§52τὴν μὲν οὖν τῶν φιλαπεχθημόνων καὶ μετὰ τέχνης ἐπιβουλευόντων ὁρμὴν ἔφαμεν, δι’ ἣν οἱ μὲν ἐπηρεάζοντες οὐ δόξουσιν ἀδικεῖν, τοῖς δ’ ἐπηρεαζομένοις οὐκ ἀσφαλὲς ἐναντιοῦσθαι.
それゆえ、憎しみをもたらすことを好み、巧妙に陰謀を企てる者たちの衝動について、我々は語った。 これによって、危害を加える者たちは悪を行っているようには見えず、危害を加えられる者たちにとっては、反対することは安全ではない。
οὐ γάρ ἐστιν, ὦ γενναῖοι, τιμὴ καταλύειν νόμους, ἔθη πάτρια κινεῖν, ἐπηρεάζειν τοῖς συνοικοῦσι, διδάσκειν καὶ τοὺς ἐν ταῖς ἄλλαις πόλεσιν ὁμοφροσύνης ἀλογεῖν.
なぜなら、立派な諸君よ、法律を廃止し、祖先の習慣を動かし、同居人に危害を加え、他の都市に住む人々に対しても、調和を無視することを教えることは、敬意を表することではないからである。
§53Ἐπειδὴ τοίνυν ἡ κατὰ τῶν νόμων πεῖρα εὐοδεῖν ἔδοξεν αὐτῷ τὰς προσευχὰς ἁρπάσαντι καὶ μηδὲ τοὔνομα ὑπολιπομένῳ, πάλιν ἐφ’ ἕτερον ἐτρέπετο, τὴν τῆς ἡμετέρας πολιτείας ἀναίρεσιν, ἵν’ ἀποκοπέντων οἷς μόνοις ἐφώρμει ὁ ἡμέτερος βίος ἐθῶν τε πατρίων καὶ μετουσίας πολιτικῶν δικαίων τὰς ἐσχάτας ὑπομένωμεν συμφορὰς οὐδενὸς ἐπειλημμένοι πείσματος εἰς ἀσφάλειαν.
それゆえ、会堂を奪い取り、その名前さえ残さなかった彼にとって、法律に反する試みがうまくいっているように思われたので、彼は再び別のこと、すなわち我々の市民権の剥奪へと向かった。 それは、我々の生活がそれだけに依りかかっていた祖先の習慣と市民的権利への参与が切り離された上で、安全のためのいかなる碇綱も握ることなく、我々が極限の災厄に耐えることになるためであった。
§54ὀλίγαις γὰρ ὕστερον ἡμέραις τίθησι πρόγραμμα, δι’ οὗ ξένους καὶ ἐπήλυδας ἡμᾶς ἀπεκάλει μηδὲ λόγου μεταδούς, ἀλλ’ ἀκρίτως καταδικάζων.
なぜなら、数日後に彼は布告を出し、それによって、我々に弁明の機会すら与えず、裁判なしに宣告し、我々を異邦人および新参者と呼んだからである。
οὗ τί ἂν εἴη τυραννίδος ἐπάγγελμα μεῖζον;
これ以上に僭主政治の表明として大きなものがあるだろうか。
αὐτὸς γενόμενος τὰ πάντα, κατήγορος, ἐχθρός, μάρτυς, δικαστής, κολαστής, εἶτα δυσὶ τοῖς προτέροις καὶ τρίτον προσέθηκεν ἐφεὶς ὡς ἐν ἁλώσει τοῖς ἐθέλουσι πορθεῖν Ἰουδαίους.
彼自身がすべて、すなわち告発者、敵、証人、裁判官、処罰者となり、さらに先の二つのことに第三のことを付け加えた。 それは、ユダヤ人を略奪したいと望む者たちに、まるで占領時のように略奪を委ねたことである。
οἱ δὲ λαβόντες ἄδειαν τί πράττουσι;
では、勝手にしてよい許可を得た者たちは、何をしたか。
§55πέντε μοῖραι τῆς πόλεώς εἰσιν, ἐπώνυμοι τῶν πρώτων στοιχείων τῆς ἐγγραμμάτου φωνῆς·
都市には5つの地区があり、アルファベットの最初の文字にちなんで名付けられている。
τούτων δύο Ἰουδαϊκαὶ λέγονται διὰ τὸ πλείστους Ἰουδαίους ἐν ταύταις κατοικεῖν·
これらのうち2つは、大半のユダヤ人がそこに居住しているため、ユダヤ人の地区と呼ばれている。
οἰκοῦσι δὲ καὶ ἐν ταῖς ἄλλαις οὐκ ὀλίγοι σποράδες.
しかし、他の地区にも少なからぬ人々が散在して住んでいる。
τί οὖν ἐποίησαν;
では、彼らは何をしたか。
ἐκ τῶν τεσσάρων γραμμάτων ἐξῴκισαν τοὺς Ἰουδαίους καὶ συνήλασαν εἰς ἑνὸς μοῖραν βραχυτάτην.
4つの文字の地区からユダヤ人を追い出し、彼らを1つの地区のごく狭い場所に追い詰めたのである。
§56οἱ δὲ ἐξεχέοντο διὰ τὸ πλῆθος εἰς αἰγιαλοὺς καὶ κοπρίας καὶ μνήματα πάντων στερόμενοι τῶν ἰδίων.
彼らは、大人数のために海岸やゴミ捨て場や墓地へと流れ出し、自分たちの財産をすべて奪われた。
ἐκεῖνοι δὲ τὰς οἰκίας ἐρήμους καταδραμόντες ἐφ’ ἁρπαγὴν ἐτράποντο καὶ ὡς ἐκ πολέμου λείαν διενέμοντο, μηδενὸς δὲ κωλύοντος καὶ τὰ ἐργαστήρια τῶν Ἰουδαίων συγκεκλεισμένα διὰ τὸ ἐπὶ Δρουσίλλῃ πένθος ἀναρρήξαντες ὅσα εὗρον — πολλὰ δὲ καὶ ταῦτ’ ἦν — ἐξεφόρησαν καὶ διὰ μέσης ἀγορᾶς ἐκόμιζον ὡς οἰκείοις τοῖς ἀλλοτρίοις καταχρώμενοι.
一方、彼らは無人となった家々に押し寄せ、略奪に走り、戦争の戦利品のように分け合った。 また、誰も制止する者がいなかったため、ドルシッラの死に対する服喪のゆえに閉ざされていたユダヤ人たちの作業場をこじ開け、そこに見出したものすべて――これらもまた多量であったが――を持ち出し、他人のものを自分自身のものとしてほしいままに使いながら、広場の真ん中を通って運んで行った。
§57τῆς δ’ ἁρπαγῆς ἡ ἀπραξία κακὸν ἦν βαρύτερον, τὰς μὲν ἐνθήκας ἀπολωλεκότων τῶν ποριστῶν, μηδενὸς δὲ ἐωμένου, μὴ γεωργοῦ, μὴ ναυκλήρου, μὴ ἐμπόρου, μὴ τεχνίτου, τὰ συνήθη πραγματεύεσθαι, ὡς διχόθεν κατεσκευάσθαι πενίαν, ἔκ τε τῆς ἁρπαγῆς, ἐξουσίων μιᾷ ἡμέρᾳ γενομένων καὶ περισεσυλημένων τὰ ἴδια, κἀκ τοῦ μὴ δεδυνῆσθαι πορίζειν ἐκ τῶν συνήθων ἐπιτηδευμάτων.
しかし、略奪よりも活動不能の方が、より重い悪であった。 生計を立てる者たちが資本を失った上で、農民も、船主も、商人も、職人も、誰一人として通常の業務を行うことを許されなかったからである。 その結果、貧困が二重に彼らを襲うことになった。 一つは略奪によるもので、一日のうちに家を追われ、自分たちの財産を奪い去られたこと、もう一つは、通常の生業から収入を得ることができなくなったことによるものである。
§58Καὶ ταῦτα μὲν εἰ καὶ ἀφόρητα, ἀλλ’ οὖν τοῖς αὖθις πεπραγμένοις συγκρινόμενα οἰστά.
そして、これらのことは、たとえ耐え難いものであったとしても、その後に成されたことと比較されるなら、やはり耐え忍びうるものである。
πενία γὰρ χαλεπὸν μέν, καὶ μάλισθ’ ὅταν κατασκευάζηται πρὸς ἐχθρῶν, ἔλαττον δὲ τῆς εἰς τὰ σώματα ὕβρεως, κἂν ᾖ βραχυτάτη.
なぜなら、貧困は、とりわけ敵によってもたらされる時には苦痛であるが、身体に対する侮辱に比べれば、それが極めてわずかなものであっても、より軽いものだからである。
§59τοὺς δ’ ἡμετέρους διὰ τὰς ὑπερβολὰς ὧν ἔπαθον οὐδ’ ἂν εἴποι τις ὕβριν ἢ αἰκίαν ἐνδεδέχθαι κυρίοις χρώμενος τοῖς ὀνόμασιν, ἀλλά μοι δοκεῖ προσρήσεων οἰκείων ἂν ἀπορῆσαι διὰ μέγεθος κεκαινουργημένης ὠμότητος, ὡς τὰ τῶν πολέμῳ μὲν κρατησάντων, ἐκ φύσεως δ’ ἀσπόνδων εἰς τοὺς ἑαλωκότας, συγκρινόμενα τοῖς τούτων ἡμερώτατα ἂν εἶναι δόξαι.
我々の人々が被ったことの過酷さのゆえに、言葉をその本来の意味で使うなら、彼らが受けたのが侮辱や身体的虐待であるとは誰も言えないだろう。 むしろ、新たに引き起こされた残虐行為の大きさのゆえに、適切な呼称を欠くことになるのではないかと私には思われる。 それは、戦争で勝利を収め、本性上和解不可能な敵である者たちの捕虜に対する行為でさえ、これら暴徒たちの行為と比較されるなら、最も穏やかなものであると思われるほどである。
§60χρήματα ἁρπάζουσιν ἐκεῖνοι καὶ πλῆθος αἰχμαλώτων σωμάτων, ἀλλὰ κινδυνεύσαντες, εἴπερ ἡττήθησαν, ἀποβαλεῖν τὰ οἰκεῖα.
彼らは財産を略奪し、多数の捕虜を奪うが、もし敗北していたなら自分自身のものを失うという危険を冒した上でのことである。
οὐ μὴν ἀλλὰ καὶ μυρίους, ὧν λύτρα κατατιθέασι συγγενεῖς ἢ φίλοι, μεθίενται τῶν δορυαλώτων, ἴσως μὲν ἀκαμπεῖς ὄντες πρὸς ἔλεον, ἡττώμενοι δὲ φιλαργυρίας.
さらに、親族や友人が身代金を支払う無数の捕虜たちを、彼らは解放する。 おそらく彼らは憐れみに対しては頑なであっても、金銭欲に負けるからである。
ἀλλὰ τί τοῦτο;
しかし、「それがどうしたというのか」と誰かが言うかもしれない。
φαίη τις ἄν· τοῖς γὰρ εὖ πάσχουσιν ἀδιαφορεῖ τῆς σωτηρίας ὁ τρόπος.
というのも、救済を受ける者たちにとって、救出される手段はどうでもよいことだからである。
§61ἤδη δὲ καὶ τοὺς πεσόντας ἐν τῷ πολέμῳ τῶν ἐχθρῶν ταφῆς ἀξιοῦσιν οἱ μὲν ἐπιεικεῖς καὶ φιλάνθρωποι ταῖς οἴκοθεν δαπάναις, οἱ δὲ τὴν ἔχθραν καὶ πρὸς νεκροὺς ἀποτείνοντες ὑπόσπονδα τὰ σώματα διδόντες ὑπὲρ τοῦ μὴ τῆς τελευταίας χάριτος ἀμοιρῆσαι τῶν νομιζομένων.
さらに、戦争で倒れた敵兵をも、寛大で人道的な者たちは自費で埋葬に値するとみなし、一方で死者にまで敵意を持ち越す者たちであっても、遺体が最後の慣例的な恩恵を欠くことのないように、休戦協定の下で引き渡すのである。