§105ἔνιοι γὰρ καὶ ἐπὶ Τιβερίου καὶ ἐπὶ τοῦ πατρὸς αὐτοῦ Καίσαρος τῶν διεπόντων τὰς ἐπικρατείας, τὴν ἐπιμέλειαν καὶ προστασίαν εἰς δυναστείαν καὶ τυραννίδα μεθαρμοσάμενοι, τὰς χώρας ἐνέπλησαν κακῶν ἀνηκέστων δωροδοκίαις, ἁρπαγαῖς, καταδίκαις, τῶν μηδὲν ἡμαρτηκότων ἐλάσεσι καὶ φυγαῖς, τῶν δυνατῶν ἀκρίτοις ἀναιρέσεσιν·
というのも、ティベリウスの時にも、また彼の父カイザルの時にも、属州を管理していた者たちのうちのある者たちは、その配慮と保護を絶対的権力と僭主政治へと変えてしまい、賄賂、強奪、有罪判決、何ら罪を犯していない者たちの追放や逃亡、有力者たちの裁判なしの殺害によって、その地方を回復不可能な害悪で満たしたからである。
οὓς μετὰ τὸν ὁρισθέντα χρόνον τῆς ἀρχῆς ἐπανελθόντας εἰς Ῥώμην οἱ αὐτοκράτορες λόγον καὶ εὐθύνας τῶν πεπραγμένων ᾔτουν, καὶ μάλισθ’ ὁπότε πρεσβεύσαιντο αἱ ἀδικηθεῖσαι πόλεις.
彼らが任期の定められた期間の後にローマに帰還した際、皇帝たちは彼らに対して行ったことの釈明と会計報告を求めた。 とりわけ、不当な扱いを受けた都市が使節団を送ってきた時にはそうであった。
§106τότε γὰρ κοινοὺς παρέχοντες ἑαυτοὺς δικαστάς, ἐξ ἴσου καὶ τῶν κατηγόρων καὶ τῶν ἀπολογουμένων ἀκροώμενοι, μηδενὸς ἀκρίτου προκαταγινώσκειν ἀξιοῦντες, ἐβράβευον οὔτε πρὸς ἔχθραν οὔτε πρὸς χάριν, ἀλλὰ πρὸς τὴν φύσιν τῆς ἀληθείας τὰ δόξαντα εἶναι δίκαια.
その時、彼らは自分たちを公平な裁判官とし、告発する者たちと弁明する者たちの双方に等しく耳を傾け、裁判なしに誰もあらかじめ有罪と判定することはせず、憎しみにも好意にもよらず、ただ真実の本質に照らして正しいと思われることを裁決したのである。
§107Φλάκκῳ δ’ οὐ μετὰ τὴν ἀρχὴν ἀλλ’ ἐμπροθέσμως προϋπήντησεν ἡ μισοπόνηρος δίκη ταῖς ἀμέτροις ὑπερβολαῖς ὧν ἠδίκει καὶ παρηνόμει δυσχεράνασα.
しかしフラックスに対しては、任期の終了後ではなく、任期の途中に、悪を憎む「正義」が、彼の不義と違法の法外な過剰さに憤慨して、立ち向かった。
§108Γίνεται δ’ ὁ τρόπος αὐτῷ τῆς συλλήψεως τοιόσδε.
彼の逮捕の方法は次のようなものであった。
ὑπέλαβεν ἤδη τὸν Γάιον περὶ ὧν ὕποπτος ἦν ἐξευμενίσθαι, τὰ μὲν ἐπιστολιμαίοις γράμμασιν, ἃ κολακείας ἦν ὑπέρμεστα, τὰ δὲ ἐν οἷς δημηγορῶν πολλάκις ἐθεράπευε λόγους θῶπας καὶ μακρὰς ῥήσεις πεπλασμένων ἐγκωμίων συνείρων, τὰ δὲ καὶ ἐκ τοῦ σφόδρα εὐδοκιμεῖν παρὰ τῷ πλείστῳ μέρει τῆς πόλεως.
彼はすでに、自分が疑いを持たれていた事柄について、ガイウスをなだめることができたと思い込んでいた。 一つにはお世辞に満ち満ちていた書簡の手紙によって、また一つには、しばしば公に演説する中で阿諛追従の言葉を使い、偽りの賛辞を連ねた長い言説によって彼の機嫌を取ったことによって、そしてまた一つには、都市の大部分から非常に大きな支持を得ていたことによって。
§109ἔλαθε δ’ αὑτὸν ἀπατῶν·
しかし、彼は気づかずに自分を欺いていた。
ἀβέβαιοι γὰρ αἱ τῶν πονηρῶν ἀνθρώπων ἐλπίδες, εἰκαζόντων μὲν τὰ χρηστότερα, τὰ δὲ παλίμφημα καὶ ὧν ἄξιοι τυγχάνειν εἰσὶ πασχόντων.
というのも、悪人たちの希望は不確かなものであり、彼らはより良い事態を推測する一方で、逆の、そして被るに値する事態を被ることになるからである。
πέμπεται μὲν γὰρ ἀπὸ τῆς Ἰταλίας Βάσσος ἑκατοντάρχης ὑπὸ Γαΐου χειροτονηθεὶς μετὰ τῆς τάξεως τῶν στρατιωτῶν, ἧς ἀφηγεῖτο.
実際、百人隊長バッススが、自分が指揮する兵士の部隊とともに、ガイウスによって任命されてイタリアから派遣された。
§110σκάφους δ’ ἐπιβὰς τῶν μάλιστα ταχυναυτούντων ὀλίγαις ἡμέραις πρὸς τοῖς λιμέσι γίνεται τῆς Ἀλεξανδρείας κατὰ τὴν Φάρον νῆσον περὶ δείλην ἑσπέραν καὶ κελεύει τῷ κυβερνήτῃ μέχρις ἡλίου καταδύσεως ἔξω θαλαττεύειν, τεχνάζων τὸ ἀνεπίφαντον ἕνεκα τοῦ μὴ προαισθόμενον Φλάκκον καὶ βουλευσάμενόν τι νεώτερον ἄπρακτον αὐτῷ τὴν ὑπηρεσίαν ἐργάσασθαι.
彼は、最も快速の船の一隻に乗り込み、数日のうちに、夕暮れ時、ファロス島に近いアレクサンドリアの港の近くに到着した。 そして彼は、日没まで沖合にとどまるよう舵手に命じた。 それは、人目を避けるためであった。 フラックスが事前に察知して何か不穏なことを企て、彼の任務を失敗に終わらせることがないようにするために。
§111γενομένης δ’ ἑσπέρας, ἡ μὲν ναῦς προσέσχεν, ὁ δὲ Βάσσος μετὰ τῶν ἰδίων ἀποβὰς προῄει, μήτε γνωρίζων τινὰ μήτε γνωριζόμενος ὑπό του, στρατιώτην δέ τινα τῶν ἐν τοῖς τετραδίοις φυλάκων καθ’ ὁδὸν εὑρὼν κελεύει δεικνύναι τὴν οἰκίαν τοῦ στρατάρχου·
夜になると、船は接岸し、バッススは部下たちと共に下船して進んだ。 誰を知ることもなく、誰からも知られることなく。 そして、道中で四人一組の警備兵の一人に出会うと、軍司令官の家を指し示すよう命じた。
τούτῳ γὰρ ἐβούλετο τὸ ἀπόρρητον ἀνενεγκεῖν, ἵνα, κἂν δέῃ πολυχειρίας, ἔχῃ τὸν συναγωνιούμενον.
というのも、彼はこの司令官に極秘任務を伝え、たとえ多くの人員が必要になったとしても、共に戦ってくれる者を確保しておきたかったからである。
§112πυθόμενος δ’ αὐτὸν ἑστιᾶσθαι παρά τινι σὺν Φλάκκῳ, μηδὲν τάχους ἀνιεὶς συνέτεινεν ἄχρι τῆς τοῦ κεκληκότος οἰκίας — Στεφανίων ἦν τῶν τοῦ Τιβερίου Καίσαρος ἀπελευθέρων, παρ’ ᾧ κατήγοντο — καὶ μικρὸν ἄποθεν ὑποστείλας ἐκπέμπει τινὰ τῶν ἰδίων κατασκεψόμενον εἰς ἀκόλουθον ἀσκήσας, σόφισμα τοῦ μηδένα συναισθέσθαι.
彼がフラックスと共に、ある人物のところで宴会をしていると知ると、速度を少しも緩めることなく、招待主の家まで急いだ。 ――その招待主はティベリウス・カイザルの解放奴隷の一人であるステファニオンであり、彼らはその家に滞在していた――。 そして少し離れた場所で身を潜め、部下の一人をお供の者に扮装させて様子を探るために送り出した。 これは誰にも気づかれないための計略であった。
παρελθὼν δὲ εἰς τὸ συμπόσιον ὡς ἑνός τινος τῶν παρατυγχανόντων οἰκέτης, ἅπαντα μετ’ ἀκριβείας περιαθρήσας, ἐπανελθὼν ἐμήνυσε τῷ Βάσσῳ.
その部下は、その場に居合わせた客の召使いとして宴席に入り込み、すべてを正確に見渡した後、戻ってきてバッススに報告した。
§113γνοὺς δὲ τὸ περὶ τὰς εἰσόδους ἀφύλακτον καὶ τὴν περὶ τὸν Φλάκκον ὀλιγότητα — μόλις γὰρ δέκα ἢ πεντεκαίδεκα τῶν διακονικῶν ἀνδραπόδων ἐπηκολουθήκει — σύνθημα δοὺς τοῖς περὶ αὑτὸν εἰσέδραμεν ἐξαίφνης, καὶ τῶν στρατιωτῶν οἱ μὲν παρὰ τὸ συμπόσιον ἐπιστάντες ὑπεζωσμένοι τὰ ξίφη κυκλοῦσιν αὐτὸν οὐ προϊδόμενον·
入口の周辺に警戒がないこと、またフラックスの周囲に人が少ないこと――というのも、給仕をする奴隷がせいぜい10人か15人しか随行していなかったからである――を知ると、バッススは部下たちに合図を送って突然突入した。 そして兵士たちのうち何人かは宴席のそばに立ち、剣を帯びて、何も予想していなかった彼を取り囲んだ。
ἐτύγχανε γὰρ καὶ πρόποσίν τινι διδοὺς καὶ φιλοφρονούμενος τοὺς παρόντας.
実際、彼はちょうど誰かに祝杯を捧げ、出席者たちに親切にしているところであった。
§114εἰς μέσον δὲ τοῦ Βάσσου παρελθόντος, ἰδὼν εὐθὺς ὑπ’ ἐκπλήξεως ἀχανὴς γίνεται καὶ βουλόμενος ἀναστῆναι, τὴν ἐν κύκλῳ φρουρὰν θεασάμενος, ἔγνω καὶ πρὶν ἀκοῦσαι, τί βούλεται Γάιος ἐπ’ αὐτῷ καὶ τί προστέτακται τοῖς ἥκουσι καὶ τί παραυτίκα μελλήσει ὑπομένειν·
バッススが中央に進み出ると、彼を見るやいなや、驚きのあまり開いた口が塞がらなくなり、立ち上がろうとしたものの、周囲の警護兵を見て、話を聞くよりも前に、ガイウスが自分に対して何を望んでいるのか、やって来た者たちに何が命じられているのか、そして自分がこれからすぐに何を被ることになるのかを悟った。
δεινὸς γὰρ ὁ νοῦς τὰ κατὰ μέρος ἐν χρόνῳ μακρῷ γινόμενα πάνθ’ ἅμα ἰδεῖν καὶ πάντων ἀθρόων ἀκοῦσαι.
なぜなら、知性とは、長い時間をかけて部分ごとに起こるすべてを同時に見通し、すべてを一挙に聞き取ることに長けているからである。