§62ἐν πολέμῳ μὲν οἱ δυσμενεῖς ταῦτα· ἐν εἰρήνῃ δ’ οἱ πρὸ μικροῦ φίλοι θεασώμεθα ὁποῖα.
在战争中敌对者所行的是这些事;而在和平中,让我们看看不久前的友人们所行的是何等的事。
μετὰ γὰρ τὰς ἁρπαγὰς καὶ τοὺς ἀνοικισμοὺς καὶ τὰς ἐκ τῶν πλείστων μερῶν τῆς πόλεως βιαίους ἐλάσεις καθάπερ τειχήρεις ἐν κύκλῳ περικαθημένων ἐχθρῶν γεγονότες, ἀπορίᾳ καὶ σπάνει δεινῇ τῶν ἀναγκαίων πιεζόμενοι καὶ γύναια καὶ τέκνα νήπια ὁρῶντες ἐν ὀφθαλμοῖς παραπολλύμενα λιμῷ χειροποιήτῳ — §63πάντα γὰρ τἄλλα εὐθηνίας καὶ εὐετηρίας μεστὰ ἦν, τοῦ μὲν ποταμοῦ ταῖς πλημμύραις τὰς ἀρούρας πλουσίως λιμνάσαντος, τῆς δὲ πεδιάδος, ὅση πυροφόρος, ἀφθονώτατον ὑπ’ εὐγονίας τὸν τοῦ σίτου καρπὸν ἀναγούσης —, §64μηκέτι στέγειν δυνάμενοι τὰς ἐνδείας, οἱ μὲν ἐπὶ συγγενῶν καὶ φίλων, πρότερον οὐκ εἰωθότες, οἰκίας ἦλθον ἔρανον αὐτὰ τὰ ἀναγκαῖα αἰτήσοντες, οἱ δ’ ἀπὸ φρονήματος εὐγενοῦς τὴν μεταιτῶν τύχην ὡς δουλοπρεπῆ καὶ ἀνελεύθερον ἐκτρεπόμενοι προῆλθον εἰς ἀγορὰν οὐδενὸς ἑτέρου χάριν ἢ τοῦ πρίασθαι τοῖς τε οἰκείοις καὶ ἑαυτοῖς τροφάς, οἱ δυστυχεῖς.
在经历了抢劫、强行迁徙以及从城市的大部分地区被暴力驱逐之后,他们就像被四周合围的敌人包围起来的受围困者一样,饱受必需品极其匮乏和短缺的折磨,并眼睁睁看着他们的妻子和婴儿因人为制造的饥荒而在眼前死去—— ——因为其他一切都充满了丰收与繁荣,河流因泛滥而富庶地灌溉了田地,而平原中凡是产麦之地,都因其肥沃而产出极其丰饶的谷物果实 —— ——他们再也无法忍受这种匮乏,有些人便前往亲戚和朋友的家(这在以前并非他们的习惯),去乞求最基本的物资作为施舍,而另一些人出于高尚的尊严,将乞讨的命运视为奴隶般且卑贱的事而加以避开,仅仅为了给家人和自己购买食物而走向广场,这些可怜的人。
§65εὐθὺς γὰρ συναρπασθέντες ὑπὸ τῶν τὴν ὀχλοκρατίαν ἐπιτειχισάντων δολοφονοῦνται καὶ συρόμενοι καὶ πατούμενοι διὰ τῆς πόλεως ἁπάσης ἐξαναλώθησαν, οὐδενὸς ὑπολειφθέντος μέρους, ὃ δυνήσεται κοινωνῆσαι ταφῆς.
因为他们立刻被那些确立了暴民统治的人抓走并暗杀,并在整个城市中被拖拽和践踏,从而被消灭殆尽,没有留下任何可以分得埋葬之礼的遗体部分。
§66μυρίους μέντοι καὶ ἄλλους πολυτρόποις κακῶν ἰδέαις ἐπιτετηδευμέναις εἰς χαλεπὴν ὠμότητα κατειργάσαντο καὶ διέφθειραν οἱ λελυττηκότες ὑπ’ ἀγριότητος | εἰς θηρίων φύσιν· τοὺς γὰρ ὅπῃ τύχοι φανέντας τῶν Ἰουδαίων ἢ κατέλευον ἢ ξύλοις κατέκοπτον οὐκ εὐθὺς ἐπὶ τὰ καιριώτατα μέρη τὰς πληγὰς φέροντες, ἵνα μὴ θᾶττον τελευτήσαντες θᾶττον καὶ τὴν τῶν ὀδυνηρῶν ἀντίληψιν ἀπόθωνται.
然而,那些因凶残而狂怒并堕入野兽本性的人,用各种旨在施加残酷暴行的邪恶手段折磨并毁灭了无数其他人;因为只要有犹太人在任何地方出现,他们就用石头砸或用棍棒殴打,但他们并不会立即击中致命要害,以免受害者死得太快,从而也太快摆脱对痛苦的感觉。
§67τῇ δὲ τῶν συμφορῶν ἀδείᾳ καὶ ἐκεχειρίᾳ τινὲς ἐπινεανιευόμενοι, τῶν ἀμβλυτέρων ὅπλων ἀλογήσαντες, ἀνελάμβανον τὰ πάντων ἀνυσιμώτατα, πῦρ καὶ σίδηρον, καὶ πολλοὺς μὲν ξίφεσιν ἀνεῖλον, οὐκ ὀλίγους δὲ πυρὶ διέφθειραν.
在这些灾难所带来的免责与停火状态中,有些人变得骄横狂妄,无视那些杀伤力较弱的武器,拿起了最有效的武器——火与铁,用剑杀死了许多人,用火烧死了不少人。
§68ἤδη δὲ καὶ γενεὰς ὅλας, ἄνδρας μετὰ γυναικῶν, τέκνα νήπια μετὰ γονέων, ἐνέπρησαν οἱ πάντων ἀνηλεέστατοι κατὰ μέσην τὴν πόλιν, μὴ γῆρας, μὴ νεότητα, μὴ παίδων ἄκακον ἡλικίαν οἰκτισάμενοι· καὶ ὁπότε ξύλων ὕλης ἀπορήσειαν, φρύγανα συλλέγοντες καπνῷ τὸ πλέον ἢ πυρὶ διέφθειρον, οἰκτρότερον καὶ ἐπιμηκέστερον ὄλεθρον τοῖς δειλαίοις τεχνάζοντες, ὧν τὰ σώματα ἡμίφλεκτα ἀναμὶξ ἔκειτο, χαλεπὴ καὶ ὀδυνηροτάτη θέα.
甚至,那些最无情的人已经在城市中心烧死了整家整户,丈夫连同妻子,婴儿连同父母,既不怜悯老年,也不怜悯青年,更不怜悯孩子们无辜的年龄;当他们缺少木材时,便收集柴火,用烟熏而非火烧来毁灭他们,为这些可怜的人设计了更可悲、更漫长的毁灭方式,他们的半焦尸体混杂地躺在一起,呈现出悲惨且极其痛苦的景象。
§69εἰ δὲ καὶ οἱ παραληφθέντες ἐπὶ φρυγανισμὸν ἐβράδυνον, ἐπὶ τῶν ἰδίων σκευῶν τῶν ἐκ τῆς ἁρπαγῆς ἐνεπίμπρασαν τοὺς δεσπότας τὰ μὲν πολυτελῆ νοσφιζόμενοι, τὰ δὲ μὴ πάνυ χρήσιμα συγκαταφλέγοντες, οἷς ἀντὶ ξύλων εἰκαίων ἐχρῶντο.
如果被派去收集柴火的人耽延了,他们便在这些主人从抢劫中被夺走的个人财产上烧死他们,将贵重物品据为己有,而将不太有用的东西一同烧掉,用这些东西代替普通的木材。
§70πολλοὺς δὲ καὶ ζῶντας τοῖν ποδοῖν τὸν ἕτερον ἐκδήσαντες κατὰ τὸ σφυρὸν εἷλκον ἅμα καὶ κατηλόων ἐναλλόμενοι θάνατον ὠμότατον ἐπινοήσαντες·
他们还将许多活人的一只脚在踝部绑住,进行拖拽,同时跳上去践踏蹂躏,设计出了一种极其残忍的死法。
§71καὶ τελευτησάντων, οὐδὲν ἧττον ἀτελεύτητα μηνιῶντες βαρυτέρας αἰκίας τοῖς σώμασιν ἐπέφερον, διὰ πάντων ὀλίγου δέω φάναι τῶν τῆς πόλεως στενωπῶν κατασύροντες, ἕως ὁ νεκρὸς δοράς, σάρκας, ἶνας ὑπὸ τῆς τῶν ἐδάφων ἀνωμαλίας καὶ τραχύτητος περιθρυφθείς, καὶ τῶν ἡνωμένων μερῶν τῆς συμφυίας διαστάντων καὶ διασπαρέντων ἀλλαχόσε ἄλλων, ἐδαπανήθη.
在受害者死后,他们依然怀着无休止的愤怒对尸体施加更重的凌辱,在城市几乎所有的胡同里拖拽,直到尸体因地面的凹凸不平与粗糙而被磨损,连接的部位脱离其结合处并四散到各个地方,皮肤、肉和筋腱都被磨灭殆尽。
§72καὶ οἱ μὲν ταῦτα δρῶντες ὥσπερ ἐν τοῖς θεατρικοῖς μίμοις καθυπεκρίνοντο τοὺς πάσχοντας· τῶν δ’ ὡς ἀληθῶς πεπονθότων φίλοι καὶ συγγενεῖς, ὅτι μόνον ταῖς τῶν προσηκόντων συμφοραῖς συνήλγησαν, ἀπήγοντο, ἐμαστιγοῦντο, ἐτροχίζοντο, καὶ μετὰ πάσας τὰς αἰκίας, ὅσας ἐδύνατο χωρῆσαι τὰ σώματα αὐτοῖς, ἡ τελευταία καὶ ἔφεδρος τιμωρία σταυρὸς ἦν.
那些做出这些行径的人,就像在戏剧哑剧中一样,嘲弄效法着受苦者;而那些真正遭受苦难之人的朋友和亲属,仅仅因为同情亲人的不幸,就被拉走、鞭打、受车轮刑折磨,在经历了他们的身体所能承受的一切凌辱之后,最后预留的惩罚就是十字架。
§73Πάντα δὲ διορύξας καὶ τοιχωρυχήσας ὁ Φλάκκος καὶ μηδὲν μέρος τῶν Ἰουδαϊκῶν ἀμέτοχον ἐπιβουλῆς τῆς ἀνωτάτω καταλιπὼν ἐπενόησεν ἔκτοπόν τινα καὶ παρηλλαγμένην ἐπίθεσιν, ὁ μεγαλουργός, ὁ καινῶν ἀδικημάτων εὑρετής.
弗拉库斯掘开并破入了一切地方,没有让犹太事务的任何部分免于这最深重的阴谋,他又策划了一种奇特且反常的袭击,这位大干巨恶、新奇罪行的发明者。