§74τῆς γὰρ ἡμετέρας γερουσίας, ἣν ὁ σωτὴρ καὶ εὐεργέτης Σεβαστὸς ἐπιμελησομένην τῶν Ἰουδαϊκῶν εἵλετο μετὰ τὴν τοῦ γενάρχου | τελευτὴν διὰ τῶν πρὸς Μάγιον Μάξιμον ἐντολῶν μέλλοντα πάλιν [[ἀπ’]π[ἀπ’]] Ἀλεξανδρείας καὶ τῆς χώρας ἐπιτροπεύειν, ὀκτὼ καὶ τριάκοντα συλλαβὼν τοὺς εὑρεθέντας ἐν ταῖς οἰκίαις εὐθὺς μὲν δῆσαι κελεύει, καὶ στείλας καλὴν πομπὴν διὰ μέσης ἀγορᾶς πρεσβύτας δεσμίους ἐξηγκωνισμένους, τοὺς μὲν ἱμάσι, τοὺς δὲ σιδηραῖς ἁλύσεσιν, εἰς τὸ θέατρον εἰσάγει — θέαν οἰκτίστην καὶ ἀλλοτριωτάτην τῷ καιρῷ — §75καὶ στάντας ἀντικρὺ ἐχθρῶν καθεζομένων πρὸς ἐπίδειξιν αἰσχύνης προστάττει πάντας περιδυθέντας αἰκισθῆναι μάστιξιν, αἷς ἔθος τοὺς κακούργων πονηροτάτους προπηλακίζεσθαι, ὡς ἐκ τῶν πληγῶν τοὺς μὲν φοράδην ἐκκομισθέντας αὐτίκα τελευτῆσαι, τοὺς δὲ νοσήσαντας ἐπὶ πλεῖστον χρόνον εἰς ἀπόγνωσιν σωτηρίας ἐλθεῖν.
因为,对于我们的元老院,即救主兼恩主奥古斯都在首领去世后,通过给即将再次管理亚历山大和该地区的马吉乌斯·马克西姆斯的指令,选定来管理犹太事务的元老院,他在逮捕了在他们家中所找到的三十八人之后,便立即下令将他们捆绑起来,并派遣了一支穿过广场中心的漂亮队伍——长者们作为囚犯被反绑着双手,有的用皮带,有的用铁链——把他们带进剧场,这是一幕极其凄惨且与当时时机完全不合的景象—— 并且为了展示羞辱,他让他们站在坐着的敌人对面,下令将他们全部剥光衣服,用惯常用来侮辱最恶劣罪犯的鞭子进行虐待,以致由于遭受殴打,有些人被用担架抬走并立即死去,而有些人则病了极长的时间,对恢复感到绝望。
§76ἧς ἐπιβουλῆς τὸ μέγεθος ἐξελήλεγκται μὲν καὶ δι’ ἑτέρων, οὐχ ἧττον δὲ καὶ διὰ τοῦ μέλλοντος λέγεσθαι σαφέστερον ἐπιδειχθήσεται.
这一阴谋的巨大不仅已被其他事证明,而且通过即将要说的事,会被展示得更加清楚。
τῶν ἀπὸ τῆς γερουσίας τρεῖς ἄνδρες, Εὔοδος καὶ Τρύφων καὶ Ἄνδρων, ἐγεγένηντο ἐξούσιοι, πάνθ’ ὅσα εἶχον ἐν ταῖς οἰκίαις διαρπασθέντες ἐφόδῳ μιᾷ, οὓς οὐκ ἠγνόησε ταῦτα πεπονθότας· ἐδηλώθη γὰρ αὐτῷ μεταπεμψαμένῳ πρότερον τοὺς ἡμετέρους ἄρχοντας ὅσα τῷ δοκεῖν ἐπὶ καταλλαγαῖς ταῖς πρὸς τὴν ἄλλην πόλιν.
元老院中的三名成员,埃乌奥多斯、特里丰和安德隆,已经变得一无所有,因为他们家中的一切都在一次袭击中被抢劫一空,而他并非不知道他们遭受了这些事;因为之前他以表面上与其余城市和解为名召集我们的统治者时,这一切就已经向他表明了。
§77καὶ ὅμως εἰδὼς ἀκριβῶς τούτους στερομένους τῶν ἰδίων ἐν ὄψεσι τῶν ἁρπασάντων ἔτυπτεν, ἵν’ οἱ μὲν ὑπομένωσι διττὰς συμφοράς, πενίαν ὁμοῦ καὶ τὴν ἐν τοῖς σώμασιν ὕβριν, οἱ δὲ διττὴν ἡδονήν, ἀλλότριόν τε καρπούμενοι πλοῦτον καὶ τῆς τῶν ἀφαιρεθέντων ἀτιμίας εἰς κόρον ἀπολαύοντες.
然而,他明知这些人被剥夺了自己的财产,却在那些抢劫者眼前鞭打他们,好让前者承受双重灾难——贫困与肉体上的侮辱,而后者享受双重的快乐——既享用属于他人的财富,又尽情享受被剥夺者的耻辱,以至满足。
§78ἔχων τι τῶν τότε πεπραγμένων εἰπεῖν ἐπαμφοτερίζω, μὴ ἄρα εὐτελὲς εἶναι νομισθὲν ἐκλύσῃ τὰ μεγέθη τῶν τοσούτων· ἔστι δ’ εἰ καὶ μικρόν, ἀλλ’ οὐ μικρᾶς δεῖγμα κακονοίας.
说到当时所做的一些事,我有些犹豫,担心这会被认为是微不足道的,从而削弱了如此巨大罪行的严重性;但即使这是微小的,也是不小恶意的证明。
τῶν μαστίγων εἰσὶ διαφοραὶ διακεκριμέναι κατὰ τὴν πόλιν πρὸς τὰ τῶν τύπτεσθαι μελλόντων ἀξιώματα· τοὺς μὲν γὰρ Αἰγυπτίους ἑτέραις μαστίζεσθαι συμβέβηκε καὶ πρὸς ἑτέρων, τοὺς δὲ Ἀλεξανδρέας σπάθαις καὶ ὑπὸ σπαθηφόρων Ἀλεξανδρέων.
在城中,鞭子根据被打者的身份有着明确的区别;因为埃及人是用其他鞭子并由其他人鞭打,而亚历山大人则是用扁棒并由持棒的亚历山大人鞭打。
§79τὸ ἔθος τοῦτο καὶ ἐπὶ τῶν ἡμετέρων διετήρησαν οἱ πρὸ Φλάκκου καὶ Φλάκκος αὐτὸς τοὺς πρώτους χρόνους.
这种习俗在弗拉库斯之前的人,以及弗拉库斯自己在最初的时期,对我们的人也予以保留。
ἔστι γάρ, ἔστι καὶ ἐν ἀτιμίᾳ βραχύ τι τῶν εἰς ἐπιτιμίαν εὑρεῖν καὶ ἐν ὕβρει παραφερόμενόν τι τῶν εἰς τὸ ἀνύβριστον, ὅταν τις αὐτὰς ἐφ’ ἑαυτῶν ἐᾷ τὰς φύσεις τῶν πραγμάτων ἐξετάζεσθαι, μὴ προστιθεὶς οἴκοθεν ἐπίβουλον πάθος, ὃ πάνθ’ ὅσα παραμέμικται τῆς ἐπιεικεστέρας ἰδέας ὑφαιρεῖ καὶ διοικίζει.
因为确实,只要人们允许事物本身的性质在自身中被考察,而不从自己身上加入阴险的激情(这种激情会夺走并分离一切混合在更温和形式中的东西),即使在耻辱中也能找到微小的属于荣耀的东西,而在陵辱中也有一些元素会带入不受陵辱的境地。
§80πῶς οὖν οὐ παγχάλεπον, τῶν ἰδιωτῶν Ἀλεξανδρέων Ἰουδαίων ταῖς ἐλευθεριωτέραις καὶ πολιτικωτέραις μάστιξι τετυπτημένων, εἴ ποτε ἔδοξαν πληγῶν ἄξια ἐργάσασθαι, τοὺς ἄρχοντας, | τὴν γερουσίαν, οἳ καὶ γήρως καὶ τιμῆς εἰσιν ἐπώνυμοι, κατὰ τοῦτο τὸ μέρος ἔλαττον τῶν ὑπηκόων ἐνέγκασθαι, καθάπερ Αἰγυπτίων τοὺς ἀφανεστάτους καὶ ἐνόχους τοῖς μεγίστοις ἀδικήμασιν;
那么,当普通的亚历山大犹太人在被认为做出值得挨打的事时,是用更适合自由人且更具公民性的鞭子抽打,而统治者们、元老院——他们因年长和荣耀而得名——在这方面却承受了比他们的臣属更低的待遇,就像最卑微的埃及人和犯有最严重罪行的人一样,这难道不是极其严酷的吗?
§81ἐῶ λέγειν ὅτι, εἰ καὶ μυρία ἦσαν ἡμαρτηκότες, ὤφειλε τὸν καιρὸν αἰδεσθεὶς τὰς τιμωρίας ὑπερθέσθαι· τοῖς γὰρ ὀρθῶς πολιτευομένοις τῶν ἀρχόντων καὶ μὴ προσποιουμένοις τιμᾶν ἀλλ’ ὄντως τιμῶσι τοὺς εὐεργέτας ἔθος ἐστὶ μηδένα κολάζειν τῶν κατακρίτων, ἄχρις ἂν αἱ ἐπιφανεῖς γενέθλιοι καὶ πανηγύρεις αὗται τῶν ἐπιφανῶν Σεβαστῶν διεξέλθωσιν.
我且不说,即使他们犯下了无数错误,他也应该出于对此时机(节日)的尊重而推迟惩罚;因为对于那些正确治理且并非假装尊敬、而是真正尊敬其恩主的统治者来说,他们的习俗是在这些显赫的生日和显赫的奥古斯都(皇帝们)的这些节日过去之前,不惩罚任何被判罪的人。
§82ὁ δ’ ἐν αὐταῖς παρηνόμει καὶ ἐτιμωρεῖτο τοὺς μηδὲν ἀδικοῦντας, οὓς ἐνῆν αὖθις, εἴπερ ἐβούλετο, κολάζειν.
但他却在这些日子里违法,并惩罚了那些毫无过错的人,而这些人如果他愿意,本可以在以后再进行惩罚。
ἀλλ’ ἔσπευδε καὶ κατήπειγεν ἕνεκα τῆς πρὸς τὸν ἐναντίον ὄχλον ἀρεσκείας, ταύτῃ νομίζων ἐξοικειώσασθαι μᾶλλον αὐτὸν εἰς ἅπερ διενοεῖτο.
但他为了取悦对立的群众而急切催促,认为以此能使他们更加亲近他所计划的事。
§83ἤδη τινὰς οἶδα τῶν ἀνεσκολοπισμένων μελλούσης ἐνίστασθαι τοιαύτης ἐκεχειρίας καθαιρεθέντας καὶ τοῖς συγγενέσιν ἐπὶ τῷ ταφῆς ἀξιωθῆναι καὶ τυχεῖν τῶν νενομισμένων ἀποδοθέντας· ἔδει γὰρ καὶ νεκροὺς ἀπολαῦσαί τινος χρηστοῦ γενεθλιακαῖς αὐτοκράτορος καὶ ἅμα τὸ ἱεροπρεπὲς τῆς πανηγύρεως φυλαχθῆναι.
的确,我知道有些被钉十字架的人,在这种休战(节日)即将开始时,被放下来并交还给他们的亲属,以便配受埋葬并获得惯常的礼仪;因为在皇帝的生日里,即使是死者也需要享受到某种恩惠,同时也要维护节日的庄严神圣。