Humanitext Reader

斐洛·尤迪厄斯 · 驳弗拉库斯 §115-124

弗拉库斯被押解与犹太人在海滩的感恩祈祷

第 12 段,共 18 段 · 希腊语

内容简介

弗拉库斯在宴会中被捕并被带走,犹太人认为这一逮捕发生在他们的节日期间是神圣正义的显现,并在海岸聚集,向神献上感恩与展望未来的祈祷。

§115τῶν μὲν οὖν συνδειπνούντων ἕκαστος ἀναστὰς ὑπὸ δέους ἐπεφρίκει καὶ ἐπεπήγει, μή τις ὥρισται καὶ τοῦ συνεστιαθῆναι δίκη· φεύγειν γὰρ οὔτ’ ἀσφαλὲς ἦν οὔτ’ ἄλλως ἐνεδέχετο, προκατεχομένων τῶν εἰσόδων.
因此,同席宴饮的每个人都因恐惧而站起、战栗并惊呆了,唯恐因共同进餐而同样被判定有罪;因为在入口已被预先占领的情况下,逃跑既不安全,在其他方面也绝无可能。
ὁ δὲ ὑπὸ τῶν στρατιωτῶν τοῦ Βάσσου κελεύσαντος ἀπάγεται, τελευταίαν ταύτην ἀνάλυσιν ἐκ συμποσίου ποιησάμενος· ἔδει γὰρ ἀφ’ ἑστίας ἄρξασθαι τὴν δίκην κατὰ τοῦ μυρίους ἀνεστίους οἴκους οὐδὲν ἠδικηκότων ἀνθρώπων ἐργασαμένου.
而他,在巴苏斯的命令下,被士兵们带走,这成了他最后一次从宴席中离去;因为对于那个使无数无辜之人的房屋失去炉灶的人,惩罚确实应当从炉灶开始。
§116Τοῦτο καινότατον ὑπέμεινε Φλάκκος ἐν χώρᾳ, ἧς ἀφηγεῖτο, πολεμίου τρόπον ζωγρηθεὶς ἕνεκά μοι δοκῶ τῶν Ἰουδαίων, οὓς ἄρδην ἀφανίσαι διεγνώκει λιμοδοξῶν.
这是弗拉库斯在他所治理的土地上所遭受的最不可思议的遭遇,他像敌人一样被活捉,依我看,这是因为那些犹太人的缘故,由于他渴望名声,曾决心将他们彻底消灭。
ἐναργὴς δὲ πίστις καὶ ὁ χρόνος τῆς συλλήψεως· ἑορτὴ μὲν γὰρ ἦν πάνδημος τοῖς Ἰουδαίοις κατὰ τὴν μετοπωρινὴν ἰσημερίαν, ἐν ᾗ διάγειν Ἰουδαίοις ἔθος ἐν σκηναῖς.
而被捕的时间也是一个显而易见的明证;因为在秋分时节,犹太人有一个全民性的节日,在这一节日里,犹太人有居住在帐棚里的习俗。
§117οὐδὲν δὲ τῶν ἐν ἑορτῇ συνόλως ἀπετελεῖτο, τῶν μὲν ἀρχόντων ἔτι καθειργμένων μετὰ τὰς ἀνηκέστους καὶ ἀφορήτους αἰκίας καὶ ὕβρεις, τῶν δὲ ἰδιωτῶν τάς τε ἐκείνων συμφορὰς ἅπαντος τοῦ ἔθνους κοινὰς νομιζόντων καὶ ἐπὶ ταῖς ἐξαιρέτοις, ἃς ἰδίᾳ ἕκαστος ὑπέμεινεν, οὐ μετρίως κατηφούντων.
然而,节日的仪式完全没有举行,一方面是因为那些首领在遭受了无法挽回和无法忍受的虐待与侮辱之后仍被关押,另一方面是因为平民们认为那些首领的灾难是整个民族共同的,并且对于他们每个人单独承受的特殊痛苦,也感到无比沮丧。
§118τὰ γὰρ ἀνιαρὰ διπλασιάζεσθαι φιλεῖ μάλιστα ἐν ἑορταῖς τοῖς μὴ δυναμένοις ἑορτάζειν, στερήσει τε ἱλαρᾶς εὐθυμίας, ἣν πανήγυρις ἐπιζητεῖ, καὶ μετουσίᾳ λύπης, ὑφ’ ἧς ἐξετραχηλίζοντο, μηδὲν ἄκος τῶν τοσούτων κακοπραγιῶν ἀνευρεῖν δυνάμενοι.
因为对于无法庆祝节日的人来说,痛苦的事往往在节日里尤为加倍,这既是因为失去了公共集会所要求的欢快愉悦,也是因为共同分担了悲伤,他们因这悲伤而极度沮丧,无法为如此多的灾难找到任何解救之策。
§119σφόδρα δ’ ἔχουσιν ὀδυνηρῶς καὶ πεπιεσμένοις ἄχθει βαρυτάτῳ — συνείληντο δ’ ἐν ταῖς οἰκίαις, ἅτε νυκτὸς ἐπεχούσης — ἧκόν τινες ἀπαγγέλλοντες τὴν γενομένην σύλληψιν.
当他们处于极度痛苦之中、被极重的重担压得喘不过气来时——由于夜幕降临,他们都聚集在屋里——有些人前来报告发生的逮捕事件。
οἱ δ’ ἀπόπειραν εἶναι νομίσαντες, οὐκ ἀλήθειαν, ἔτι μᾶλλον ἐπὶ τῷ κατακερτομεῖσθαι καὶ ἐνεδρεύεσθαι δοκεῖν ὠδυνῶντο.
但他们认为这只是试探而非事实,因想到自己似乎被嘲弄和暗算而感到更加痛苦。
§120θορύβου δ’ ὄντος κατὰ τὴν πόλιν καὶ τῶν νυκτοφυλάκων ἄνω κάτω διαθεόντων καί τινων ἱππέων εἰς τὸ στρατόπεδον καὶ ἀπὸ τοῦ στρατοπέδου τάχει συντόνῳ μετὰ σπουδῆς ἀντεξελαυνόντων, τῷ τοῦ πράγματος ἀήθει κινηθέντες τινὲς προῆλθον ἐκ τῶν οἰκιῶν κατὰ πύστιν τοῦ συμβεβηκότος· ἐφαίνετο γὰρ εἶναί τι νεώτερον.
由于全市一片混乱,夜警们到处奔跑,一些骑兵正以极快的速度急切地往返于军营,被这一不寻常的变故所触动的人们便走出家门,打听发生了什么事;因为这似乎是发生了某种重大异变。
§121ὡς δ’ ᾔσθοντο τὴν ἀπαγωγὴν καὶ τὸν Φλάκκον ἐντὸς ἀρκύων ἤδη γεγενημένον, προτείνοντες τὰς χεῖρας εἰς οὐρανὸν ὕμνουν καὶ παιᾶνας ἐξῆρχον εἰς τὸν ἔφορον θεὸν τῶν ἀνθρωπίνων πραγμάτων, „οὐκ ἐφηδόμεθα", λέγοντες „ὦ δέσποτα, τιμωρίαις ἐχθροῦ, δεδιδαγμένοι πρὸς τῶν ἱερῶν νόμων ἀνθρωποπαθεῖν· ἀλλὰ σοὶ δικαίως εὐχαριστοῦμεν οἶκτον καὶ ἔλεον ἡμῶν λαβόντι καὶ τὰς συνεχεῖς καὶ ἐπαλλήλους κακώσεις ἐπικουφίσαντι.
当他们得知弗拉库斯已被带走且已身陷网罗时,他们向天伸出手,高唱赞美诗,向监察人类事务的神唱起凯歌,说道:“主啊,我们并不因仇敌受罚而幸灾乐祸,因为我们受圣法教导而懂得同情人类;但我们理所当然地向您献上感谢,因为您对我们心怀怜悯与慈悲,减轻了我们持续不断且接踵而至的苦难。
§122πάννυχοι δὲ διατελέσαντες ἐν ὕμνοις καὶ ᾠδαῖς καὶ ἅμα τῇ ἕῳ διὰ πυλῶν ἐκχυθέντες ἐπὶ τοὺς πλησίον αἰγιαλοὺς ἀφικνοῦνται — τὰς γὰρ προσευχὰς ἀφῄρηντο — κἀν τῷ καθαρωτάτῳ στάντες ἀνεβόησαν ὁμοθυμαδόν· §123„γῆν καὶ θάλατταν, ἀέρα τε καὶ οὐρανόν, τὰ μέρη τοῦ παντὸς καὶ σύμπαντα τὸν κόσμον, ὦ μέγιστε βασιλεῦ θνητῶν καὶ ἀθανάτων, παρακαλέσοντες εἰς εὐχαριστίαν τὴν σὴν ἥκομεν, οἷς μόνοις ἐνδιαιτώμεθα, τῶν ἄλλων ὅσα δημιουργεῖται πρὸς ἀνθρώπων ἐληλαμένοι καὶ στερόμενοι πόλεως καὶ τῶν ἐν πόλει δημοσίων καὶ ἰδιωτικῶν περιβόλων, ἀπόλιδες καὶ ἀνέστιοι μόνοι τῶν ὑφ’ ἥλιον ἐξ ἐπιβουλῆς ἄρχοντος γενόμενοι.
” 他们整夜在赞美诗和歌声中度过,黎明时分,他们涌出门外,来到附近的海岸——因为他们的祈祷所已被夺走——他们站在最洁净的地方,同声呼喊道: “凡人和不朽者的至大之王啊,我们来此是为了召集大地和海洋、空气和天空,这些万物的组成部分以及整个宇宙,来见证对您的感恩,因为它们是我们仅存的栖息之所,我们已被驱逐出人类所建造的其他一切事物,被剥夺了我们的城市以及城内公私两用的围墙,因总督的阴谋,成了太阳底下唯一无国无家的人。
§124χρηστὰς ὑπογράφεις ἡμῖν ἐλπίδας καὶ περὶ τῆς τῶν λειπομένων ἐπανορθώσεως, ἤδη ταῖς ἡμετέραις λιταῖς ἀρξάμενος συνεπινεύειν, εἴ γε τὸν κοινὸν ἐχθρὸν τοῦ ἔθνους καὶ τῶν ἐπ’ αὐτῷ συμφορῶν ὑφηγητὴν καὶ διδάσκαλον μέγα πνέοντα καὶ οἰηθέντα διὰ ταῦτα εὐδοκιμήσειν ἐξαίφνης καθεῖλες, οὐ πορρωτάτω γενόμενον, ἵν’ αἰσθόμενοι δι’ ἀκοῆς οἱ κακῶς πεπονθότες ἀμβλύτερον ἡσθῶσιν, ἀλλ’ ἐγγὺς οὑτωσί, μόνον οὐκ ἐν ὄψει τῶν ἠδικημένων, πρὸς τρανοτέραν φαντασίαν τῆς ἐν βραχεῖ καὶ παρ’ ἐλπίδας ἐπεξόδου. “
您也为我们描绘了关于余下事物得以恢复的美好希望,因为您已开始应允我们的祈祷,您突然打倒了我们民族的共同敌人、以及降临于其上的灾难的引导者与导师,他曾极其傲慢,并以为能借此赢得声望。 这并非发生在极遥远的地方,以免那些遭受苦难的人因听闻传言而感到喜悦减弱,而是在如此近的地方,几乎就在受害者的眼前,以便能更清晰地展现出那迅速且出乎意料的惩罚。 ”

词汇与语法注释

  1. §115ἀφ’ ἑστίας ἄρξασθαι τὴν δίκην — 这一表达基于希腊语成语“自炉灶开始”(意为从最根本或最贴近自身的地方开始),在此形成了双重双关:一方面指弗拉库斯在宴席(炉灶旁)被捕,另一方面指他曾使无数人“失去炉灶”(即无家可归,ἀνεστίους)。
  2. §119ἔχουσιν — 与格复数现在分词。语境上指前文提到的犹太人(§117 `τοῖς Ἰουδαίοις` 和 §118 `τοῖς μὴ δυναμένοις ἑορτάζειν`),但与后文主句的主语 `τινες`(主格)不一致。这应被理解为表示境遇的与格(或某种与格绝对结构),用以描绘他们处于极度痛苦之中的状态。
  3. §123παρακαλέσοντες — 将来时主动分词(主格复数)。修饰主要动词 `ἥκομεν`,用以表示目的(“为了召集”)。
  4. §124εἴ γε ... καθεῖλες — 这里的条件小词 `εἴ γε`(“既然……/如果确实……”)并非表示单纯的假设,而是将一个已经实现的事实(“既然您打倒了……”)作为神已开始应允他们祈祷的理由或证据。

引用这一段

斐洛·尤迪厄斯, 驳弗拉库斯 §115-124. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg030.humanitext-grc1:115-124

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。