§145καὶ ὁ μὲν ἕνεκα τοῦ συνειδότος ἀπεδίδρασκε σύλληψιν εὐλαβηθείς·
そして、彼は自責の念から逮捕を恐れて逃亡した。
ὁ δὲ Φλάκκος οὐδὲν ἐπ’ αὐτῷ περιειργάζετο, νομίσας ἐκποδὼν ἑκουσίῳ γνώμῃ γεγονότος ἀστασίαστα καὶ ἀνερίθευτα τὰ κατὰ τὴν πόλιν ἔσεσθαι.
一方、フラックスは、彼が自らの意志で立ち去ったことで、市内の事態は騒乱もなく抗争もないものになると考えて、彼に対しては何の手出しもしなかった。
§146Ταῦτ’ ἐμήκυνα, οὐχ ὑπὲρ τοῦ παλαιῶν ἀπομνημονεύειν ἀδικημάτων, ἀλλὰ τεθαυμακὼς τὴν ἔφορον τῶν ἀνθρωπείων δίκην, ὅτι οἱ ἐξ ἀρχῆς γενόμενοι δυσμενεῖς αὐτῷ καὶ οἷς ἐκ πάντων ἀπηχθάνετο καὶ ἐκληρώσαντο τὴν ἐπ’ αὐτῷ κατηγορίαν εἰς ἀνίας ὑπερβολήν·
私がこれらのことを長々と述べたのは、昔の悪行を思い起こすためではなく、人間の営みを監視する正義の女神に驚嘆したからである。 すなわち、最初から彼に対して敵意を抱き、彼が誰よりも憎んでいた者たちこそが、彼に対する告発を引き受けることになり、その苦痛は極限に達したからである。
οὐ γὰρ οὕτως ἐστὶ δεινὸν τὸ ἐγκαλεῖσθαι ὡς τὸ πρὸς ὁμολογουμένων ἐχθρῶν.
公然たる敵から告発されることほど、恐ろしいことはないからである。
§147ὁ δ’ οὐ κατηγορήθη μόνον, ἄρχων πρὸς ὑπηκόων καὶ ὑπὸ δυσμενῶν ἀεὶ γενομένων ὁ πρὸ μικροῦ κύριος ὢν τῆς ἑκατέρου ζωῆς, ἀλλὰ καὶ ἀνὰ κράτος ἡλίσκετο, διπλοῦν ἐκδεχόμενος κακόν, τὸ μεθ’ ἥττης γελᾶσθαι πρὸς ἐχθρῶν ἐφηδομένων, ὃ καὶ θανάτου χεῖρόν ἐστι τοῖς εὖ φρονοῦσιν.
そして彼は、少し前までは各人の生命の支配者であった支配者でありながら、自らの臣民によって、しかも常に敵対してきた者たちによって告発されただけでなく、完敗して有罪とされ、二重の災いを受け入れることになった。 すなわち、敗北とともに、ほくそ笑む敵たちから嘲笑されるという災いであり、これは思慮ある人々にとっては死よりも耐え難いことである。
§148εἶτά τις εὐφορία γίνεται κακοπραγιῶν αὐτῷ·
その後、彼には災難の「豊作」が訪れる。
τῆς τε γὰρ οὐσίας ἁπάσης εὐθὺς ἐξίσταται, ἥν τε παρὰ γονέων ἐκληρονόμησε καὶ ἣν αὐτὸς ἐκτήσατο, φιλόκοσμος ἐν τοῖς μάλιστα γεγονώς.
というのも、彼は極めて贅沢を好む人物であったにもかかわらず、親から相続した財産も自分で築いた財産も含む全財産を、たちまち失ったからである。
οὐ γὰρ ὡς ἐνίων πολυχρημάτων ὁ πλοῦτος ἀργὸς ἦν ὕλη, πάντα δ’ ἐξητασμένα πρὸς τὸ περίεργον, ἐκπώματα, ἐσθῆτες, στρωμναί, ἔπιπλα, τἄλλα ὅσα οἰκίας κόσμος, ἔκλογα πάντα·
彼の富は、一部の金持ちたちのように眠っている無駄な資材ではなく、杯、衣服、敷物、家具、その他の調度品のすべてに至るまで、極めて精巧に吟味された、選び抜かれたものばかりであった。
§149καὶ πρὸς τούτοις ἡ οἰκετικὴ θεραπεία, ἀριστίνδην ἐπικριθεῖσα κατά τε τὰς τῶν σωμάτων εὐμορφίας ὁμοῦ καὶ εὐεξίας καὶ κατὰ τὸ ἄπταιστον ἐν τῷ χρειώδει τῶν ὑπηρεσιῶν·
さらにそれらに加えて、使用人たちも、容姿の美しさと健康の双方、および日々の奉仕における非の打ちどころのなさにおいて、厳選された者たちであった。
ἐφ’ ὧν γὰρ ἦσαν ἕκαστοι τεταγμένοι, διέφερον, ὡς ἢ πρῶτοι νομίζεσθαι τῶν τὰ αὐτὰ ἐπιτηδευόντων ἢ μηδενὸς δεύτεροι τὸ παράπαν.
彼らは各自が割り当てられた任務において卓越しており、同じ職務に携わる者たちの中で第一人者とみなされるか、さもなければ誰に対しても決して劣らない者たちであった。
§150ἐναργὴς δὲ πίστις τὸ μυρίων δημοπράτων γενομένων οὐσιῶν, αἳ τῶν κατακρίτων ἦσαν, μόνην τὴν τοῦ Φλάκκου ταμιευθῆναι τῷ αὐτοκράτορι, δίχα τινῶν ὀλίγων, ὑπὲρ τοῦ μὴ παραβιβασθῆναι τὸν ἐπὶ τοῖς οὕτως ἑαλωκόσι τεθέντα νόμον.
その明らかな証拠は、有罪判決を受けた者たちの数多くの財産が公売に付された中で、フラックスの財産だけが、ごく一部の例外を除いて、皇帝のために保管されたことである。 これは、このようにして有罪となった者たちに関して定められた法律に違反しないようにするためであった。
§151μετὰ δὲ τὴν ἀφαίρεσιν τῆς οὐσίας κατέγνωστο αὐτοῦ φυγή, καὶ ἐξ ἁπάσης μὲν ἠλαύνετο τῆς ἠπείρου — τὸ δ’ ἐστὶ μεῖζον καὶ ἄμεινον τμῆμα τῆς οἰκουμένης —, ἐξ ἁπάσης δὲ νήσου τῶν εὐδαιμόνων.
財産奪取ののち、彼には追放の刑が宣告された。 そして、すべての大陸――これは人の住む世界のより大きく、より優れた部分である――から追放され、すべての恵まれた島々からも追放された。
ἐμέλλησε γὰρ εἰς τὴν λυπροτάτην τῶν ἐν Αἰγαίῳ — Γύαρα καλεῖται — διώκεσθαι, μὴ παρακλήτῳ χρησάμενος Λεπίδῳ, δι’ ὃν ἀνθυπηλλάξατο Γυάρων Ἄνδρον ἐγγυτάτω κειμένην.
というのも、彼はエーゲ海で最も荒涼とした島――ギャラと呼ばれる――へ流されることになっていたからである。 もし彼がレピドゥスを仲介者として得ていなかったならば。 このレピドゥスのおかげで、彼はギャラの代わりに、きわめて近くに位置するアンドロス島へと変更してもらうことができたのである。
§152εἶτ’ ἐστέλλετο τὴν ἀπὸ Ῥώμης ἄχρι Βρεντεσίου πάλιν ὁδόν, ἣν καὶ πρὸ ὀλίγων ἐτῶν ἐστείλατο, καθ’ ὃν καιρὸν κεχειροτόνητο τῆς Αἰγύπτου καὶ τῆς ὁμόρου Λιβύης ἐπίτροπος, ἵν’ αἱ τότε θεασάμεναι πόλεις αὐτὸν μέγα πνέοντα καὶ τὸν ὄγκον τῆς εὐτυχίας ἐπιδεικνύμενον πάλιν θεάσωνται μεστὸν ἀτιμίας.
その後、彼はローマからブリンディシまでの道を再び旅することになった。 それは、ほんの数年前に、彼がエジプトと隣接するリビアの総督に任命された時に旅したのと同じ道であった。 かつて彼が大いなる野心を抱き、幸運の威光をひけらかしていた姿を目撃した都市の人々が、今度は彼が不名誉に満ちた姿をしているのを再び目撃するためであった。
§153ὁ δὲ δακτυλοδεικτούμενος καὶ ὀνειδιζόμενος τῆς ἀθρόας μεταβολῆς πιέζεται βαρυτέραις ἀνίαις, ἀεὶ καινουμένης καὶ ζωπυρουμένης αὐτῷ τῆς συμφορᾶς νεωτέρων κακῶν προσθήκαις, ἃ καθάπερ ἐν ταῖς νόσοις ὑποτροπιάζειν ἀναγκάζει καὶ τὰς τῶν ἀρχαίων κακοπραγιῶν ὑπομνήσεις, αἳ τέως ἔδοξαν ἠμαυρῶσθαι.
彼は指を指され、そのあまりにも突然の変転をそしられながら、より重い苦痛に押しつぶされていた。 新たな災難が加わるたびに、彼の不幸は常に新しくなり、再び燃え上がった。 それらの災難は、病気において再発が起こるように、それまでは薄れていたと思われたかつての不運の記憶をも無理やり呼び覚ますのであった。
§154Περαιωσάμενος δὲ τὸν Ἰόνιον κόλπον ἔπλει τὴν ἄχρι Κορίνθου θάλατταν, ταῖς παράλοις τῶν ἐν Πελοποννήσῳ πόλεων θέα γινόμενος κατὰ πύστιν τῆς αἰφνιδίου μεταβολῆς·
イオニア湾を渡った後、彼はコリントスに至る海路を進んだが、その突然の境遇の変化の知らせを聞きつけて、ペロポネソス半島の沿岸都市の人々にとっての見せ物となった。
ὁπότε γὰρ ἀποβαίη τῆς νεώς, συνέθεον οἱ μὲν μοχθηροὶ τὰς φύσεις ἐθελοκακοῦντες, οἱ δ’ ἄλλοι συναλγήσοντες, οἷς ἔθος ταῖς ἑτέρων τύχαις σωφρονίζεσθαι.
というのも、彼が船から降りるたびに、生まれつき意地の悪い者たちは他人の不幸を喜ぶために、またその他の人々は他人の運命によって自らを戒める習慣があったので同情するために、群がってきたからである。
§155διελθὼν δ’ ἀπὸ Λεχαίου τὸν Ἰσθμὸν εἰς τὴν ἀντιπέραν θάλατταν καὶ καταβὰς εἰς Κεγχρεάς, τὸ Κορίνθιον ἐπίνειον, ἀναγκάζεται πρὸς τῶν φυλάκων ἀναχώρησιν οὐδ’ ἡντιναοῦν ἐνδιδόντων εὐθὺς ἐπιβὰς βραχείας ὁλκάδος ἀνάγεσθαι καὶ πνεύματος ἐναντίου καταρραγέντος μυρία ταλαιπωρηθεὶς μόλις ἄχρι τοῦ Πειραιῶς κατασύρεται.
レカイオンから地峡を渡って反対側の海へ至り、コリントスの港であるケンクレアイに下ると、警備兵たちがいかなる猶予も与えずに退去を迫ったため、ただちに小さな商船に乗り込んで出航することを余儀なくされた。 そして逆風が吹き荒れる中、数々の苦難をなめて、ようやくピレウスにまで漂着した。