§49διὰ τοῦτο μέντοι κἀν τῷ νόμῳ τῆς λέπρας ὁ μέγας πάντα Μωυσῆς τὴν μὲν κίνησιν καὶ ἐπὶ πλέον αὐτῆς φορὰν καὶ χύσιν ἀκάθαρτον, τὴν δ’ ἠρεμίαν καθαρὰν ἀναγράφει·
正是为此,在关于麻风病的法律中,在一切事上伟大的摩西将那运动、进一步的蔓延和扩散记录为不洁净的,而将那静止记录为洁净的。
λέγει γὰρ ὅτι „ἐὰν διαχέηται ἐν τῷ δέρματι, μιανεῖ ὁ ἱερεύς. ἐὰν δὲ κατὰ χώραν μείνῃ τὸ τηλαύγημα καὶ μὴ διαχέηται, καθαριεῖ“(Lev. 13,22. 23)·
因为他说:“如果它在皮肤上扩散,祭司就要宣布他不洁净;但如果那光斑留在原处而没有扩散,他就要宣布他洁净”(利未记 13:22-23)。
ὥστε τὴν μὲν ἡσυχίαν καὶ μονὴν κακιῶν καὶ παθῶν τῶν κατὰ ψυχὴν — ταῦτα γὰρ αἰνίττεται διὰ τῆς λέπρας — οὐχ ὑπαίτιον εἶναι, τὴν δὲ κίνησιν καὶ φορὰν ὕποχον δέοντως.
因此,灵魂中恶德与情念的静止与留存——因为他通过麻风病隐喻了这些——是无过错的,而它们的运动和蔓延则是理所当然要承担罪责的。
§50τὸ παραπλήσιον καὶ ἐν τοῖς πρὸς τὸν Κάιν χρησθεῖσι λογίοις περιέχεται σημειωδέστερον·
类似的事情在对该隐所说的神谕中包含得更为显著。
λέγεται γὰρ πρὸς αὐτόν· ὦ οὗτος, „ἥμαρτες, ἡσύχασον“(Gen.
因为对他说:“你,即使犯了罪,也要静默”(创世记 4:7)。
4,7), τοῦ μὲν ἁμαρτάνειν, ὅτι κινεῖσθαι καὶ ἐνεργεῖν κατὰ τὴν κακίαν ἦν, ὄντος ἐνόχου, τοῦ δ’ ἡσυχάζειν, ὅτι ἴσχεσθαι καὶ ἠρεμεῖν, ἀνυπαιτίου καὶ σωτηρίου.
因为犯罪由于是顺着恶德运动和行动而有罪,而静默由于是被约束和保持静止则是无过错且得救的。
§51Ταῦτα μὲν οὖν ἱκανῶς γε, οἶμαι, προείρηται.
关于这些,我想,前面已经说得足够多了。
τὰς δ’ ἀρὰς [ἔχοντα], ὃν ἔχουσι λόγον, ἴδωμεν·
让我们看看这些诅咒具有怎样的道理。
„ἐπικατάρατος“φησί „Χαναάν· παῖς οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“·
他说:“迦南受诅咒,他必给他兄弟作奴仆的奴仆。
καὶ „εὐλογητὸς κύριος ὁ θεὸς Σήμ, καὶ ἔσται Χαναὰν δοῦλος αὐτοῖς“(Gen. 9, 25. 26).
”又说:“耶和华塞姆的神是应当称颂的,迦南必作他们的奴隶”(创世记 9:25-26)。
§52ἔφαμεν πάλαι, ὅτι Σὴμ ἐπώνυμός ἐστιν ἀγαθοῦ, καλούμενος οὐκ ὀνόματος εἴδει, ἀλλ’ ὅλον τὸ γένος αὐτοῦ ὄνομα, παρόσον τὸ ἀγαθὸν ὀνομαστὸν μόνον καὶ εὐφημίας καὶ εὐκλείας ἄξιον, ὡς ἔμπαλιν ἀνώνυμον καὶ δυσώνυμον τὸ κακόν.
我们早先说过,塞姆是善的同义语,他不是被称呼为某种特定的名字,而是他的整个属就是名字,因为只有善才是著名的,配得称赞和光荣,相反,恶则是无名的和恶名昭彰的。
τίνος οὖν τὸν τῆς φύσεως τἀγαθοῦ μεμοιραμένον εὐχῆς ἀξιοῖ;
那么,他认为那个分享了自然之善的人配得怎样的祈愿呢?
§53τίνος;
怎样的祈愿?
καινοτάτης καὶ παρηλλαγμένης, ᾗ θνητὸς οὐδεὶς ὑπηρετῆσαι δυνατός, ἀφ’ ἧς σχεδὸν ὥσπερ ἀπ’ ὠκεανοῦ ῥέουσιν αἱ ἄφθονοι καὶ ἀέναοι πλημμυροῦσαι καὶ ἀναχεόμεναι τῶν καλῶν πηγαί.
一种极新颖且非同寻常的,没有任何凡人(会死的人)能够承侍的,从那里面,几乎像从大洋中一样,流出丰沛不绝、满溢流淌的善事泉源。
τὸν γὰρ κύριον καὶ θεὸν τοῦ τε κόσμου καὶ τῶν ἐν αὐτῷ πάντων ἰδίᾳ θεὸν κατ’ ἐξαίρετον χάριν τοῦ Σὴμ ἀνακαλεῖ.
因为他以对塞姆的特选恩宠,特别将宇宙及其中万物的领主和神,称呼为塞姆的神。
§54καὶ ὅρα· τίνας ὑπερβολὰς τοῦτο οὐχ ὑπερβάλλει;
你看,这超越了何种限度?
σχεδὸν γὰρ ἰσότιμος ὁ τούτου λαχὼν γίνεται κόσμῳ·
因为获得这分赐的人,几乎变得与宇宙同等尊贵。
ὅτε γὰρ τὸ ἐπιστατοῦν καὶ κηδόμενον ἀμφοῖν ταὐτόν, καὶ τὰ ἐπιτροπευόμενα κατ’ ἀναγκαῖον εὐθύς ἐστιν ἰσότιμα.
因为当两者的监管者和照管者是同一位时,那被照管的对象也必然随即同等尊贵。
§55μήποτε δὲ καὶ ἐπιδαψιλεύεται τὰ τῶν δωρεῶν·
甚至也许,恩赐的礼物还会被更丰厚地给予。
τοῦ μὲν γὰρ αἰσθητοῦ κόσμου δεσπότης καὶ εὐεργέτης ἀνείρηται διὰ τοῦ κύριος καὶ θεός, τοῦ δὲ νοητοῦ ἀγαθοῦ σωτὴρ καὶ εὐεργέτης αὐτὸ μόνον, οὐχὶ δεσπότης ἢ κύριος· φίλον γὰρ τὸ σοφὸν θεῷ μᾶλλον ἢ δοῦλον.
因为对于属感官的世界,他通过“领主和神”被称为主宰和施恩者;而对于属理智的善,他仅仅是救主和施恩者,而不是主宰或领主;因为对于神而言,有智慧的人更像是朋友,而不是奴隶。
§56παρὸ καὶ σαφῶς ἐπὶ Ἀβραὰμ φάσκει· „μὴ ἐπικαλύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ φίλου μου“(Gen.
因此他也清楚地针对亚伯拉罕说:“我岂可瞒着我的朋友亚伯拉罕呢?
18, 17);
”(创世记 18:17)。
ὁ δὲ ἔχων τὸν κλῆρον τοῦτον πέραν ὅρων ἀνθρωπίνης εὐδαιμονίας προελήλυθε·
而获得这一产业的人,已经走出了人类幸福的边界。
μόνος γὰρ εὐγενὴς ἅτε θεὸν ἐπιγεγραμμένος πατέρα καὶ γεγονὼς εἰσποιητὸς αὐτῷ μόνος υἱός· οὐ πλούσιος, ἀλλὰ πάμπλουτος, ἐν ἀφθόνοις καὶ γνησίοις, οὐ χρόνῳ παλαιουμένοις, καινουμένοις δὲ καὶ ἡβῶσιν ἀεὶ τρυφῶν ἀγαθοῖς μόνοις·
因为只有他是高贵的,既然注册神为父亲,并成了他唯一的养子;他不是富有的,而是无比富足的,仅仅在丰沛而真实的、不随时间老去而是永远更新、处于盛年的善事中享乐。
§57οὐκ ἔνδοξος, ἀλλ’ εὐκλεής, τὸν μὴ κολακείᾳ νοθούμενον, ἀλλὰ βεβαιούμενον ἀληθείᾳ καρπούμενος ἔπαινον·
他不是著名的,而是荣光的,享受着不因谄媚而掺假、而是被真理所证实的称赞。
μόνος βασιλεύς, παρὰ τοῦ πανηγεμόνος λαβὼν τῆς ἐφ’ ἅπασιν ἀρχῆς τὸ κράτος ἀνανταγώνιστον·
他是唯一的君王,从全能的统治者那里获得了对万物无可争辩的最高主权。
μόνος ἐλεύθερος, ἀφειμένος ἀργαλεωτάτης δεσποίνης, κενῆς δόξης, ἣν ὑπέραυχον οὖσαν ἀπὸ τῆς ἀκροπόλεως ἄνωθεν ὁ ἐλευθεροποιὸς καθεῖλε θεός.
他是唯一的自由人,得以从最痛苦的女主人——虚荣(空洞的名声)中解脱出来。
那自由的赐予者神,已将那高傲的她从高处的高城上拉了下来。
§58τούτῳ δὴ τῷ τοσούτων καὶ οὕτως ὑπερβαλλόντων καὶ ἀθρόων ἀξιωθέντι ἀγαθῶν τί προσήκει ποιεῖν ἢ λόγοις καὶ ᾠδαῖς καὶ ὕμνοις τὸν εὐεργέτην ἀμείβεσθαι;
对于这个被认为配得如此多、如此超越且一同给予的善事的人,除了用言语、歌谣和赞美诗来回报施恩者之外,还适合做什么呢?
τοῦτ’ ἔσθ’, ὡς ἔοικεν, ὃ αἰνίττεται διὰ τοῦ „εὐλογημένος κύριος ὁ θεὸς Σήμ“, ἐπειδὴ τῷ τὸν θεὸν ἔχοντι κλῆρον εὐλογεῖν καὶ ἐπαινεῖν αὐτὸν ἁρμόττει μόνον τοῦτ’ ἀντιπαρασχεῖν δυναμένῳ, τὰ δ’ ἄλλα ἀνὰ κράτος πάνθ’ ἁπλῶς ἀδυνατοῦντι.
这显然就是他通过“塞姆的神,领主是应当称颂的”所隐喻的。 因为对于将神作为自己产业的人来说,称颂和赞美他是唯一相称的,因为他只能以此来作回报,而在所有其他事情上,哪怕竭尽全力,他也完全无能为力。
§59Τῷ μὲν δὴ Σὴμ εὔχεται ταῦτα·
对于塞姆他祈愿了这些。
τῷ δ’ Ἰάφεθ ὁποῖα, θεασώμεθα·
那么对于雅弗是怎样的呢? 让我们看。
„πλατύναι“φησίν „ὁ θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς οἴκοις τοῦ Σήμ, καὶ γενέσθω Χαναὰν δοῦλος αὐτοῖς„ (Gen. 9, 27).
他说:“愿神扩张雅弗,使他住在塞姆的帐篷(家)里,又愿迦南作他们的奴隶”(创世记 9:27)。