§125Τρίτον δ’ ἔτι πρὸς τοῖς εἰρημένοις κἀκεῖνό μοι δοκεῖ θείᾳ προνοίᾳ συμβῆναι.
第三,除了已说的以外,还有一件事在我看来也是因神圣的护理而发生的。
ἐπειδὴ γὰρ ἀναχθεὶς ἀρχομένου χειμῶνος — ἔδει γὰρ αὐτὸν καὶ τῶν ἐν θαλάττῃ φοβερῶν ἀπολαῦσαι τὰ στοιχεῖα τοῦ παντὸς ἀσεβημάτων ἀναπλήσαντα — μυρία πονηθεὶς μόλις ἦλθεν εἰς Ἰταλίαν, εὐθὺς ἐκδέχονται τὰς ἐπ’ αὐτῷ κατηγορίας δύο τῶν ἐχθίστων, Ἰσίδωρός τε καὶ Λάμπων, §126οἳ πρὸ μικροῦ μὲν τάξιν εἶχον ὑπηκόων δεσπότην καὶ εὐεργέτην καὶ σωτῆρα καὶ τὰ τοιαῦτα ἀνακαλοῦντες, νυνὶ δ’ ἀντιδίκων οὐκ ἰσόρροπον ἀλλὰ δυνατωτέραν ἰσχὺν ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδεικνυμένων, οὐ μόνον ἕνεκα τοῦ θαρρεῖν τοῖς δικαίοις, ἀλλ’, ὃ δὴ μέγιστον ἦν, ὅτι τὸν πρύτανιν τῶν ἀνθρωπίνων πραγμάτων ἐχθρὸν ἑώρων ἄσπονδον αὐτῷ, μέλλοντα σχῆμα μὲν ὑποδύεσθαι δικαστοῦ, προνοίᾳ τοῦ μὴ δοκεῖν ἀκρίτου τινὸς προκαταγινώσκειν, ἔργον δ’ ἐπιδείκνυσθαι δυσμενοῦς, πρὸ κατηγορίας καὶ ἀπολογίας ἤδη τῇ ψυχῇ κατεγνωκότος καὶ τὰς ἀνωτάτω τιμωρίας ὡρικότος ἐπ’ αὐτῷ.
因为,当他在冬季开始时起航——因为这个用自己的不敬虔填满了宇宙元素的人,有必要也去尝尝海上的恐怖——在经历了无数艰难险阻之后,他艰难地抵达了意大利,随即他最憎恨的两个仇敌,伊西多罗斯和兰蓬,便接手了对他的指控,他们不久前还处于臣属的地位,称呼他为主人、恩人和救主等等,但现在,由于占有极大的优势,他们展现出并非对等而是更强有力的力量;这不仅是因为他们对自己的正义充满信心,而且,最重要的是,因为他们看到人类事务的统治者是弗拉库斯不可调解的仇敌。 皇帝打算装出法官的样子(为了避免显得在未经审判前就预先判定某人有罪),但在实际上却要展现出敌人的作为,在控诉和辩护之前就已经在灵魂中判定他有罪,并为他定下了极刑。
§127χαλεπὸν δ’ οὐδὲν οὕτως, ὡς ὑπ’ ἐλαττόνων κρείττους καὶ πρὸς ὑπηκόων ἄρχοντάς ποτε γενομένους κατηγορεῖσθαι, ὥσπερ ἂν εἰ καὶ δεσπότας ὑπ’ οἰκοτρίβων ἢ ἀργυρωνήτων.
而最难以忍受的,莫过于地位高的人被地位低的人控告,曾经的统治者被他们的臣属控告,这就像主人被家生奴隶或买来的奴隶控告一样。
§128Ἀλλ’ ἦν, ὡς ἔοικε, τοῦτο κουφότερον κακὸν συγκρινόμενον ἑτέρῳ μείζονι.
但是,这比起另一个更大的灾难来,似乎还是较轻的祸害。
οὐ γὰρ ἁπλῆν τινα τάξιν ἔχοντες ὑπηκόων αἰφνίδιον ἐπέθεντο ταῖς κατηγορίαις ἐπαποδυσάμενοι καὶ συμφρονήσαντες, ἀλλὰ καὶ τὸν πλεῖστον χρόνον τῆς ἐπιτροπῆς ἣν ἐπετρόπευσε τῆς χώρας ἐκ πάντων οὗτοι μάλιστ’ αὐτῷ δι’ ἀπεχθείας ἐγεγένηντο·
因为他们并不是仅凭着某种单纯的臣属地位,就突然束起腰来参与指控并共同谋划,而是在弗拉库斯治理该地区的总督任期的大部分时间里,他们是所有人中与他敌意最深的人。
Λάμπων μὲν ἀσεβείας τῆς εἰς Τιβέριον Καίσαρα δίκην σχὼν καὶ ἐπὶ διετίαν τριβομένου τοῦ πράγματος ἀπειρηκώς.
兰蓬确实曾因对提比略·凯撒不敬而遭受审判,且因该案拖延了两年之久而精疲力竭。
§129ὑπερθέσεις γὰρ καὶ ἀναβολὰς ὁ δικαστὴς ἐθελοκακῶν ἐσκήπτετο βουλόμενος, κἂν ἀποφύγῃ τὸ ἔγκλημα, τὸν γοῦν περὶ τοῦ μέλλοντος ἀδήλου φόβον πρὸς μήκιστον χρόνον ἐπικρεμάσας αὐτῷ ζωὴν ὀδυνηροτέραν θανάτου παρασχεῖν.
因为法官故意作恶,编造各种推延和耽搁的借口,希望即使被告能免除指控,也至少能将对未知前途的恐惧尽可能久地悬在他头上,从而给他带来比死亡更痛苦的生活。
§130εἶθ’ ὕστερον καὶ ὅτε νικᾶν ἔδοξεν, εἰς τὴν οὐσίαν ἐπηρεασθῆναι ἔφασκεν — ἠναγκάσθη γὰρ γυμνασιαρχεῖν —, ἤτοι τῷ γλίσχρος καὶ ἀνελεύθερος εἶναι περὶ τὰς δαπάνας, προφασιζόμενος τὸ μὴ κεκτῆσθαι πρὸς τοσαύτην ἀφθονίαν ἀναλωμάτων ἱκανὴν οὐσίαν, ἢ τῷ ὄντι μὴ κεκτημένος, ἀλλὰ πρὶν μὲν εἰς ἀπόπειραν ἐλθεῖν ἐπιφάσκων τὸν πάνυ πλούσιον, ἐν δὲ τῇ δοκιμασίᾳ μὴ φανεὶς ἄγαν πολυχρήματος ἄνθρωπος, ὅσα ἐκτήσατο σχεδὸν ἅπαντα ἐξ ἀδικημάτων περιποιησάμενος·
此后,甚至当他看似获胜时,他还声称自己的财产受到了侵害——因为他被强迫担任体育馆长——这要么是因为他在支出上吝啬且小气,借口说没有足够的财产来支付如此巨额的开销,要么是因为他确实没有财产,但在接受检验前假装自己非常富有,而在审查中他并没有显得是一个极度富裕的人,他所拥有的一切几乎全都是通过不义之举获得的。
§131προσεστὼς γὰρ τοῖς ἡγεμόσιν, ὁπότε δικάζοιεν, ὑπεμνηματίζετο τὰς δίκας εἰσάγων ὡς ἔχων τάξιν, εἶτα τὰ μὲν ἀπήλειφεν ἢ παρῄει ἑκών, τὰ δ’ οὐ λεχθέντα προσενέταττεν, ἔστι δ’ ὅτε καὶ ὑπηλλάττετο μεταποιῶν καὶ μετατιθεὶς καὶ στρέφων ἄνω κάτω τὰ γράμματα, κατὰ συλλαβήν, μᾶλλον δὲ καὶ κεραίαν ἑκάστην ἀργυρολογῶν ὁ γραμματοκύφων· §132ὃν πολλάκις ὁ δῆμος ἅπας ὁμοθυμαδὸν εὐθυβόλως καὶ εὐσκόπως καλαμοσφάκτην ἐξεκήρυξεν, οἷς ἔγραφε μυρίους [καὶ] ἀνελόντα καὶ ζῶντας ἀθλιωτέρους τῶν ἀποθανόντων ἀπεργασάμενον, οἳ δυνάμενοι νικᾶν καὶ περιουσιάζειν ἧτταν καὶ πενίαν ἀδικωτάτην ὑπέμειναν, ὠνησαμένων ἀμφότερα τῶν ἐχθρῶν παρὰ τοῦ τὰς ἀλλοτρίας οὐσίας ἐπευωνίζοντος καὶ πιπράσκοντος.
因为当总督们审判时,他站在一旁,以其职位引入诉讼并记录案情,然后他会故意涂改或漏掉某些内容,又把没有说过的话塞进去,有时甚至调换、改动、挪动、颠倒文字,这个弓着腰的书记员在每一个音节,甚至每一笔画上都在搜刮钱财;全市人民常常异口同声、直截了当地宣告他是“笔下杀人者”,因为他用自己所写的东西毁灭了无数人,使活着的人比死人还要悲惨。 那些本可以获胜并保全财产的人,却遭受了失败和极不公正的贫困,而他们的仇敌则从那个贱价评估并变卖他人财产的人手中买下了这两者。
§133ἀμήχανον μὲν γὰρ ἦν τοὺς ἡγεμόνας τοσαύτης χώρας ἐπιτροπεύοντας, ἀεὶ καινοτέρων ἐπεισρεόντων ἰδιωτικῶν τε καὶ δημοσίων πραγμάτων, ἁπάντων μεμνῆσθαι, καὶ ταῦτα οὐ δικάζοντας μόνον, ἀλλὰ καὶ λογισμοὺς τῶν προσόδων καὶ δασμῶν λαμβάνοντας, ὧν ἡ ἐξέτασις τὸν πλείονα τοῦ ἐνιαυτοῦ χρόνον ἀνήλισκεν.
因为对于治理如此辽阔土地的总督来说,在不断涌入的新的私人和公共事务面前,要记住所有事情是不可能的,更何况他们不仅要进行审判,还要接受岁入和税收的账目审计,而这项审查要消耗一年中的大部分时间。
§134ὁ δὲ φυλάττειν ἐπιτραπεὶς τὴν ἀναγκαιοτάτην παρακαταθήκην, τὰ δίκαια καὶ τὰς ἐπ’ αὐτοῖς ὁσιωτάτας γνώμας, ἐνεπορεύετο τὴν λήθην τῶν δικαστῶν, τοὺς μὲν νικᾶν ὀφείλοντας γράφων ἐν ἡττημένοις, τοὺς δ’ ἡττᾶσθαι μετὰ τὸν ἐπάρατον μισθὸν ἢ κυριώτερον εἰπεῖν τὸ μίσθωμα ἐν νενικηκόσιν.
但是,那个被托付保护最必不可少的寄存物——即正义以及基于正义的最神神判决——的人,却把法官们的遗忘当成了交易的工具,把本该获胜的人写在败诉者中,而在收受了他那被诅咒的报酬,或者更确切地说是贿赂之后,把本该败诉的人写在获胜者中。