§1Δεύτερος μετὰ Σηιανὸν Φλάκκος Ἀουίλλιος διαδέχεται τὴν κατὰ τῶν Ἰουδαίων ἐπιβουλήν, σύμπαν μὲν ἀδικῆσαι τὸ ἔθνος ὥσπερ ἐκεῖνος ἄντικρυς οὐ δυνηθείς — ἐλάττους γὰρ εἶχε τὰς εἰς τοῦτ’ ἀφορμάς —, ἐφ’ ὅσους δ’ ἔφθανεν, ἀθρόους ἀνηκέστοις περιέπειρε κακοῖς.
继塞雅努斯之后,阿维利乌斯·弗拉库斯接替了针对犹太人的阴谋。 虽然他无法像塞雅努斯那样公然危害整个民族——因为他在这方面的资源较少——但他对自己所能触及的所有人,一并施加了致命的灾难。
οὐ μὴν ἀλλὰ καὶ μέρει δόξας ἐπιτίθεσθαι τὴν ἐπιβουλὴν ἐξέτεινεν ἐπιὼν τοὺς πανταχοῦ πάντας διὰ τέχνης τὸ πλέον ἢ δυνάμεως· οἷς γὰρ ἰσχὺς οὐ πρόσεστι τῶν τὰς φύσεις τυραννικῶν, πανουργίαις τὰς ἐπιβουλὰς κατορθοῦσιν.
不仅如此,他表面上似乎只攻击一部分人,实际上却通过狡诈而非力量袭击了各地的所有人,从而扩大了他的阴谋;因为在具有专制本性的人中,缺乏力量者往往通过诡计来实现其阴谋。
§2ὁ Φλάκκος οὖν οὗτος ἐν τοῖς ἑταίροις κριθεὶς παρὰ Τιβερίῳ Καίσαρι μετὰ τὴν Ἱβήρου τελευτήν, ὃς ἐπετέτραπτο Αἴγυπτον, καθίσταται τῆς Ἀλεξανδρείας καὶ τῆς χώρας ἐπίτροπος, ἄνθρωπος ἐν ἀρχῇ μυρία καλοκαγαθίας ὅσα τῷ δοκεῖν ἐξενεγκὼν δείγματα·
这位弗拉库斯在被委任掌管埃及的伊贝鲁斯去世后,在提贝里乌斯·凯撒的同伴中被选中,并被任命为亚历山大及该地区的总督。
πυκνός τε γὰρ ἦν καὶ συνεχὴς καὶ ὀξὺς νοῆσαι καὶ τὰ βουλευθέντα πρᾶξαι καὶ προχειρότατος εἰπεῖν καὶ πρὸ τοῦ λεγομένου τὸ ἡσυχαζόμενον αἰσθέσθαι.
他在执政之初,在外表上展现出了无数优秀美德的证明;因为他勤勉、持之以恒,在理解和执行决策上敏锐,极其善于辞令,并且在言语未发之前就能察觉到保持沉默的内容。
§3παντάπασιν οὖν ὀλίγῳ χρόνῳ τῶν κατὰ τὴν Αἴγυπτον πραγματειῶν ἐθὰς γίνεται· πολύτροποι δ’ εἰσὶ καὶ ποικίλαι, μόλις τοῖς ἐκ πρώτης ἡλικίας τὸ ἔργον ἐπιτήδευμα πεποιημένοις γνωριζόμεναι.
于是,在极短的时间内,他便对埃及的政务了如指掌;这些政务多变而复杂,即使是自幼以此为业的人也难以完全掌握。
περιττὸς ὄχλος ἦσαν οἱ γραμματεῖς, ἤδη πρὸς πάντα μικρὰ καὶ μεγάλα φθάνοντος αὐτοῦ ταῖς ἐμπειρίαις, ὡς μὴ μόνον ὑπερβαλεῖν ἀλλὰ χάριν ἀκριβείας ἀντὶ γνωρίμου διδάσκαλον γεγενῆσθαι τῶν τέως ὑφηγητῶν.
书吏们成了一群多余的人,因为他已经凭借经验在所有大小事务上占得先机,以至于他不仅超越了先前的引导者,而且为了精确起见,甚至成了他们的教师,而不仅仅是一个熟人。
§4καὶ ὅσα μὲν περὶ λογισμοὺς καὶ τὴν τῶν προσοδευομένων κατώρθου διοίκησιν, εἰ καὶ μεγάλα καὶ ἀναγκαῖα ἦν, ἀλλ’ οὐδέν γε δεῖγμα ψυχῆς ὑπέφαινεν ἡγεμονικῆς, ἃ δὲ λαμπροτέραν καὶ βασιλικὴν ἐδήλου φύσιν, μετὰ πλείονος παρρησίας ἐπεδείκνυτο·
此外,关于他在账目和财政岁入管理上做出的正确整顿,虽然这些事务重大且不可或缺,但并未显露出统治者灵魂的任何迹象。 相反,对于那些能显出更灿烂且如王者般天性的事,他则以更大的坦诚展现出来。
οἷον σεμνότερον ἦγεν αὑτόν — ἄρχοντι δὲ λυσιτελέστατον ὁ τῦφος —, ἐδίκαζε τὰ μεγάλα μετὰ τῶν ἐν τέλει, τοὺς ὑπεραύχους καθῄρει, μιγάδων καὶ συγκλύδων ἀνθρώπων ὄχλον ἐκώλυεν ἐπισυνίστασθαι·
例如,他使自己举止更加庄重——因为威严对统治者来说是最有益的——,与高级官员共同审判重大案件,降服傲慢之人,阻止混杂和骚乱之人的群聚。
τάς τε ἑταιρείας καὶ συνόδους, αἳ ἀεὶ ἐπὶ προφάσει θυσιῶν εἱστιῶντο τοῖς πράγμασιν ἐμπαροινοῦσαι, διέλυε τοῖς ἀφηνιάζουσιν ἐμβριθῶς καὶ εὐτόνως προσφερόμενος.
至于那些总是借祭祀之名设宴、对政务借酒撒疯的结社和集会,他则通过对不服从者进行严厉且有力的打击而予以解散。
§5εἶτ’ ἐπειδὴ τὴν πόλιν καὶ τὴν χώραν ἀνέπλησεν εὐνομίας, ἐν μέρει πάλιν ταῖς στρατιωτικαῖς δυνάμεσιν ἐφήδρευεν ἐκτάττων, συγκροτῶν, γυμνάζων πεζούς, ἱππεῖς, τοὺς τῆς κούφης ὁπλίσεως, τοὺς ἡγεμόνας, ἵνα μὴ τὰς μισθοφορὰς τῶν στρατιωτῶν ἀφαιρούμενοι πρὸς λῃστείας καὶ ἁρπαγὰς αὐτοὺς ἀλείφωσι, πάλιν τῶν στρατιωτῶν ἕκαστον, ἵνα μηδὲν ἔξω τῶν κατὰ τὴν στρατείαν περιεργάζηται μεμνημένος, ὅτι τέτακται καὶ τὴν εἰρήνην διαφυλάττειν.
随后,当他使城市和乡村充满良法善治之后,他又转而关注军队,编排、整合、训练步兵、骑兵、轻装步兵以及军官,以便军官们不因克扣士兵的军饷而唆使他们去进行劫掠和抢夺,同时也使每个士兵记住自己是被派来维护和平的,不参与任何军事职责之外的闲事。
§6Ἴσως δ’ ἄν τις εἴποι· „σὺ δ’, ὦ οὗτος, ἐγνωκὼς ἀνθρώπου κατηγορεῖν ἔγκλημα μὲν οὐδὲν διεξῆλθες, μακροὺς δ’ ἐπαίνους συνείρεις·
也许有人会说:“喂,我说你,既然你打算指控这个人,却不详细陈述任何罪行,反而连篇累牍地称赞他。
μὴ ἄρα παραπαίεις καὶ μέμηνας;
莫非你神志不清,发疯了吗?
“— οὐ μέμηνα, ὦ οὗτος, οὐδ’ ἠλίθιός τίς εἰμι, ὡς μὴ δύνασθαι πράγματος ἀκολουθίαν ἰδεῖν.
”我没有发疯,这位朋友,我也并非愚蠢到看不出事情因果关系的地步。
§7ἐπαινῶ τὸν Φλάκκον, οὐκ ἐπειδὴ προσῆκεν ἐχθρὸν ἐγκωμιάζειν, ἀλλ’ ἵν’ αὐτοῦ τὴν μοχθηρίαν ἀριδηλοτέραν παραστήσω·
我称赞弗拉库斯,并不是因为赞美敌人是得当的,而是为了让他的邪恶更加显而易见。
τῷ μὲν γὰρ ἀγνοίᾳ τοῦ κρείττονος διαμαρτάνοντι συγγνώμη δίδοται, ὁ δ’ ἐξ ἐπιστήμης ἀδικῶν ἀπολογίαν οὐκ ἔχει προεαλωκὼς ἐν τῷ τοῦ συνειδότος δικαστηρίῳ.
因为对于因不了解更好道路而犯错的人,宽恕是可以给予的;但是明知故犯者则无可辩解,因为他在自己良心的法庭上早已被定罪。
§8ἑξαετίαν γὰρ τὴν ἐπικράτειαν λαβὼν πέντε μὲν ἔτη τὰ πρῶτα, ζῶντος Τιβερίου Καίσαρος, τήν τε εἰρήνην διεφύλαξε καὶ οὕτως εὐτόνως καὶ ἐρρωμένως ἀφηγήσατο, ὡς τοὺς πρὸ αὐτοῦ πάντας ὑπερβαλεῖν.
事实上,他获得了六年的任期,在最初的五年中,即提贝里乌斯·凯撒在世时,他维护了和平,并以如此有力且强健的方式进行统治,以至于超越了在他之前的所有人。
§9τῷ δ’ ὑστάτῳ, Τιβερίου μὲν τελευτήσαντος, Γαΐου δ’ ἀποδειχθέντος αὐτοκράτορος, ὑφιέναι καὶ χαλᾶν ἤρξατο τὰ πάντα εἴτε διὰ τὸ ἐπὶ Τιβερίῳ βαρύτατον πένθος — δῆλος γὰρ ἦν ὡς ἐπ’ οἰκειοτάτῳ περιπαθῶν ἔκ τε τῆς συνεχοῦς κατηφείας καὶ τῆς τῶν δακρύων φορᾶς, ἃ καθάπερ ἀπὸ πηγῆς ἀπαύστως ἐξεχεῖτο — εἴτε καὶ κακόνους ὢν τῷ διαδόχῳ διὰ τὸ τὴν τῶν γνησίων πρὸ τῆς τῶν θετῶν τεθεραπευκέναι μερίδα εἴτε καὶ τῶν συνεπιθεμένων τῇ Γαΐου μητρί, καθ’ ὃν χρόνον εἶχε τὰς αἰτίας ἐφ’ αἷς ἀνῃρέθη, γεγονὼς καὶ διὰ φόβον ἁλώσεως ἐπιλελησμένος.
但在最后一年,提贝里乌斯去世,盖乌斯被宣布为皇帝后,他开始在一切事上松懈和放任,这或者是由于他对提贝里乌斯的极度悲痛—— 因为显然他正深切哀悼,犹如失去了最亲近的亲人,这从他持续的忧郁以及像泉水般源源不断流下的泪水中可见一斑——或者是由于他对继位者怀有恶意,因为他之前支持的是嫡系子孙的一派,而非养子一派,又或者是由于在盖乌斯的母亲面临导致她被处死的指控时,他曾是参与指控她的人之一,如今因害怕被捕而惊慌失措、忘乎所以。