληταὶ πάρα §863τοῖς ὀστίνοις φυσῆτε τὸν πρωκτὸν κυνός.
” “你们这些从底比斯来的笛手,” “用骨笛吹狗屁股吧。
§864παῦʼ ἐς κόρακας.
去你的,快滚!
οἱ σφῆκες οὐκ ἀπὸ τῶν θυρῶν;
这些大黄蜂还不快从门前滚开吗? ” “用骨笛吹狗屁股吧。 去你的,快滚! 这些大黄蜂还不快从门前滚开吗? ”

词汇与语法注释

  1. 816ἀποδόσθαι — 带有宾格主语的愿望不定式,表示“但愿我能卖掉……”。在结构上,这可以看作是对市场之神赫尔墨斯的祈求。
  2. 826τί δὴ μαθὼν — 一个含有责备语气的惯用表达,意为“你到底是怎么想的?”或“谁教你这么做的?”,用于质问密告者愚蠢行为的动机。
  3. 833ἐς κεφαλὴν τράποιτʼ ἐμοί — 一种避邪的惯用句,意为“愿此落到我自己的头上”,用来消除麦加拉人凄凉的临别赠言所带来的不祥之兆。
  4. 849ἀεὶ κεκαρμένος μοιχὸν μιᾷ μαχαίρᾳ — 意为“总是像奸夫一样用单片剃刀剃头”。这指的是通奸者被捕后被迫接受的羞辱性发型。

引用这一段

阿里斯托芬, 阿卡奈人 §777b-864. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0019.tlg001.humanitext-grc2:777b-864

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。