Humanitext Reader

斐洛·尤迪厄斯 · 驳弗拉库斯 §105-114

百人队长巴苏斯抵达与弗拉库斯在宴席被捕

第 11 段,共 18 段 · 希腊语

内容简介

针对弗拉库斯的“正义”报复拉开帷幕,盖乌斯皇帝派遣的百人队长巴苏斯抵达亚历山大,并在宴会上突然逮捕了弗拉库斯。

§105ἔνιοι γὰρ καὶ ἐπὶ Τιβερίου καὶ ἐπὶ τοῦ πατρὸς αὐτοῦ Καίσαρος τῶν διεπόντων τὰς ἐπικρατείας, τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰς δυναστείαν καὶ τυραννίδα μεθαρμοσάμενοι, τὰς χώρας ἐνέπλησαν κακῶν ἀνηκέστων δωροδοκίαις, ἁρπαγαῖς, καταδίκαις, τῶν μηδὲν ἡμαρτηκότων ἐλάσεσι καὶ φυγαῖς, τῶν δυνατῶν ἀκρίτοις ἀναιρέσεσιν·
因为在提庇留统治时期以及在他的父亲恺撒统治时期,有些治理属州的人,将他们的照管与保护转变为绝对权力与专制暴政,通过受贿、强夺、判罪、对无辜之人的驱逐与流放、以及对有力之士未经审判的处决,使这些地方充满了无法挽回的灾祸。
οὓς μετὰ τὸν ὁρισθέντα χρόνον τῆς ἀρχῆς ἐπανελθόντας εἰς Ῥώμην οἱ αὐτοκράτορες λόγον καὶ εὐθύνας τῶν πεπραγμένων ᾔτουν, καὶ μάλισθ’ ὁπότε πρεσβεύσαιντο αἱ ἀδικηθεῖσαι πόλεις.
当这些人于任期届满返回罗马后,皇帝们便要求他们对所作所为进行说明和交代,尤其是当受害的城市派遣使节团来的时候。
§106τότε γὰρ κοινοὺς παρέχοντες ἑαυτοὺς δικαστάς, ἐξ ἴσου καὶ τῶν κατηγόρων καὶ τῶν ἀπολογουμένων ἀκροώμενοι, μηδενὸς ἀκρίτου προκαταγινώσκειν ἀξιοῦντες, ἐβράβευον οὔτε πρὸς ἔχθραν οὔτε πρὸς χάριν, ἀλλὰ πρὸς τὴν φύσιν τῆς ἀληθείας τὰ δόξαντα εἶναι δίκαια.
因为那时,他们让自己充当公正的法官,平等地听取控方和辩方的陈述,绝不在未经审判前就预先判定任何人有罪,他们裁决所认为公正的事,既不偏向仇恨,也不偏向恩惠,而是依据真理的本质。
§107Φλάκκῳ δ’ οὐ μετὰ τὴν ἀρχὴν ἀλλ’ ἐμπροθέσμως προϋπήντησεν ἡ μισοπόνηρος δίκη ταῖς ἀμέτροις ὑπερβολαῖς ὧν ἠδίκει καὶ παρηνόμει δυσχεράνασα.
然而对于弗拉库斯,并非在任期结束后,而是在任期之内,那憎恶邪恶的“正义”便迎面而来,因他那无节制且过度的不义与违法行径而感到愤慨。
§108Γίνεται δ’ ὁ τρόπος αὐτῷ τῆς συλλήψεως τοιόσδε.
他被捕的过程如下。
ὑπέλαβεν ἤδη τὸν Γάιον περὶ ὧν ὕποπτος ἦν ἐξευμενίσθαι, τὰ μὲν ἐπιστολιμαίοις γράμμασιν, ἃ κολακείας ἦν ὑπέρμεστα, τὰ δὲ ἐν οἷς δημηγορῶν πολλάκις ἐθεράπευε λόγους θῶπας καὶ μακρὰς ῥήσεις πεπλασμένων ἐγκωμίων συνείρων, τὰ δὲ καὶ ἐκ τοῦ σφόδρα εὐδοκιμεῖν παρὰ τῷ πλείστῳ μέρει τῆς πόλεως.
他以为自己已经就那些被怀疑的事向盖乌斯作了和解,部分是通过满纸谄媚的书信,部分是在他经常发表公众演说时,用阿谀奉承的话语和一连串虚饰赞美之词的长篇大论来讨好皇帝,部分也因为他在该城的大部分人中极具声望。
§109ἔλαθε δ’ αὑτὸν ἀπατῶν· ἀβέβαιοι γὰρ αἱ τῶν πονηρῶν ἀνθρώπων ἐλπίδες, εἰκαζόντων μὲν τὰ χρηστότερα, τὰ δὲ παλίμφημα καὶ ὧν ἄξιοι τυγχάνειν εἰσὶ πασχόντων.
然而,他是在不知不觉中欺骗了自己;因为恶人的希望是不稳固的,他们预想的是较好的结果,却遭受了相反的、也是他们理应承受的报应。
πέμπεται μὲν γὰρ ἀπὸ τῆς Ἰταλίας Βάσσος ἑκατοντάρχης ὑπὸ Γαΐου χειροτονηθεὶς μετὰ τῆς τάξεως τῶν στρατιωτῶν, ἧς ἀφηγεῖτο.
因为百人队长巴苏斯在盖乌斯的指派下,带着他所指挥的士兵队伍,从意大利被派遣而来。
§110σκάφους δ’ ἐπιβὰς τῶν μάλιστα ταχυναυτούντων ὀλίγαις ἡμέραις πρὸς τοῖς λιμέσι γίνεται τῆς Ἀλεξανδρείας κατὰ τὴν Φάρον νῆσον περὶ δείλην ἑσπέραν καὶ κελεύει τῷ κυβερνήτῃ μέχρις ἡλίου καταδύσεως ἔξω θαλαττεύειν, τεχνάζων τὸ ἀνεπίφαντον ἕνεκα τοῦ μὴ προαισθόμενον Φλάκκον καὶ βουλευσάμενόν τι νεώτερον ἄπρακτον αὐτῷ τὴν ὑπηρεσίαν ἐργάσασθαι.
他搭乘了一艘航速最快的船,在几天之内,于傍晚时分抵达了法罗斯岛附近的亚历山大港口。 他命令舵手在日落前留在外海,企图不露行踪,以免弗拉库斯预先察觉并图谋不轨,从而使他的执行任务落空。
§111γενομένης δ’ ἑσπέρας, ἡ μὲν ναῦς προσέσχεν, ὁ δὲ Βάσσος μετὰ τῶν ἰδίων ἀποβὰς προῄει, μήτε γνωρίζων τινὰ μήτε γνωριζόμενος ὑπό του, στρατιώτην δέ τινα τῶν ἐν τοῖς τετραδίοις φυλάκων καθ’ ὁδὸν εὑρὼν κελεύει δεικνύναι τὴν οἰκίαν τοῦ στρατάρχου· τούτῳ γὰρ ἐβούλετο τὸ ἀπόρρητον ἀνενεγκεῖν, ἵνα, κἂν δέῃ πολυχειρίας, ἔχῃ τὸν συναγωνιούμενον.
夜幕降临,船只靠岸,巴苏斯与部下登岸前进,既不认识任何人,也不被任何人认出。 他在路上遇到一个值班的四人卫兵组的士兵,便命令他指引去军司令官的住所;因为他希望向此人传达机密任务,以便即使需要众多人手,也能有一位并肩作战的帮手。
§112πυθόμενος δ’ αὐτὸν ἑστιᾶσθαι παρά τινι σὺν Φλάκκῳ, μηδὲν τάχους ἀνιεὶς συνέτεινεν ἄχρι τῆς τοῦ κεκληκότος οἰκίας — Στεφανίων ἦν τῶν τοῦ Τιβερίου Καίσαρος ἀπελευθέρων, παρ’ ᾧ κατήγοντο — καὶ μικρὸν ἄποθεν ὑποστείλας ἐκπέμπει τινὰ τῶν ἰδίων κατασκεψόμενον εἰς ἀκόλουθον ἀσκήσας, σόφισμα τοῦ μηδένα συναισθέσθαι.
当得知他正与弗拉库斯在某人家中宴饮,巴苏斯一刻不停地赶往那名邀请者的住所——此人是提庇留·恺撒的释放奴隶之一史蒂芬尼翁,他们当时正寄宿于此——。 他在距离不远处停下潜伏,派出一名部下乔装成随从前去侦察,以此作为不让任何人发觉的计策。
παρελθὼν δὲ εἰς τὸ συμπόσιον ὡς ἑνός τινος τῶν παρατυγχανόντων οἰκέτης, ἅπαντα μετ’ ἀκριβείας περιαθρήσας, ἐπανελθὼν ἐμήνυσε τῷ Βάσσῳ.
该部下作为在场某位客人的仆人混入宴席,仔细察看了所有情况,返回后向巴苏斯作了汇报。
§113γνοὺς δὲ τὸ περὶ τὰς εἰσόδους ἀφύλακτον καὶ τὴν περὶ τὸν Φλάκκον ὀλιγότητα — μόλις γὰρ δέκα ἢ πεντεκαίδεκα τῶν διακονικῶν ἀνδραπόδων ἐπηκολουθήκει — σύνθημα δοὺς τοῖς περὶ αὑτὸν εἰσέδραμεν ἐξαίφνης, καὶ τῶν στρατιωτῶν οἱ μὲν παρὰ τὸ συμπόσιον ἐπιστάντες ὑπεζωσμένοι τὰ ξίφη κυκλοῦσιν αὐτὸν οὐ προϊδόμενον· ἐτύγχανε γὰρ καὶ πρόποσίν τινι διδοὺς καὶ φιλοφρονούμενος τοὺς παρόντας.
当得知入口处没有防备,且弗拉库斯身边的随从寥寥无几——因为只有大约十到十五名伺候的奴隶跟随他——巴苏斯给身边的人发出暗号,突然冲了进去。 部分在宴席旁立定、佩带宝剑的士兵包围了毫无防备的他;因为他当时正巧在向某人敬酒,并对在座的人表示热忱。
§114εἰς μέσον δὲ τοῦ Βάσσου παρελθόντος, ἰδὼν εὐθὺς ὑπ’ ἐκπλήξεως ἀχανὴς γίνεται καὶ βουλόμενος ἀναστῆναι, τὴν ἐν κύκλῳ φρουρὰν θεασάμενος, ἔγνω καὶ πρὶν ἀκοῦσαι, τί βούλεται Γάιος ἐπ’ αὐτῷ καὶ τί προστέτακται τοῖς ἥκουσι καὶ τί παραυτίκα μελλήσει ὑπομένειν·
当巴苏斯走到中央时,他一见便惊愕得目瞪口呆。 他想起身,但一看到周围的一圈卫兵,甚至在听到任何话之前,就明白了盖乌斯想对他怎样、来人被命令了什么、以及自己立刻将面临什么。
δεινὸς γὰρ ὁ νοῦς τὰ κατὰ μέρος ἐν χρόνῳ μακρῷ γινόμενα πάνθ’ ἅμα ἰδεῖν καὶ πάντων ἀθρόων ἀκοῦσαι.
因为人的心灵极其敏锐,能够将很长一段时间内陆续发生的事情同时看清,并一举听闻所有的一切。

词汇与语法注释

  1. 105τῶν διεπόντων τὰς ἐπικρατείας — 修饰 ἔνιοι 的部分属格。整体结构为“在那些治理属州的人中,有些人……”
  2. 107ἐμπροθέσμως — 意为“在任期内”。这与第105节中所述的常规做法形成对比,通常总督是在任期结束后在罗马面临审判,而弗拉库斯则是在任内遭遇了“正义”的报复。
  3. 110ἕνεκα τοῦ μὴ ... ἐργάσασθαι — 使用 ἕνεκα + 带冠词不定式(τοῦ ἐργάσασθαι)及否定小词 μὴ 表示目的。对格的 Φλάκκον 作该不定式的逻辑主语,意为“以免弗拉库斯预先察觉并图谋不轨,从而使任务落空”。
  4. 114δεινὸς γὰρ ὁ νοῦς — δεινός + 不定式(ἰδεῖν, ἀκοῦσαι)的句型,意为“人的心智(在同时看清、听闻一切上)是极其敏锐的”。

引用这一段

斐洛·尤迪厄斯, 驳弗拉库斯 §105-114. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg030.humanitext-grc1:105-114

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。