§135Ὁ μὲν δὴ Λάμπων τοιοῦτος ὢν ἐφειστήκει κατήγορος, ὁ δ’ Ἰσίδωρος οὐκ ἀποδέων τὴν μοχθηρίαν, ἄνθρωπος ὀχλικός, δημοκόπος, ταράττειν καὶ συγχέειν πράγματα μεμελετηκώς, ἐχθρὸς εἰρήνῃ καὶ εὐσταθείᾳ, στάσεις καὶ θορύβους κατασκευάσαι μὲν οὐκ ὄντας, γενομένους δὲ συγκροτῆσαι καὶ συναυξῆσαι δεινός, ὄχλον ἀσύντακτον καὶ πεφορημένον ἐκ μιγάδων καὶ συγκλύδων ἡρμοσμένον περὶ αὑτὸν ἔχειν ἐσπουδακώς, ὃς εἰς μοίρας καθάπερ τινὰς συμμορίας διανενέμηται.
兰蓬以这样的面目作为控告者立于彼处,而伊西多罗斯在邪恶上亦不遑多让,他是一个好煽动群众的人,一个迎合民粹者,惯于制造混乱和颠覆政事,是和平与稳定的敌人,精于无中生有地煽动派系斗争与骚乱,而在冲突发生后又擅长将其联合和扩大;他热衷于在自己周围聚集一群由混杂之辈和乌合之众组成的、毫无纪律且狂躁的群众,这群人被划分成若干部分,犹如一个个帮派。
§136θίασοι κατὰ τὴν πόλιν εἰσὶ πολυάνθρωποι, ὧν κατάρχει τῆς κοινωνίας οὐδὲν ὑγιές, ἀλλ’ ἄκρατος καὶ μέθη καὶ παροινίαι καὶ ἡ τούτων ἔκγονος ὕβρις·
全城有许多人数众多的俱乐部,在他们的交往中毫无健全可言,充斥着的只有纯酒、烂醉、发酒疯,以及这些行为的产物—— 傲慢。
σύνοδοι καὶ κλῖναι προσονομάζονται ὑπὸ τῶν ἐγχωρίων.
当地人称这些组织为“集会”或“宴席会”。
§137ἐν ἅπασι τοῖς θιάσοις ἢ τοῖς πλείστοις ὁ Ἰσίδωρος τὰ πρωτεῖα φέρεται καὶ λέγεται ὁ συμποσίαρχος, ὁ κλινάρχης, ὁ ταραξίπολις.
在所有或绝大多数俱乐部中,伊西多罗斯都独占鳌头,被称为宴会领袖、席位主事、城市捣乱者。
εἶτα ὅταν τι βουληθῇ διαπράξασθαι τῶν ἀλυσιτελῶν, ἀφ’ ἑνὸς συνθήματος ἀθρόως συνέρχονται καὶ τὸ κελευσθὲν λέγουσι καὶ δρῶσι.
每当他想图谋某些有害的事情时,他们只需一个信号就会齐聚一堂,按照吩咐去说去做。
καί ποτε τῷ Φλάκκῳ δυσχεράνας, §138ὅτι δόξας παρ’ αὐτῷ τις εἶναι κατ’ ἀρχὰς οὐκέθ’ ὁμοίως αὖθις ἐσπουδάζετο, μισθοδοτήσας τοὺς ἀλειφοβίους καὶ φωνασκεῖν εἰωθότας, οἳ τὰς καταβοήσεις ὥσπερ ἐπ’ ἀγορᾶς πιπράσκουσι τοῖς ἔχουσιν ὠνητικῶς, παρακελεύει συνελθεῖν εἰς τὸ γυμνάσιον.
有一次,他因对弗拉库斯不满,因为起初他在弗拉库斯手下似乎是个体面人,但后来却不再受到同样的重视,于是他收买了那些依附体育馆讨生活的人和惯于大喊大叫的家伙——他们就像在市场上一样,向有能力购买的雇主出售他们的叫骂声——并命令他们聚集到体育馆去。
§139οἱ δὲ πληρώσαντες αὐτὸ τοῦ Φλάκκου ἀπ’ οὐδεμιᾶς προφάσεως κατηγόρουν, ἀγένητα πλάττοντες ἐγκλήματα καὶ ψευδεῖς ῥήσεις δι’ ἀναπαίστων καὶ μακρὰς συνείροντες, ὡς καταπεπλῆχθαι μὴ μόνον Φλάκκον ἀλλὰ καὶ τοὺς ἄλλους ἐπὶ τῷ παραλόγῳ καί, ὅπερ ἦν, συμβαλεῖν, ὅτι πάντως ἐστί τις ᾧ χαρίζονται, μήτ’ αὐτοί τι πεπονθότες ἀνήκεστον μήτε τὴν ἄλλην πόλιν εὖ εἰδότες πλημμεληθεῖσαν.
他们填满了体育馆,无端指责弗拉库斯,捏造未曾发生过的罪名,并用短短短长步的韵律连篇累牍地发表虚假的演说,以至于不仅弗拉库斯,连其他人都因这荒谬之举而目瞪口呆,并且正如事实所证明的那样,大家猜到这必然是有人在指使他们讨好,因为他们自己并未受到任何不可挽回的伤害,也并不确知城市的其他地方受到了侵害。
§140ἔπειτα βουλευομένοις ἔδοξε συλλαβεῖν τινας καὶ τὴν αἰτίαν τῆς ἀκρίτου καὶ αἰφνιδίου μανίας καὶ λύττης πυνθάνεσθαι.
随后,弗拉库斯与顾问们商议,决定逮捕其中几人,查明这无理而突然的狂热与疯癫的原因。
οἱ δὲ συλληφθέντες ἄνευ βασάνων ὁμολογοῦσι τἀληθές, ἅμα καὶ τὰς διὰ τῶν ἔργων πίστεις ἐφαρμόζοντες, τὸν διομολογηθέντα μισθόν, τὸν ἤδη δεδομένον, τὸν καθ’ ὑποσχέσεις ὕστερον δοθησόμενον, τοὺς ἐπὶ τὴν διανομὴν αἱρεθέντας ὡς ἂν ἡγεμόνας τῆς στάσεως, τὸν τόπον, τὸν καιρόν, ἐν ᾧ γέγονεν ἡ δωροδοκία.
被捕者未受拷打便供认了真相,同时提供了事实上的证据:约定好的报酬、已经支付的部分、承诺以后支付的部分,以及被选为骚乱组织者来分发款项的人选、行贿发生的地点和时间。
§141πάντων δ’, ὡς εἰκός, ἀγανακτούντων καὶ τῆς πόλεως χαλεπῶς φερούσης ἐπὶ τῷ τὴν ἐνίων ἀγνωμοσύνην προσαναμάττεσθαι τοὔνομ’ αὐτῆς, ἔδοξε τὸ καθαρώτατον τοῦ δήμου μεταπεμψαμένῳ τῇ ὑστεραίᾳ παραγαγεῖν τοὺς τὸν μισθὸν ἐπινείμαντας, ἵνα καὶ τὸν Ἰσίδωρον ἀπελέγξῃ καὶ ἀπολογήσηται περὶ τῆς αὑτοῦ πολιτείας ὡς ἀδίκως διαβληθείς.
理所当然地,众人都感到愤慨,全城也因少数人的愚蠢而使城市的名誉受损而感到难过。 于是弗拉库斯决定在次日召集最清廉的市民,将分发贿款的人提审,以此来揭露伊西多罗斯,并为自己那受到不公诽谤的施政进行辩白。
αἰσθόμενοι δὲ τῆς παραγγελίας οὐχ οἱ ἐν τέλει μόνον ἧκον, ἀλλὰ καὶ ἡ σύμπασα πόλις, ἔξω τοῦ μέλλοντος ἀπελέγχεσθαι μέρους ἐπὶ τῷ μεμισθοδοτῆσθαι.
得知这一传唤后,不仅官员们到了,全城的人也都来了,唯独除了那些因收受贿赂而即将接受审讯的人群。
§142καὶ οἱ μὲν ὑπηρετήσαντες τὴν καλὴν ταύτην ὑπηρεσίαν ἀναβιβασθέντες, ἵνα μετέωροι καὶ ἐμφανεῖς εἶεν καὶ γνωρίζοιντο πρὸς ἁπάντων, ἤλεγχον τὸν Ἰσίδωρον ὡς αἴτιον τῶν θορύβων καὶ τῶν βλασφημιῶν τῶν εἰς Φλάκκον γενομένων, οὐκ ὀλίγῳ πλήθει παρασχόντα καὶ ἀργύριον καὶ οἶνον δι’ αὐτόν.
那些履行了这趟“美差”的人被带上高台,以便他们能高高在上、显眼并被所有人认出。 他们控诉伊西多罗斯是骚乱和针对弗拉库斯的谩骂的始作俑者,指其亲自向人数不少的群众提供了资金和酒水。
§143„ἐπεὶ πόθεν“ἔφασκον „ἡμῖν ἀφθονία τοσαύτη;
他们说:“我们哪里来的这么多财富?
πένητές ἐσμεν καὶ μόλις τοὐφήμερον εἰς αὐτὰ τὰ ἀναγκαῖα πορίζειν δυνάμεθα.
我们是穷人,勉强只能维持日常最基本的生活。
τί δὲ καὶ δεινὸν ἐπεπόνθειμεν ὑπὸ τοῦ ἡγεμόνος, ὡς βιασθῆναι μνησικακεῖν;
我们又曾受到总督什么虐待,以至于非要怀恨在心不可?
ἀλλ’ ὁ πάντων αἴτιος καὶ δημιουργὸς ἐκεῖνος, ἀεὶ τοῖς εὖ πράττουσι βασκαίνων καὶ εὐνόμῳ καταστάσει πολέμιος.
相反,那个家伙才是所有事情的始作俑者和策划者,他总是嫉妒那些过得好的人,是守法体制的敌人。
“ §144ἃ γνωρίζοντες οἱ παρατυγχάνοντες — τύποι γάρ τινες ἦσαν ἀρίδηλοι καὶ χαρακτῆρες τὰ λεγόμενα τῆς τοῦ κατηγορουμένου προαιρέσεως — ἀνεβόων, οἱ μὲν ἀτιμοῦν, οἱ δὲ φυγαδεύειν, οἱ δ’ αἴρειν·
” 在场的人认清了这些事实——因为所说的话清晰地体现了被告的意图与特征——便大声叫喊起来,有的要求剥夺他的公民权,有的要求流放他,有的要求除掉他。
πλείους δ’ ἦσαν οὗτοι·
这最后一种人占了大多数,其余的人也随之转向,以至于全场异口同声地高喊,要杀死这个公敌。
πρὸς οὓς καὶ οἱ ἄλλοι μετεβάλλοντο, ὡς ἅπαντας ὁμοθυμαδὸν μιᾷ φωνῇ κεκραγέναι, κτείνειν τὸν κοινὸν λυμεῶνα, τὸν ἀφ’ οὗ παρῆλθε καὶ διέκυψεν ἐπὶ τὰ κοινά, μηδὲν μέρος τῆς πόλεως ἄνοσον ἐάσαντα.
因为自从他步入政坛、在公共事务中崭露头角以来,就没有让城市的任何一个角落免于病害。