§1127ταῦτʼ οὐ πλακοῦς δῆτʼ ἐστὶν ἀνθρώποις γλυκύς;
这难道不确实是人们的甜美蛋糕吗?
§1128κατάχει σὺ παῖ τοὔλαιον.
倒上油,童子。
ἐν τῷ χαλκίῳ §1129ἐνορῶ γέροντα δειλίας φευξούμενον.
在这青铜中我看见一个将因懦弱而被起诉的老人。
§1130κατάχει σὺ τὸ μέλι.
倒上蜂蜜。
κἀνθάδʼ ἔνδηλος γέρων §1131κλάειν κελεύων Λάμαχον τὸν Γοργάσου.
这里也显露出一个老人,正在叫戈尔加索斯之子拉马科斯去哭泣。
§1132φέρε δεῦρο παῖ θώρακα πολεμιστήριον.
童子,把战斗的胸甲拿到这儿来。
§1133ἔξαιρε παῖ θώρακα κἀμοὶ τὸν χοᾶ.
童子,也把我的酒瓶给我拿出来。
§1134ἐν τῷδε πρὸς τοὺς πολεμίους θωρήξομαι.
穿着这个,我将武装起来对抗敌人。
§1135ἐν τῷδε πρὸς τοὺς συμπότας θωρήξομαι.
喝下这个,我将武装起来对抗我的酒友。
§1136τὰ στρώματʼ ὦ παῖ δῆσον ἐκ τῆς ἀσπίδος.
童子,把铺盖绑在盾牌上。
§1137τὸ δεῖπνον ὦ παῖ δῆσον ἐκ τῆς κιστίδος.
童子,把晚餐绑在餐盒上。
§1138ἐγὼ δʼ ἐμαυτῷ τὸν γυλιὸν οἴσω λαβών.
我自己拿上兵粮袋背着。
§1139ἐγὼ δὲ θοἰμάτιον λαβὼν ἐξέρχομαι.
我也拿上斗篷出发。
§1140τὴν ἀσπίδʼ αἴρου καὶ βάδιζʼ ὦ παῖ λαβών.
抬起盾牌走吧,童子,拿着它。
§1141νείφει.
下雪了。
βαβαιάξ·
哎呀!
χειμέρια τὰ πράγματα.
寒冬的差事。
§1142αἴρου τὸ δεῖπνον·
抬起晚餐。
συμποτικὰ τὰ πράγματα.
欢宴的差事!
§1143ἴτε δὴ χαίροντες ἐπὶ στρατιάν.
那么,高高兴兴地去参军吧。
§1144ὡς ἀνομοίαν ἔρχεσθον ὁδόν· §1145τῷ μὲν πίνειν στεφανωσαμένῳ, §1146σοὶ δὲ ῥιγῶν καὶ προφυλάττειν, §1147τῷ δὲ καθεύδειν §1148μετὰ παιδίσκης ὡραιοτάτης, §1149ἀνατριβομένῳ τε τὸ δεῖνα.
你们俩走的道路是多么不同啊:一方是戴着花冠喝酒,而你却在瑟瑟发抖中站岗放哨,一方是安睡,与最年轻美丽的姑娘一起,摩擦着他的那个什么。
§1150Ἀντίμαχον τὸν ψακάδος †τὸν ξυγγραφῆ† τὸν μελέων ποιητήν, §1151ὡς μὲν ἁπλῷ, κακῶς ἐξολέσειεν ὁ Ζεύς· §1155ὅς γʼ ἐμὲ τὸν τλήμονα Λήναια χορηγῶν ἀπέλυσʼ ἄδειπνον.
细雨之子、抒情诗作家安提马科斯,总之一句话,愿宙斯让他悲惨地彻底毁灭:他作为勒奈亚节的合唱赞助人,却让我这个可怜人饿着肚子回去。
§1156ὃν ἔτʼ ἐπίδοιμι τευθίδος §1157δεόμενον, ἡ δʼ ὠπτημένη §1158σίζουσα πάραλος ἐπὶ τραπέζῃ κειμένη §1159ὀκέλλοι·
愿我有朝一日能看见他渴望着乌贼,而那只烤好的、滋滋作响、刚出海的乌贼,正摆在桌上,靠岸。
§1162τοῦτο μὲν αὐτῷ κακὸν ἕν, κᾆθʼ ἕτερον νυκτερινὸν γένοιτο.
这算他遭的一大殃;然后愿他再碰上另一个夜里的祸事。
§1165ἠπιαλῶν γὰρ οἴκαδʼ ἐξ ἱππασίας βαδίζων, §1166εἶτα κατάξειέ τις αὐτοῦ μεθύων τῆς κεφαλῆς Ὀρέστης §1167μαινόμενος· ὁ δὲ λίθον βαλεῖν §1168βουλόμενος ἐν σκότῳ λάβοι §1170τῇ χειρὶ πέλεθον ἀρτίως κεχεσμένον· §1171ἐπᾴξειεν δʼ ἔχων §1172τὸν μάρμαρον, κἄπειθʼ ἁμαρτὼν §1173βάλοι Κρατῖνον.
愿他骑完马、带着发热的身子在回家路上走着时,接着一个喝醉了、发了疯的“奥勒斯忒斯”砸碎他的脑袋;而他想要扔块石头,在黑暗中抓起的,却是刚刚拉下的新鲜粪便;抓着这块“石头”冲上去,却没砸中目标,反而砸中了克拉提诺斯!
噢,拉马科斯家里的仆人们啊,热水,快在小锅里烧热水!
准备好绷带和软膏,带脂的羊毛,还有敷在脚踝上的布带。
§1178ἁνὴρ τέτρωται χάρακι διαπηδῶν τάφρον, §1179καὶ τὸ σφυρὸν παλίνορρον ἐξεκόκκισεν, §1180καὶ τῆς κεφαλῆς κατέαγε περὶ λίθῳ πεσών, §1181καὶ Γοργόνʼ ἐξήγειρεν ἐκ τῆς ἀσπίδος.
老爷在跳跃沟渠时被尖木桩刺伤了,他的脚踝向后错位,脱了臼,摔倒在石头上砸破了脑袋,还惊动了盾牌上的戈耳工。
§1182πτίλον δὲ τὸ μέγα κομπολακύθου πεσὸν §1183πρὸς ταῖς πέτραισι, δεινὸν ἐξηύδα μέλος· §1184ὦ κλεινὸν ὄμμα νῦν πανύστατόν σʼ ἰδὼν §1185λείπω φάος γε τοὐμόν, οὐκέτʼ εἰμʼ ἐγώ.
吹嘘者的那根巨大羽饰掉落在岩石上,他发出悲惨的悲鸣:『噢,辉煌的光芒,如今最后一次看见你,我便要告别我的光明;我不复存在了。
§1186τοσαῦτα λέξας εἰς ὑδρορρόαν πεσὼν §1187ἀνίσταταί τε καὶ ξυναντᾷ δραπέταις §1188λῃστὰς ἐλαύνων καὶ κατασπέρχων δορί.
』说了这么多,他便栽倒进排水沟里,但他又挣扎着站起来,迎面碰上逃兵,用长枪驱赶并逼退着那些强盗。
§1189ὁδὶ δὲ καὐτός·
瞧,他本人回来了!
ἀλλʼ ἄνοιγε τὴν θύραν.
快打开门。
§1190ἀτταταῖ ἀτταταῖ
阿塔太,阿塔太!
§1193στυγερὰ τάδε γε κρυερὰ πάθεα·
真是痛苦又寒冷彻骨的折磨啊!
τάλας ἐγώ.
可怜的我。
§1194διόλλυμαι δορὸς ὑπὸ πολεμίου τυπείς.
我被敌人的长枪刺中,快要命丧黄泉了。
§1195ἐκεῖνο δʼ οὖν αἰακτὸν ἂν γένοιτο, §1196Δικαιόπολις εἴ μʼ ἴδοι τετρωμένον §1197κᾆτʼ ἐγχάνοι ταῖς ἐμαῖς τύχαισιν.
可是,这若真的发生,才最让人哀叹—— 要是迪凯奥波利斯看见我受了伤,进而嘲笑我的不幸。
§1198ἀτταταῖ ἀτταταῖ
阿塔太,阿塔太!
§1199τῶν τιτθίων, ὡς σκληρὰ καὶ κυδώνια.
这胸脯! 多么坚挺,就像木瓜一样。
§1203τὸν γὰρ χοᾶ πρῶτος ἐκπέπωκα.
因为我可是第一个把酒瓶喝个底朝天的人。
§1204ὦ συμφορὰ τάλαινα τῶν ἐμῶν κακῶν.
噢,我这些痛苦中悲惨的厄运!
§1205ἰὼ ἰὼ τραυμάτων ἐπωδύνων.
唉,唉,这痛彻心扉的伤口!
§1207ἰὴ ἰὴ χαῖρε Λαμαχίππιον.
喂,喂,你好啊,小马儿拉马科斯!
§1208στυγερὸς ἐγώ.
我好痛苦。
§1208bτί με σὺ κυνεῖς;
你为什么吻我?
§1209μογερὸς ἐγώ.
我真痛苦。
§1209bτί με σὺ δάκνεις;
你为什么咬我?
§1210τάλας ἐγὼ ξυμβολῆς βαρείας.
因这惨烈交锋的重负,我真命苦!
§1211τοῖς Χουσὶ γάρ τις ξυμβολὰς ἐπράττετο;
难道在“酒瓶节”上,还有人向你催缴会费吗?
§1212ἰὼ ἰὼ Παιὰν Παιάν.
咿喔,咿喔,派安,派安啊!
§1213ἀλλʼ οὐχὶ νυνὶ τήμερον Παιώνια.
可是今天又不是派奥尼亚节。
§1214λάβεσθέ μου λάβεσθε τοῦ σκέλους παπαῖ,
扶住我,扶住我的腿,哎哟,哎哟!
§1215προσλάβεσθʼ ὦ φίλοι.
帮帮我,朋友们。
§1224ὡς τοὺς κριτάς με φέρετε·
抬我到裁判们那里去!
ποῦ ʼστιν ὁ βασιλεύς;
“国王”在哪儿?
§1225ἀπόδοτέ μοι τὸν ἀσκόν.
把那皮袋给我。
§1226λόγχη τις ἐμπέπηγέ μοι διʼ ὀστέων ὀδυρτά.
悲惨的是,一杆长枪已穿透了我的骨头。
§1227ὁρᾶτε τουτονὶ κενόν.
瞧这空空如也的袋子!
τήνελλα καλλίνικος.
提内拉,伟大的胜利者!
§1228τήνελλα δῆτʼ, εἴπερ καλεῖς γʼ, ὦ πρέσβυ, καλλίνικος.
确实是提内拉,老人家,既然你高呼“伟大的胜利者”。
§1229καὶ πρός γʼ ἄκρατον ἐγχέας ἄμυστιν ἐξέλαψα.
而且,我还倒上了烈酒,一口气把它喝得精光。
§1230τήνελλά νυν ὦ γεννάδα·
那么就提内拉吧,好汉!
χώρει λαβὼν τὸν ἀσκόν.
拿上皮袋走吧。
§1231ἕπεσθέ νυν ᾄδοντες ὦ τήνελλα καλλίνικος.
那么跟上来吧,唱着“噢,提内拉,伟大的胜利者”。