§84ὁ δ’ οὐ τετελευτηκότας ἐπὶ σταυρῶν καθαιρεῖν, ζῶντας δ’ ἀνασκολοπίζεσθαι προσέταττεν, οἷς ἀμνηστίαν ἐπ’ ὀλίγον, οὐ τὴν εἰς ἅπαν, ὁ καιρὸς ἐδίδου πρὸς ὑπέρθεσιν τιμωρίας, οὐκ ἄφεσιν παντελῆ.
但他却下令,不是把死者从十字架上放下来,而是把活着的人钉上十字架。 对于他们来说,这个时机所给予的只是一时的宽免——而非永久的宽免——目的是推迟惩罚,而非完全释放。
καὶ ταῦτ’ εἰργάζετο μετὰ τὸ πληγαῖς αἰκίσασθαι ἐν μέσῳ τῷ θεάτρῳ καὶ πυρὶ καὶ σιδήρῳ βασανίσαι.
而且,他是在剧场中央用鞭打虐待他们、并用火和铁拷问之后,才做出这些事的。
§85καὶ ἡ θέα διενενέμητο· τὰ μὲν γὰρ πρῶτα τῶν θεαμάτων ἄχρι τρίτης ἢ τετάρτης ὥρας ἐξ ἑωθινοῦ ταῦτα ἦν· Ἰουδαῖοι μαστιγούμενοι, κρεμάμενοι, τροχιζόμενοι, καταικιζόμενοι, διὰ μέσης τῆς ὀρχήστρας ἀπαγόμενοι τὴν ἐπὶ θανάτῳ· τὰ δὲ μετὰ τὴν καλὴν ταύτην ἐπίδειξιν ὀρχησταὶ καὶ μῖμοι καὶ αὐληταὶ καὶ ὅσα ἄλλα σκηνικῶν ἀθύρματα ἀγώνων.
节目是有所分配的:从清晨到第三或第四个时辰的第一部分节目是这样的:犹太人被鞭打、被悬挂、被车裂、被虐待,并穿过乐池中央被带去处死;而在这场“精彩”的展示之后的节目,则是舞者、默剧演员、长笛手以及其他所有舞台竞赛的娱乐项目。
§86Καὶ τί ταῦτα μηκύνω;
我为何要长篇大论这些事呢?
δευτέρα γὰρ ἐπινοεῖται πόρθησις, βουλομένου καὶ τὸ στρατευόμενον πλῆθος ἡμῖν ἐπιτειχίσαι ξένου συκοφαντήματος εὑρέσει.
因为第二场劫掠被策划了,由于他希望通过捏造一种奇特的诬告,来唆使军队也与我们为敌。
τὸ δὲ συκοφάντημα ἦν, ὡς τῶν Ἰουδαίων πανοπλίας ἐν ταῖς οἰκίαις ἐχόντων.
这种诬告的内容是:犹太人在家中藏有整套的武器装备。
μεταπεμψάμενος οὖν ἑκατόνταρχον ᾧ μάλιστ’ ἐπίστευε, Κάστον ὄνομα, κελεύει παραλαβόντα τῆς ὑπηκόου τάξεως ἑαυτῷ τοὺς εὐτολμοτάτους στρατιώτας ἐπισπεύδειν καὶ ἄνευ προρρήσεως ἐπεισιόντα ταῖς τῶν Ἰουδαίων οἰκίαις ἐρευνᾶν, μή τις ὅπλων ἐναπόκειται παρασκευή.
于是,他召见了他最信任的名叫卡斯托斯(Castus)的百夫长,命令他带领自己手下最勇敢的士兵急行军,在不作预告的情况下闯入犹太人的家中,搜查是否存有任何武器装备。
καὶ ὁ μὲν συντείνας ἔθει τὸ προσταχθὲν ἐργασόμενος.
于是此人全力以赴,奔跑着去执行命令。
§87οἱ δὲ τὴν ἐπίνοιαν οὐκ εἰδότες ἀχανεῖς τὸ πρῶτον εἱστήκεσαν ὑπ’ ἐκπλήξεως, γυναίων καὶ τέκνων αὐτοῖς ἐμπλεκομένων καὶ ῥεομένων δάκρυσι διὰ τὸν ἐπ’ αἰχμαλώτοις φόβον· ὃ γὰρ λοιπὸν τῆς πορθήσεως, τοῦτ’ ἀεὶ προσεδόκων.
然而,不知道这一企图的人们,最初因惊愕而呆立不语,妻子和孩子们紧紧抱住他们,因害怕沦为俘虏而泪流满面;因为他们一直在预料着劫掠之后剩下的一步(即被俘)。
§88ὡς δ’ ἤκουσαν παρά τινος τῶν ἐρευνώντων· "ποῦ ταμιεύεσθε τὰ ὅπλα;
但当他们从一名搜查人员口中听到“你们把武器藏在哪里了?
“μικρὸν ἀνέπνευσαν καὶ πάντα καὶ τὰ ἐν μυχοῖς ἀναπετάσαντες ἐπεδείκνυντο, τῇ μὲν ἡδόμενοι, τῇ
”时,他们稍微松了一口气,并打开了所有的房间,甚至是藏在最深处的角落,将其展示出来,一方面感到欣喜,另一方面则叹息。
§89δὲ στένοντες, ἡδόμενοι μὲν ἐπὶ τῷ διελεγχθήσεσθαι τὸ συκοφάντημα ἐξ ἑαυτοῦ, δυσχεραίνοντες δέ, ὅτι πρῶτον μὲν αἱ τηλικαῦται διαβολαὶ κατ’ αὐτῶν προπιστεύονται συντιθέμεναι πρὸς ἐχθρῶν, ἔπειτα δ’, ὅτι γύναια κατάκλειστα μηδὲ τὴν αὔλειον προερχόμενα καὶ θαλαμευόμεναι παρθένοι, δι’ αἰδῶ τὰς ἀνδρῶν ὄψεις καὶ τῶν οἰκειοτάτων ἐκτρεπόμεναι, τότε οὐ μόνον ἀσυνήθεσιν ἀλλὰ καὶ στρατιωτικὸν δέος ἐπανατεινομένοις ἐμφανεῖς ἐγένοντο.
欣喜的是诬告将被不攻自破,而痛苦的是,首先,由敌人捏造的如此巨大的中伤居然事先就被相信用来对付他们;其次,那些大门不出、二门不迈的深闺妇女和处女们,平日里出于羞涩连最亲近的男子的目光都予以回避,此时却不仅向陌生人,甚至向那些用军事威吓威胁她们的人暴露出自己的身影。
§90γενομένης δ’ ὅμως ἀκριβοῦς ἐρεύνης ὅσον πλῆθος ἀμυντηρίων ὅπλων εὑρέθη;
然而,在进行了仔细的搜查之后,究竟发现了多少防御性的武器呢?
κράνη, θώρακες, ἀσπίδες, ἐγχειρίδια, κοντοί, παντευχίαι σωρηδὸν προεκομίζοντο;
难道有成堆的头盔、胸甲、盾牌、短剑、长枪、全身铠甲被搬出来吗?
καὶ ἐν μέρει τὰ ἑκηβόλα, παλτοί, σφενδόναι, τόξα, βέλη;
又或者,有远距离武器,如投枪、投石器、弓、箭等吗?
τούτων ἁπλῶς οὐδέν· ἀλλ’ οὐδὲ τὰ πρὸς τὴν καθ’ ἡμέραν δίαιταν ὀψαρτυτῶν αὐτάρκη μαχαιρίδια.
这些根本一无所有;甚至连厨师准备每日伙食所需的基本刀具都没有。
§91ἐξ οὗ καὶ ἡ περὶ τὸν βίον εὐθὺς εὐκολία διεφαίνετο πολυτέλειαν καὶ τὸ ἁβροδίαιτον μὴ προσιεμένων, ἃ πέφυκε γεννᾶν κόρον· κόρου δ’ ὕβρις ἔκγονον, ἡ πάντων κακῶν ἀρχή.
由此,他们生活的简朴立刻显露出来,因为他们不接受奢华和娇生惯养的生活,而这些自然会产生骄奢;而骄奢的产物便是狂妄,这是万恶之源。
§92καίτοι γ’ οὐ πρὸ πολλοῦ τῶν κατὰ τὴν χώραν Αἰγυπτίων ὁπλολογηθέντων ὑπὸ Βάσσου τινός, ᾧ προσέταξεν ὁ Φλάκκος τουτὶ τὸ ἔργον, [ἀλλ’] ἦν τότε ἰδεῖν στόλον μὲν πολὺν νεῶν καταπεπλευκότα καὶ ἐνορμοῦντα τοῖς τοῦ ποταμοῦ λιμέσι, γέμοντα παντοίων ὅπλων, ἀχθοφόρα δ’ ὑποζύγια παμπληθῆ συνδεδεμένων δοράτων φορμηδὸν ἀφ’ ἑκατέρας πλευρᾶς εἰς τὸ ἰσόρροπον, τὰς δὲ ἀπὸ τοῦ στρατοπέδου πάσας σχεδὸν ἁρμαμάξας μεστὰς πανοπλιῶν, αἳ στοιχηδὸν ὑπὸ μίαν ὄψιν καὶ τὴν αὐτὴν σύνταξιν ἐν κόσμῳ προῄεσαν·
然而就在不久前,当该地区的埃及人被某个巴苏斯(Bassus,弗拉库斯将此任务委派给他)解除武装时,当时可以看到一大支船队顺流而下并停泊在河港中,满载着各式武器;还有无数的驮畜,两旁绑着成束的枪矛如篮子一般以保持平衡;以及几乎所有来自军营、装满整套盔甲的马车,它们整齐划一、并排前行,尽收眼底。
τὸ δὲ μεταξὺ τῶν λιμένων καὶ τῆς ἐν τοῖς βασιλείοις ὁπλοθήκης, εἰς ἣν ἔδει κατατεθῆναι τὰ ὅπλα, δέκα σταδίων που διάστημα σύμπαν ἔχον.
而从港口到存放武器的皇宫武器库之间,总共大约有十斯塔迪亚(Stadia)的距离。
§93τὰς τῶν ταῦτα παρασκευασαμένων οἰκίας ἄξιον ἦν ἐρευνᾶσθαι·
那些准备了这些武器的人的家,才真正值得被搜查;因为他们曾多次造反,常有叛乱嫌疑。
πρὸς γὰρ νεωτερισμὸν ὕποπτοι πολλάκις ἀποστάντες ἦσαν, καὶ ἔδει κατὰ μίμησιν τῶν ἱερῶν ἀγώνων τριετηρίδας ἄγειν καινὰς ἐν Αἰγύπτῳ συγκομιδῆς ὅπλων τοὺς προεστῶτας, ἵν’ ἢ μὴ κατασκευάζεσθαι φθάνωσιν ἢ ἀντὶ πολλῶν ὀλίγα, καιρὸν οὐκ ἔχοντες εἰς ἀναχώρησιν.
统治者们应该效仿神圣的竞技会,在埃及建立新的三年一度的武器征集制度,使他们要么来不及制造武器,要么因没有退路的机会,只能拥有极少数的武器而非多数。