§62ἐν πολέμῳ μὲν οἱ δυσμενεῖς ταῦτα·
戦争においては敵対者たちがこのようなことをする。
ἐν εἰρήνῃ δ’ οἱ πρὸ μικροῦ φίλοι θεασώμεθα ὁποῖα.
しかし、平和において、少し前まで友人であった者たちがどのようなことをするか、見てみよう。
μετὰ γὰρ τὰς ἁρπαγὰς καὶ τοὺς ἀνοικισμοὺς καὶ τὰς ἐκ τῶν πλείστων μερῶν τῆς πόλεως βιαίους ἐλάσεις καθάπερ τειχήρεις ἐν κύκλῳ περικαθημένων ἐχθρῶν γεγονότες, ἀπορίᾳ καὶ σπάνει δεινῇ τῶν ἀναγκαίων πιεζόμενοι καὶ γύναια καὶ τέκνα νήπια ὁρῶντες ἐν ὀφθαλμοῖς παραπολλύμενα λιμῷ χειροποιήτῳ — §63πάντα γὰρ τἄλλα εὐθηνίας καὶ εὐετηρίας μεστὰ ἦν, τοῦ μὲν ποταμοῦ ταῖς πλημμύραις τὰς ἀρούρας πλουσίως λιμνάσαντος, τῆς δὲ πεδιάδος, ὅση πυροφόρος, ἀφθονώτατον ὑπ’ εὐγονίας τὸν τοῦ σίτου καρπὸν ἀναγούσης —, §64μηκέτι στέγειν δυνάμενοι τὰς ἐνδείας, οἱ μὲν ἐπὶ συγγενῶν καὶ φίλων, πρότερον οὐκ εἰωθότες, οἰκίας ἦλθον ἔρανον αὐτὰ τὰ ἀναγκαῖα αἰτήσοντες, οἱ δ’ ἀπὸ φρονήματος εὐγενοῦς τὴν μεταιτῶν τύχην ὡς δουλοπρεπῆ καὶ ἀνελεύθερον ἐκτρεπόμενοι προῆλθον εἰς ἀγορὰν οὐδενὸς ἑτέρου χάριν ἢ τοῦ πρίασθαι τοῖς τε οἰκείοις καὶ ἑαυτοῖς τροφάς, οἱ δυστυχεῖς.
すなわち、略奪、強制立ち退き、市の大半の地域からの暴力的な追放ののちに、あたかも敵対者たちに四方を包囲されたかのように閉じ込められ、生活必需品の恐るべき欠乏と窮乏に苛まされ、自分たちの目の前で妻たちや幼子たちが、人為的に作られた飢えによって死んでいくのを見ながら―― ――というのも、他のすべては豊作と繁栄に満ちており、川はその氾濫によって耕地を豊かに潤し、平野は、小麦を産するすべての場所で、その並外れた肥沃さによって極めて豊富に穀物の実りをもたらしていたからである ―― ――もはやその窮乏に耐えることができなくなった彼らは、ある者たちは、以前はそんな習慣はなかったのに、親族や友人の家々へと、まさに必要最低限のものを施しとして求めに行き、またある者たちは、高潔な誇りのゆえに、施しを乞う身の上を奴隷のようで卑しいものとして避け、ただ自分たちの家族と自分自身のために食糧を買い求めるという目的のためだけに、広場へと進み出たのである。 この不幸な人々は。
§65εὐθὺς γὰρ συναρπασθέντες ὑπὸ τῶν τὴν ὀχλοκρατίαν ἐπιτειχισάντων δολοφονοῦνται καὶ συρόμενοι καὶ πατούμενοι διὰ τῆς πόλεως ἁπάσης ἐξαναλώθησαν, οὐδενὸς ὑπολειφθέντος μέρους, ὃ δυνήσεται κοινωνῆσαι ταφῆς.
というのも、彼らは群衆政治を組織した者たちによって直ちに捕らえられて暗殺され、街全体を引きずり回されて踏みつけられて一人残らず殺害されたからであり、埋葬を分かち合うことができるような遺体の一部すら残されなかったのである。
§66μυρίους μέντοι καὶ ἄλλους πολυτρόποις κακῶν ἰδέαις ἐπιτετηδευμέναις εἰς χαλεπὴν ὠμότητα κατειργάσαντο καὶ διέφθειραν οἱ λελυττηκότες ὑπ’ ἀγριότητος | εἰς θηρίων φύσιν·
さらに、凶暴さのゆえに野獣の性質へと狂い猛った者たちは、他の無数の人々をも、過酷な残虐行為へと作り上げられた様々な災厄の手段によって苦しめ、滅ぼした。
τοὺς γὰρ ὅπῃ τύχοι φανέντας τῶν Ἰουδαίων ἢ κατέλευον ἢ ξύλοις κατέκοπτον οὐκ εὐθὺς ἐπὶ τὰ καιριώτατα μέρη τὰς πληγὰς φέροντες, ἵνα μὴ θᾶττον τελευτήσαντες θᾶττον καὶ τὴν τῶν ὀδυνηρῶν ἀντίληψιν ἀπόθωνται.
すなわち、至る所で姿を現したユダヤ人たちを、彼らは石打ちにするか、あるいは棍棒で叩きのめした。 その際、彼らは苦痛を感じる感覚を早く死ぬことで早く失ってしまわないよう、すぐには致命傷となる箇所を殴打しなかったのである。
§67τῇ δὲ τῶν συμφορῶν ἀδείᾳ καὶ ἐκεχειρίᾳ τινὲς ἐπινεανιευόμενοι, τῶν ἀμβλυτέρων ὅπλων ἀλογήσαντες, ἀνελάμβανον τὰ πάντων ἀνυσιμώτατα, πῦρ καὶ σίδηρον, καὶ πολλοὺς μὲν ξίφεσιν ἀνεῖλον, οὐκ ὀλίγους δὲ πυρὶ διέφθειραν.
そして、この災厄によってもたらされた免責と停戦状態のなかで、ある者たちは増長し、より殺傷力の低い武器を顧みず、最も効力のあるもの、すなわち火と剣を手に取り、多くの者を剣で殺し、少なからぬ者を火で滅ぼした。
§68ἤδη δὲ καὶ γενεὰς ὅλας, ἄνδρας μετὰ γυναικῶν, τέκνα νήπια μετὰ γονέων, ἐνέπρησαν οἱ πάντων ἀνηλεέστατοι κατὰ μέσην τὴν πόλιν, μὴ γῆρας, μὴ νεότητα, μὴ παίδων ἄκακον ἡλικίαν οἰκτισάμενοι·
さらに、最も無慈悲な者たちは、老いも若きも、子供たちの無垢な年齢をも憐れむことなく、街の真ん中で、家族全員、すなわち妻を伴った夫たちや、親を伴った幼子たちを焼き殺した。
καὶ ὁπότε ξύλων ὕλης ἀπορήσειαν, φρύγανα συλλέγοντες καπνῷ τὸ πλέον ἢ πυρὶ διέφθειρον, οἰκτρότερον καὶ ἐπιμηκέστερον ὄλεθρον τοῖς δειλαίοις τεχνάζοντες, ὧν τὰ σώματα ἡμίφλεκτα ἀναμὶξ ἔκειτο, χαλεπὴ καὶ ὀδυνηροτάτη θέα.
そして、薪の材料が不足すると、彼らは柴を集め、火よりもむしろ煙によって彼らを滅ぼし、あの哀れな人々に対してより悲惨で引き延ばされた死を企てた。 彼らの半ば焼けた遺体は乱雑に横たわっており、それは痛ましく、極めて苦痛に満ちた光景であった。
§69εἰ δὲ καὶ οἱ παραληφθέντες ἐπὶ φρυγανισμὸν ἐβράδυνον, ἐπὶ τῶν ἰδίων σκευῶν τῶν ἐκ τῆς ἁρπαγῆς ἐνεπίμπρασαν τοὺς δεσπότας τὰ μὲν πολυτελῆ νοσφιζόμενοι, τὰ δὲ μὴ πάνυ χρήσιμα συγκαταφλέγοντες, οἷς ἀντὶ ξύλων εἰκαίων ἐχρῶντο.
もし柴集めに駆り出された者たちの戻りが遅ければ、彼らは略奪した家財道具を薪の代わりとして用い、高価なものは自分たちのものにし、あまり役に立たないものは一緒に燃やして、その所有者たちを彼らの持ち物の上で焼き殺した。
§70πολλοὺς δὲ καὶ ζῶντας τοῖν ποδοῖν τὸν ἕτερον ἐκδήσαντες κατὰ τὸ σφυρὸν εἷλκον ἅμα καὶ κατηλόων ἐναλλόμενοι θάνατον ὠμότατον ἐπινοήσαντες·
また、多くの人々を生きたまま、その両足のうちの一方を踝のところで縛り付け、引きずり回すと同時に、その上に飛び乗って踏みつぶし、極めて残虐な死を考案した。
§71καὶ τελευτησάντων, οὐδὲν ἧττον ἀτελεύτητα μηνιῶντες βαρυτέρας αἰκίας τοῖς σώμασιν ἐπέφερον, διὰ πάντων ὀλίγου δέω φάναι τῶν τῆς πόλεως στενωπῶν κατασύροντες, ἕως ὁ νεκρὸς δοράς, σάρκας, ἶνας ὑπὸ τῆς τῶν ἐδάφων ἀνωμαλίας καὶ τραχύτητος περιθρυφθείς, καὶ τῶν ἡνωμένων μερῶν τῆς συμφυίας διαστάντων καὶ διασπαρέντων ἀλλαχόσε ἄλλων, ἐδαπανήθη.
そして彼らが息絶えたのちも、変わらず果てしない怒りを抱きながら、遺体に対してより激しい陵辱を加えた。 すなわち、遺体が地面の凹凸や荒々しさによってすり減らされ、結合していた部位がそのつながりから離れてあちこちに四散し、肉や腱や皮膚が失われてしまうまで、街のほぼすべての路地を引きずり回したのである。
§72καὶ οἱ μὲν ταῦτα δρῶντες ὥσπερ ἐν τοῖς θεατρικοῖς μίμοις καθυπεκρίνοντο τοὺς πάσχοντας·
そして、これらのことを行う者たちは、まるで劇の物真似役者のように、苦しむ者たちの真似をしてあざ笑った。
τῶν δ’ ὡς ἀληθῶς πεπονθότων φίλοι καὶ συγγενεῖς, ὅτι μόνον ταῖς τῶν προσηκόντων συμφοραῖς συνήλγησαν, ἀπήγοντο, ἐμαστιγοῦντο, ἐτροχίζοντο, καὶ μετὰ πάσας τὰς αἰκίας, ὅσας ἐδύνατο χωρῆσαι τὰ σώματα αὐτοῖς, ἡ τελευταία καὶ ἔφεδρος τιμωρία σταυρὸς ἦν.
一方、実際に苦しみを受けた者たちの友人や親族は、ただ自分の身内の不幸に対して共に悲しんだという理由だけで、連行され、鞭打たれ、車裂きの刑に処され、彼らの身体が耐えうる限りのあらゆる陵辱を受けたのち、最後にあらかじめ用意されていた処罰として、十字架にかけられた。
§73Πάντα δὲ διορύξας καὶ τοιχωρυχήσας ὁ Φλάκκος καὶ μηδὲν μέρος τῶν Ἰουδαϊκῶν ἀμέτοχον ἐπιβουλῆς τῆς ἀνωτάτω καταλιπὼν ἐπενόησεν ἔκτοπόν τινα καὶ παρηλλαγμένην ἐπίθεσιν, ὁ μεγαλουργός, ὁ καινῶν ἀδικημάτων εὑρετής.
このように、あらゆる手段を講じて侵入し、壁を破り、最悪の陰謀にユダヤ人のいかなる部分をも巻き込まずにはおかなかったフラックスは、さらなる異常で常軌を逸した襲撃を企てた。 彼は大きな悪事を成し遂げる者であり、新たな悪行の発明者であった。