§94ἡμᾶς δὲ τί τοιοῦτον ἔδει παθεῖν;
但我们为何要遭受这样的待遇?
πότε γὰρ εἰς ἀπόστασιν ὑπωπτεύθημεν;
我们何时曾被怀疑图谋叛乱?
πότε δ’ οὐκ εἰρηνικοὶ πᾶσιν ἐνομίσθημεν;
我们何时曾不被所有人视为和平之人?
τὰ δ’ ἐπιτηδεύματα, οἷς καθ’ ἑκάστην ἡμέραν χρώμεθα, οὐκ ἀνεπίληπτα, οὐ συντείνοντα πρὸς εὐνομίαν πόλεως καὶ εὐστάθειαν;
我们每日践行的习惯,难道不是无可指摘、且有助于城市的法治与安定吗?
εἴ γε μὴν εἶχον ὅπλα Ἰουδαῖοι παρ’ αὑτοῖς, ὑπὲρ τετρακοσίας ἀφῃρέθησαν ἂν οἰκίας, ἐξ ὧν μετανάσται ἐγένοντο, φυγαδευθέντες πρὸς τῶν τὰς οὐσίας ἁρπασάντων;
倘若犹太人心中真有武器,那么在他们被那些强夺其财产的人驱逐流放、被迫迁离的四百多所房屋中,这些武器难道不会被夺走吗?
διὰ τί οὖν οὐχὶ καὶ τὰ παρὰ τούτοις ἠρεύνησέ τις, τοῖς εἰ καὶ μὴ ἴδια ὅπλα, ὅσα γοῦν ἥρπασαν, ἔχουσιν;
既然如此,为何没有人去搜查那些人的家呢? 那些人即使没有自己的武器,至少也拥有他们强夺来的武器。
§95ἀλλ’ ἦν, ὡς ἔφην, ὅλον τὸ πρᾶγμα ἐπιβουλὴ τῆς ἀποτομίας Φλάκκου καὶ τῶν ὄχλων, ὧν ἀπέλαυσαν καὶ γυναῖκες.
但是,正如我所说,整件事不过是弗拉库斯的残暴与暴民的阴谋,甚至连妇女们也深受其害。
οὐκ ἐν ἀγορᾷ γὰρ μόνον ἀλλὰ καὶ ἐν μέσῳ τῷ θεάτρῳ καθάπερ αἰχμάλωτοι συνηρπάζοντο καὶ ἐπὶ τὴν σκηνὴν ἐφ’ ὅτῳ δήποτε συκοφαντούμεναι παρήγοντο μετά τινος ἀφορήτου καὶ ἀργαλεωτάτης ὕβρεως·
因为她们不仅在广场上,甚至在剧场中央,也像俘虏一样被抓走,并伴随着某种无法忍受且极其残酷的侮辱,因任何捏造的罪名被带上舞台。
§96εἶτ’ ἐπειδὴ μὲν ἐγνωρίσθησαν ἑτέρου γένους, ἀπελύοντο — πολλὰς γὰρ ὡς Ἰουδαίας ἀκριβῆ μὴ ποιούμενοι τῆς ἀληθείας τὴν ἔρευναν συνελάμβανον —, εἰ δ’ ἐφάνησαν ἡμέτεραι, προσέταττον οἱ ἀντὶ θεατῶν τύραννοι καὶ δεσπόται γεγονότες κρέα χοίρεια διδόναι κομίζοντας.
随后,当她们被认出是其他族群的人时,便被释放了——因为他们在没有对事实进行精确搜查的情况下,把许多妇女当作犹太人抓了起来——;但如果她们显露出是我们的人,那些取代了观众而成为暴君和主宰的人,就命令人拿来猪肉给她们。
ὅσαι μὲν οὖν φόβῳ κολάσεως ἀπεγεύσαντο, μηδὲν ἔτι δεινὸν προσυπομείνασαι ἀπελύοντο· αἱ δ’ ἐγκρατέστεραι βασανισταῖς παρεδίδοντο πρὸς αἰκίας ἀνηκέστους, ὅπερ τοῦ μηδὲν ἀδικεῖν αὐτὰς σαφεστάτη πίστις ἐστί.
于是,那些因害怕惩罚而尝了猪肉的人,没有再遭受任何可怕的痛苦就被释放了;而其中较为克己的人,则被交给了拷问者去遭受无法挽回的虐待,这正是她们未犯任何过错的最明晰的凭证。
§97Πρὸς τοῖς εἰρημένοις οὐ δι’ ἑαυτοῦ μόνον ἀλλ’ ἤδη καὶ διὰ τοῦ αὐτοκράτορος ἐζήτει καὶ ἐπενόει κακοῦν ἡμᾶς.
除了上述事情外,他不仅企图亲自加害我们,甚至还企图通过皇帝来加害我们。
τιμὰς γάρ, ὅσας οἷόν τε ἦν καὶ ἐπέτρεπον οἱ νόμοι, πάσας Γαΐῳ ψηφισάμενοι καὶ ἐπιτελέσαντες ἔργοις ἀνέδομεν τὸ ψήφισμα αὐτῷ, δεηθέντες, ἐπειδὴ πρεσβείαν αἰτησαμένοις οὐκ ἂν ἐπέτρεψεν, ἵνα διαπέμψηται δι’ αὑτοῦ.
因为我们为盖乌斯决议并通过实际行动履行了法律所允许的一切最高荣誉,并将决议书递交给他,请求他通过他自己来转交,因为如果我们请求派遣使节团,他本是不会允许的。
§98ἀναγνοὺς δὲ καὶ ἑκάστῳ τῶν ἐν τῷ ψηφίσματι πολλάκις τῇ κεφαλῇ συνεπινεύσας, ὑπομειδιῶν καὶ γεγανωμένος ἢ προσποιούμενος τὸν ἡδόμενον, "ἀποδέχομαι πάντας ὑμᾶς" ἔφη „τῆς εὐσεβείας καὶ πέμψω, καθάπερ αἰτεῖσθε, ἢ πρεσβευτοῦ τάξιν ἐκπλήσω, ἵν’ αἴσθηται Γάιος τῆς ὑμετέρας εὐχαριστίας.
他阅读了决议书,并对其中的每一项内容多次点头表示赞同,面带微笑,显得十分欣喜,或是假装高兴,说道:“我赞赏你们所有人的虔诚,我将如你们所请求的那样予以转交,或者由我亲自担当使节之职,以便让盖乌斯察觉到你们的感恩之情。
§99μαρτυρήσω δὲ καὶ αὐτὸς ὅσα σύνοιδα τῷ πλήθει τῶν εἰς κοσμιότητα καὶ εἰς εὐπείθειαν προστιθεὶς οὐδέν· ἡ γὰρ ἀλήθεια αὐταρκέστατος ἔπαινος“.
我自己也将对这群人的体面与顺从见证我所知道的一切,不加任何夸饰;因为真理本身就是最充分的赞美。
ἐπὶ ταύταις ταῖς ὑποσχέσεσι γεγηθότες εὐχαριστοῦμεν, ὡς ἤδη ταῖς ἐλπίσι παρανεγνωσμένου Γαΐῳ τοῦ ψηφίσματος.
”因这些承诺,我们欢欣鼓舞,心怀感激,仿佛在我们的希望中,决议书已经被宣读给盖乌斯听了。
§100καὶ γὰρ ἦν εἰκός, ἐπειδὴ πάνθ’ ὅσα διὰ τῶν ὑπάρχων πέμπεται μετὰ σπουδῆς ἀνυπέρθετον ἔχει τὴν παρ’ ἡγεμόνι διάγνωσιν.
而这本是理所当然的,因为凡是通过总督迅速转呈的一切事物,在统治者那里都会得到毫不延迟的审理。
ὁ δὲ πολλὰ χαίρειν φράσας οἷς διενοήθημεν, οἷς εἶπεν, οἷς ὡμολόγησε, τὸ ψήφισμα παρ’ ἑαυτῷ παρακατέσχεν, ἵνα μόνοι τῶν ὑφ’ ἥλιον ἀνθρώπων ἐχθροὶ νομισθῶμεν.
然而,他却对我们的意图、他的话语以及他的承诺弃置不顾,将决议书留扣在自己手中,为的是让我们成为普天下所有人中唯一被视为敌人的人。
§101ταῦτ’ οὐ διηγρυπνηκότος ἦν ἐκ πολλοῦ καὶ περιεσκεμμένου τὴν καθ’ ἡμῶν ἐπιβουλήν, ἀλλὰ μὴ κατ’ ἀπόνοιαν αὐτοσχεδιάζοντος ἀκαίρῳ φορᾷ καὶ παραγωγῇ τινὶ λογισμοῦ;
难道这些事不是一个长期清醒、深谋远虑地对我们策划阴谋之人的所作所为,反而是一个因不合时宜的冲动和理智的某种偏差而疯狂地即兴行事之人的所作所为吗?
§102θεὸς δ’ ὡς ἔοικεν, ᾧ μέλει τῶν ἀνθρωπείων πραγμάτων, τοὺς θῶπας αὐτοῦ λόγους καὶ κεκομψευμένους ἐπὶ φενακισμῷ καὶ τὸ τῆς ἐκνόμου διανοίας βουλευτήριον, ἐν ᾧ κατεστρατήγει, προβαλλόμενος, λαβὼν οἶκτον ἡμῶν, ἀφορμὴν οὐκ εἰς μακρὰν ἐμπαρέσχε τοῦ μὴ ψευσθῆναι τῆς ἐλπίδος.
但神(正如所见)眷顾世人,祂抵制了弗拉库斯那些为了欺骗而修饰的阿谀之词,以及他用以坑害我们的无法之心灵的谋划,怜悯我们,在不久之后便提供了一个机会,使我们的希望不至于落空。
§103Ἀγρίππας γὰρ ἐπιδημήσας ὁ βασιλεὺς διηγησαμένοις ἡμῖν τὴν ἐκ Φλάκκου γενομένην ἐπιβουλὴν ἐπανορθοῦται τὸ πρᾶγμα καὶ ὑποσχόμενος τὸ ψήφισμα διαπέμψεσθαι λαβὼν ὡς ἀκούομεν ἔπεμψεν, ἀπολογησάμενος καὶ περὶ τοῦ χρόνου, ὡς οὐκ ὀψὲ μαθόντων εὐσεβεῖν εἰς τὸν εὐεργέτην οἶκον, ἀλλ’ ἐξ ἀρχῆς μὲν σπουδασάντων, ἐπηρείᾳ δὲ τοῦ προεστῶτος τὴν καίριον ἐπίδειξιν ἀφαιρεθέντων.
因为阿格里帕国王莅临时,在我们向他讲述了弗拉库斯所策划的阴谋后,他便纠正了此事,并承诺将转交决议书。 在我们听闻他拿到决议书并寄出后,他还就时间问题作了申辩,说明我们并非迟钝才学会向施恩的皇室表达敬虔,而是从一开始就很热忱,只是因统治者的恶意阻挠而被剥夺了适时展示的机会。
§104ἐπὶ δὴ τούτοις ἤρξατο κονίεσθαι κατ’ αὐτοῦ ἡ ὑπέρμαχος μὲν καὶ παραστάτις ἀδικουμένων τιμωρὸς δ’ ἀνοσίων καὶ ἔργων καὶ ἀνθρώπων δίκη.
正是在这些事情之后,那受屈之人的卫士与助手、对不义行径及恶人进行惩罚的“正义”,开始整军备战以对付他。
πρῶτον μὲν γὰρ καινοτάτην ὑπέμεινεν ὕβριν καὶ συμφορὰν οὐδενὶ τῶν πάλαι γενομένην ὑπάρχων, ἀφ’ οὗ τὴν ἡγεμονίαν ὁ Σεβαστὸς οἶκος ἀνήψατο γῆς καὶ θαλάττης.
因为首先,他遭受了极其新奇的屈辱和灾祸,这是自尊贵的皇室执掌陆海霸权以来,以往任何一任总督都未曾遭遇过的。