Humanitext Reader

斐洛·尤迪厄斯 · 驳弗拉库斯 §145-155

弗拉库斯获罪与被流放安德罗斯岛

第 15 段,共 18 段 · 希腊语

内容简介

伊西多罗斯逃亡后,总督弗拉库斯自己遭到指控并被判罪,没收全部财产后被流放到安德罗斯岛。他以戴罪之身重新走过昔日风光无限的道路,在卫兵的驱逐下被迫乘船前往比雷埃夫斯。

§145καὶ ὁ μὲν ἕνεκα τοῦ συνειδότος ἀπεδίδρασκε σύλληψιν εὐλαβηθείς· ὁ δὲ Φλάκκος οὐδὲν ἐπ’ αὐτῷ περιειργάζετο, νομίσας ἐκποδὼν ἑκουσίῳ γνώμῃ γεγονότος ἀστασίαστα καὶ ἀνερίθευτα τὰ κατὰ τὴν πόλιν ἔσεσθαι.
而他因做贼心虚、惧怕逮捕而逃跑了;弗拉库斯则未对他采取进一步行动,认为既然他自愿避开,城里的局势就将变得没有党争、不再有内讧。
§146Ταῦτ’ ἐμήκυνα, οὐχ ὑπὲρ τοῦ παλαιῶν ἀπομνημονεύειν ἀδικημάτων, ἀλλὰ τεθαυμακὼς τὴν ἔφορον τῶν ἀνθρωπείων δίκην, ὅτι οἱ ἐξ ἀρχῆς γενόμενοι δυσμενεῖς αὐτῷ καὶ οἷς ἐκ πάντων ἀπηχθάνετο καὶ ἐκληρώσαντο τὴν ἐπ’ αὐτῷ κατηγορίαν εἰς ἀνίας ὑπερβολήν· οὐ γὰρ οὕτως ἐστὶ δεινὸν τὸ ἐγκαλεῖσθαι ὡς τὸ πρὸς ὁμολογουμένων ἐχθρῶν.
我详述这些事情,并非为了重提旧恶,而是惊叹于监察人类事务的正义,因为那些起初便与他为敌、且他最憎恨的人,竟然抽中了对他的控告权,使他陷入了极度的痛苦中;因为被控告并不如被公认的仇敌控告那般可怕。
§147ὁ δ’ οὐ κατηγορήθη μόνον, ἄρχων πρὸς ὑπηκόων καὶ ὑπὸ δυσμενῶν ἀεὶ γενομένων ὁ πρὸ μικροῦ κύριος ὢν τῆς ἑκατέρου ζωῆς, ἀλλὰ καὶ ἀνὰ κράτος ἡλίσκετο, διπλοῦν ἐκδεχόμενος κακόν, τὸ μεθ’ ἥττης γελᾶσθαι πρὸς ἐχθρῶν ἐφηδομένων, ὃ καὶ θανάτου χεῖρόν ἐστι τοῖς εὖ φρονοῦσιν.
他不仅作为统治者被下属以及那些一贯敌对的人所控告——而就在不久前,他还是掌握每个人生死的绝对主宰——而且还被彻底定罪,承受着双重的痛苦:在战败的同时受到幸灾乐祸的仇敌的嘲笑,这在明理之人看来甚至比死亡还要痛苦。
§148εἶτά τις εὐφορία γίνεται κακοπραγιῶν αὐτῷ· τῆς τε γὰρ οὐσίας ἁπάσης εὐθὺς ἐξίσταται, ἥν τε παρὰ γονέων ἐκληρονόμησε καὶ ἣν αὐτὸς ἐκτήσατο, φιλόκοσμος ἐν τοῖς μάλιστα γεγονώς.
随后,他遭遇了连绵不断的灾祸:他立刻失去了全部财产,无论是继承自父母的,还是他自己积累的,尽管他曾经是一个极度喜爱奢华生活的人。
οὐ γὰρ ὡς ἐνίων πολυχρημάτων ὁ πλοῦτος ἀργὸς ἦν ὕλη, πάντα δ’ ἐξητασμένα πρὸς τὸ περίεργον, ἐκπώματα, ἐσθῆτες, στρωμναί, ἔπιπλα, τἄλλα ὅσα οἰκίας κόσμος, ἔκλογα πάντα· §149καὶ πρὸς τούτοις ἡ οἰκετικὴ θεραπεία, ἀριστίνδην ἐπικριθεῖσα κατά τε τὰς τῶν σωμάτων εὐμορφίας ὁμοῦ καὶ εὐεξίας καὶ κατὰ τὸ ἄπταιστον ἐν τῷ χρειώδει τῶν ὑπηρεσιῶν· ἐφ’ ὧν γὰρ ἦσαν ἕκαστοι τεταγμένοι, διέφερον, ὡς ἢ πρῶτοι νομίζεσθαι τῶν τὰ αὐτὰ ἐπιτηδευόντων ἢ μηδενὸς δεύτεροι τὸ παράπαν.
因为他的财富并不像某些富豪那样是闲置无用的资产,而是每样东西都经过精细雕琢、追求极致,杯盏、衣物、寝具、家具,以及其他所有装点房屋的物件,全都是极品;此外,他的家仆队伍也是根据容貌俊美与身体健康,以及在各项日常服务中的无懈可击而精挑细选出来的;每个人在各自被分派的岗位上都出类拔萃,以至于被视为同行业中的佼佼者,或者绝不亚于任何人。
§150ἐναργὴς δὲ πίστις τὸ μυρίων δημοπράτων γενομένων οὐσιῶν, αἳ τῶν κατακρίτων ἦσαν, μόνην τὴν τοῦ Φλάκκου ταμιευθῆναι τῷ αὐτοκράτορι, δίχα τινῶν ὀλίγων, ὑπὲρ τοῦ μὴ παραβιβασθῆναι τὸν ἐπὶ τοῖς οὕτως ἑαλωκόσι τεθέντα νόμον.
一个明证是,在被判罪之人的无数财产被收归公有并拍卖时,唯独弗拉库斯的财产(除了少数几件之外)被保留给皇帝,这是为了不违反针对以这种方式被定罪之人所制定的法律。
§151μετὰ δὲ τὴν ἀφαίρεσιν τῆς οὐσίας κατέγνωστο αὐτοῦ φυγή, καὶ ἐξ ἁπάσης μὲν ἠλαύνετο τῆς ἠπείρου — τὸ δ’ ἐστὶ μεῖζον καὶ ἄμεινον τμῆμα τῆς οἰκουμένης —, ἐξ ἁπάσης δὲ νήσου τῶν εὐδαιμόνων.
在财产被没收之后,他被判处流放,并被驱逐出整个大陆 ——那是人居世界中更大、更优越的部分——也无法立足于任何富庶的岛屿。
ἐμέλλησε γὰρ εἰς τὴν λυπροτάτην τῶν ἐν Αἰγαίῳ — Γύαρα καλεῖται — διώκεσθαι, μὴ παρακλήτῳ χρησάμενος Λεπίδῳ, δι’ ὃν ἀνθυπηλλάξατο Γυάρων Ἄνδρον ἐγγυτάτω κειμένην.
因为他原本要被流放到爱琴海中最荒凉的岛屿——名叫居亚罗斯——若非他得到了雷必达作为说客;多亏了雷必达,他才得以将居亚罗斯换成距离极近的安德罗斯岛。
§152εἶτ’ ἐστέλλετο τὴν ἀπὸ Ῥώμης ἄχρι Βρεντεσίου πάλιν ὁδόν, ἣν καὶ πρὸ ὀλίγων ἐτῶν ἐστείλατο, καθ’ ὃν καιρὸν κεχειροτόνητο τῆς Αἰγύπτου καὶ τῆς ὁμόρου Λιβύης ἐπίτροπος, ἵν’ αἱ τότε θεασάμεναι πόλεις αὐτὸν μέγα πνέοντα καὶ τὸν ὄγκον τῆς εὐτυχίας ἐπιδεικνύμενον πάλιν θεάσωνται μεστὸν ἀτιμίας.
随后,他再次踏上从罗马到布林迪西的旅程,就在几年之前,当他被任命为埃及和毗邻的利比亚的总督时,他也曾走过这条路;这是为了让那些当时目睹他趾高气扬、炫耀其荣华富贵的城市,如今再次看到他满身耻辱。
§153ὁ δὲ δακτυλοδεικτούμενος καὶ ὀνειδιζόμενος τῆς ἀθρόας μεταβολῆς πιέζεται βαρυτέραις ἀνίαις, ἀεὶ καινουμένης καὶ ζωπυρουμένης αὐτῷ τῆς συμφορᾶς νεωτέρων κακῶν προσθήκαις, ἃ καθάπερ ἐν ταῖς νόσοις ὑποτροπιάζειν ἀναγκάζει καὶ τὰς τῶν ἀρχαίων κακοπραγιῶν ὑπομνήσεις, αἳ τέως ἔδοξαν ἠμαυρῶσθαι.
他被人指指点点,并因这突如其来的变故而备受羞辱,被更沉重的痛苦所压倒;随着新灾祸的接连发生,他的不幸总是被重新唤醒并点燃,这就像生病一样,迫使那些在此之前似乎已经淡忘的往昔痛苦的回忆再次复发。
§154Περαιωσάμενος δὲ τὸν Ἰόνιον κόλπον ἔπλει τὴν ἄχρι Κορίνθου θάλατταν, ταῖς παράλοις τῶν ἐν Πελοποννήσῳ πόλεων θέα γινόμενος κατὰ πύστιν τῆς αἰφνιδίου μεταβολῆς· ὁπότε γὰρ ἀποβαίη τῆς νεώς, συνέθεον οἱ μὲν μοχθηροὶ τὰς φύσεις ἐθελοκακοῦντες, οἱ δ’ ἄλλοι συναλγήσοντες, οἷς ἔθος ταῖς ἑτέρων τύχαις σωφρονίζεσθαι.
横渡爱奥尼亚湾后,他乘船穿过海洋前往哥林多,因其突如其来的变故传开而成为伯罗奔尼撒沿海各城市的观瞻对象;因为每当他下船时,那些本性恶劣、乐祸的人便聚集而来,而其他人则因习惯于从他人的命运中吸取教训而表示同情。
§155διελθὼν δ’ ἀπὸ Λεχαίου τὸν Ἰσθμὸν εἰς τὴν ἀντιπέραν θάλατταν καὶ καταβὰς εἰς Κεγχρεάς, τὸ Κορίνθιον ἐπίνειον, ἀναγκάζεται πρὸς τῶν φυλάκων ἀναχώρησιν οὐδ’ ἡντιναοῦν ἐνδιδόντων εὐθὺς ἐπιβὰς βραχείας ὁλκάδος ἀνάγεσθαι καὶ πνεύματος ἐναντίου καταρραγέντος μυρία ταλαιπωρηθεὶς μόλις ἄχρι τοῦ Πειραιῶς κατασύρεται.
他从莱凯翁穿过地峡来到对面的海边,并下到哥林多的港口肯克里亚,因卫兵们不容许任何停留,他被迫立即登上一艘小商船起航,在遭遇逆风大作、历经无数磨难之后,才勉强漂流到了比雷埃夫斯。

词汇与语法注释

  1. §145γεγονότος — 构成属格独立结构(genitive absolute),省略了逻辑主语(αὐτοῦ,即逃亡的伊西多罗斯),意为“由于他自愿避开”。
  2. §146οἷς ἐκ πάντων ἀπηχθάνετο — 关系代词 οἷς 发生了格的吸引(attraction),省略了其先行词(如 τούτοις)。意为“以及他最憎恨的那些人”。
  3. §151μὴ παρακλήτῳ χρησάμενος — 带有否定词 μή 的分词在此作虚拟条件句使用(“如果他没有把[雷必达]当作说客的话”),修饰前文的未完成过去时动词 ἐμέλλησε... διώκεσθαι(“他原本要被流放到……”)。
  4. §155πρὸς τῶν φυλάκων — 介词 πρὸς 支配名词 ἀναχώρησιν(“离去、退去”),而非其后的属格独立结构(φυλάκων ... ἐνδιδόντων)。整体表示原因或强迫:“由于卫兵们不容许任何停留而(迫使其)离去”。

引用这一段

斐洛·尤迪厄斯, 驳弗拉库斯 §145-155. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg030.humanitext-grc1:145-155

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。