§37ἆρ’ οὐχὶ τοῖς ἐνεργοῦσι καὶ δρῶσι;
难道不正是那些行动和实践的人吗?
κατορθοῦντες μὲν γὰρ ἔπαινον, ψόγον δ’ ἔμπαλιν καρποῦνται διαμαρτάνοντες.
因为当他们成功时,他们收获赞美;相反,当他们失败时,他们收获指责。
οἱ δ’ ἄνευ τοῦ τι ποιεῖν ἐπιστήμονες αὐτὸ μόνον, ἀκίνδυνον γέρας εἰληφότες ἡσυχίαν ἠρεμοῦσιν.
而那些没有任何行动、仅凭拥有知识的人,则获得了无风险的特权,安然处于静止中。
§38ὁ αὐτὸς τοίνυν λόγος ἐφαρμόττει καὶ τοῖς κατ’ ἀφροσύνην καὶ συνόλως τοῖς κατ’ ἀρετήν τε καὶ κακίαν· οἱ φρόνιμοί τε καὶ σώφρονες καὶ ἀνδρεῖοι καὶ δίκαιοι τὰς ψυχὰς μυρίοι γεγόνασι φύσεως μὲν εὐμοιρίᾳ, νομίμοις δ’ ὑφηγήσεσι, πόνοις δ’ ἀηττήτοις καὶ ἀοκνοτάτοις χρησάμενοι, τὸ δὲ κάλλος τῶν ἐν ταῖς διανοίαις ἀγαλμάτων οὐκ ἴσχυσαν ἐπιδείξασθαι διὰ πενίαν ἢ ἀδοξίαν ἢ νόσον σώματος ἢ τὰς ἄλλας κῆρας ὅσαι τὸν ἀνθρώπινον περιπολοῦσι βίον.
因此,同样的道理也适用于那些处于愚昧之中的人,以及总体上处于美德与恶德之中的人:有无数在灵魂中聪慧、自制、勇敢且公正的人,他们凭借优越的天赋、法律的引导,以及不屈不挠、最不松懈的努力,却因贫困、默默无闻、身体疾病或徘徊于人类生活中的其他种种灾祸,而无法展现他们心灵深处雕像的美。
§39οὐκοῦν οὗτοι μὲν ὥσπερ δεδεμένα καὶ καθειργμένα ἐκτήσαντο ἀγαθά, ἕτεροι δ’ εἰσὶν οἳ λελυμένοις καὶ ἀφέτοις καὶ ἐλευθέροις ἐχρήσαντο πᾶσι τὰς εἰς ἐπίδειξιν ὕλας ἀφθονωτάτας προσλαβόντες· §40ὁ μὲν φρόνιμος ἰδίων τε καὶ κοινῶν προστασίαν πραγμάτων, οἷς σύνεσιν καὶ εὐβουλίαν ἐνεπιδείξεται· ὁ δὲ σώφρων τὸν εἰς ἀσωτίαν δεινὸν ἐπᾶραι καὶ παρακαλέσαι τυφλὸν πλοῦτον, ἵνα βλέποντα ἀποδείξῃ· ὁ δὲ δίκαιος ἀρχήν, δι’ ἧς τὸ κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τῶν ὄντων ἀκωλύτως δυνατὸς ἔσται· ὁ δ’ ἀσκητὴς εὐσεβείας ἱερωσύνην καὶ χωρίων ἱερῶν καὶ τῆς ἐν τούτοις ἁγιστείας ἐπιμέλειαν.
因此,这些人所拥有的美德,就像是被束缚和禁锢着的一样;而另一些人则在全然解脱、释放和自由的状态下使用它们,获得了极丰裕的材料来予以展现:聪慧者获得个人与公共事务的主导权,并在其中展现自己的理解力和明智;自制者则获得那易于煽动和诱使人走向放荡的盲目财富,以便使其重见光明;公正者获得官职,由此他将能够毫无阻碍地按照价值分配给每个存在者;而虔敬的修持者获得祭司职,以及对圣所和其中神圣仪轨的照管。
§41ἄνευ δὲ τούτων ἀρεταὶ μέν εἰσιν, ἀκίνητοι δὲ ἀρεταὶ καὶ ἡσυχίαν ἄγουσαι, καθάπερ ὁ τεθησαυρισμένος ἐν ἀφανέσι γῆς μυχοῖς ἄργυρός τε καὶ χρυσὸς οὐδὲν χρήσιμος.
但若没有这些,美德虽依然存在,却是静止且安息的美德,正如深藏于大地无形深处的金银毫无用处。
§42πάλιν τοίνυν κατὰ τὰ ἐναντία μυρίους ἔστιν ἰδεῖν ἀνάνδρους, ἀκολάστους, ἄφρονας, ἀδίκους, ἀσεβεῖς ἐν ταῖς διανοίαις ὑπάρχοντας, τὸ δὲ κακίας ἑκάστης αἶσχος ἀδυνατοῦντας ἐπιδείκνυσθαι δι’ ἀκαιρίαν τῶν εἰς τὸ ἁμαρτάνειν καιρῶν, ἐπειδὰν δὲ τοῦ δύνασθαι πολλὴ καὶ μεγάλη κατασκήψῃ φορά, γῆν καὶ θάλατταν ἄχρι τερμάτων ἀμυθήτων ἀναπιμπλάντας κακῶν καὶ μηδέν, μὴ μικρὸν μὴ μέγα, ἀζήμιον ἐῶντας, ἀλλὰ ῥύμῃ μιᾷ ἀνατρέποντάς τε καὶ φθείροντας·
相反,同样可以看见无数在心灵中怯懦、放荡、愚昧、不义、不虔敬的人,却由于缺乏犯罪的时机,而无法展现每种恶德的丑陋;然而,一旦行动能力如排山倒海般袭来,他们就会用数不尽的恶,将陆地和海洋填满直至极边,且不让任何事物(无论大小)免于受损,而是用一股势头将其颠覆并毁灭。
§43ὥσπερ γὰρ τοῦ πυρὸς ἡ δύναμις ἀπουσίᾳ μὲν ὕλης ἡσυχάζει, παρουσίᾳ δὲ ἀνακαίεται, οὕτως καὶ ὅσαι πρὸς ἀρετὴν ἢ κακίαν ψυχῆς δυνάμεις ἀφορῶσι, σβέννυνται μὲν ἀκαιρίαις, καθάπερ §44ἔφην, καιρῶν, τυχηραῖς δ’ εὐπορίαις ἀναφλέγονται.
因为正像火的力量在缺乏燃料时处于静止,而在有燃料时被点燃一样,同样,魂中指向美德或恶德的一切能力,也会因缺乏时机而熄灭,正如我所说的那样;但当获得幸运的丰富契机时,它们就会被重新点燃。
τίνος δὴ ταῦθ’ εἵνεκα εἶπον ἢ τοῦ διδάξαι χάριν, ὅτι ὁ μὲν υἱὸς τοῦ Νῶε Χὰμ ἠρεμούσης κακίας ἐστὶν ὄνομα, ὁ δὲ υἱωνὸς ἤδη καὶ κινουμένης;
那么,我之所以说这些,究竟是为了什么,不正是为了表明:诺亚的儿子含是处于静止状态的恶德的名字,而孙子则是已经处于运动状态的恶德的名字吗?
ἑρμηνεύεται γὰρ θέρμη μὲν Χάμ, σάλος δὲ Χαναάν.
因为含被解释为 “热”,而迦南被解释为“动荡”。
§45θέρμη δὲ ἐν μὲν σώματι πυρετὸν ἐμφαίνει, κακίαν δὲ ἐν ψυχαῖς· ὡς γάρ, οἶμαι, καταβολὴ πυρετοῦ νόσος ἐστὶν οὐ μέρους ἀλλ’ ὅλου σώματος, οὕτως ὅλης τῆς ψυχῆς ἀρρώστημά ἐστι κακία.
肉体中的热显明发热,而灵魂中的热显明恶德;因为在我看来,正如热病的侵袭不是身体某一部分而是全身的疾病一样,恶德也是整个灵魂的疾病。
ἀλλ’ ὁτὲ μὲν ἠρεμεῖ, ὁτὲ δὲ κινεῖται· τὴν δὲ κίνησιν αὐτῆς ὀνομάζει σάλον, §46ὃς Ἑβραίων γλώττῃ Χαναὰν καλεῖται.
但它有时静止,有时运动,他将它的运动称为“动荡”,这在希伯来语中被称为迦南。
νομοθετῶν δὲ οὐδεὶς ἐπιτίμιον ὁρίζει κατὰ ἀδίκων ἠρεμούντων, ἀλλὰ δὴ κινουμένων καὶ τοῖς κατὰ ἀδικίαν ἔργοις χρωμένων, καθάπερ οὐδὲ τῶν δακετῶν οὐδὲν ἀνὴρ μέτριος κτείνειν ἂν ἐθελήσαι μὴ μέλλον δάκνειν· λόγῳ γὰρ ὑπεξαιρετέον ψυχῆς ὠμότητα φύσει [καὶ] κατὰ πάντων φονῶσαν.
并且没有立法者会对处于静止状态的不义之人规定刑罚,而只会对处于运动状态并实施不义行为的人规定,正如一个温和的人如果不是因为猛兽将要咬人,也绝不会想要杀死任何会咬人的猛兽一样;因为必须通过理性,去消除那在天性上对万物都充满杀戮企图的灵魂的残暴。
§47εἰκότως οὖν ὁ δίκαιος τὰς ἀρὰς τῷ υἱωνῷ Χαναὰν δόξει τίθεσθαι· δόξει δὲ εἶπον, ὅτι δυνάμει τῷ υἱῷ Χὰμ δι’ ἐκείνου καταρᾶται· κινηθεὶς γὰρ πρὸς τὸ ἁμαρτάνειν Χὰμ αὐτὸς γίνεται Χαναάν.
因此,义人似乎将诅咒置于孙子迦南身上,这是理所当然的;我说“似乎”,是因为实际上他是通过他来诅咒儿子含的;因为含一旦动了犯罪的念头,他自己就成了迦南。
ἓν γὰρ τὸ ὑποκείμενον κακία, ἧς τὸ μὲν ἐν σχέσει, τὸ δὲ ἐν κινήσει θεωρεῖται· πρεσβύτερον δὲ κινήσεως σχέσις, ὡς ἐγγόνου λόγον ἔχειν τὸ κινούμενον πρὸς τὸ ἰσχόμενον· §48παρὸ καὶ τοῦ Χὰμ υἱὸς ὁ Χαναὰν φυσικῶς ἀναγράφεται, σάλος ἠρεμίας, ἵνα καὶ τὸ ἑτέρωθι λεχθὲν ἐπαληθεύῃ τὸ „ἀποδιδοὺς ἀνομίας πατέρων ἐπὶ υἱούς, ἐπὶ τρίτους καὶ ἐπὶ τετάρτους„ (Exod. 20, 5)· ἐπὶ γὰρ τὰ ἀποτελέσματα καὶ ὡς ἂν ἔγγονα τῶν λογισμῶν στείχουσιν αἱ τιμωρίαι, κατ’ αὐτοὺς ἐκείνων, εἰ μηδεμία προσγένοιτο πρᾶξις ἐπίληπτος, ἀποδιδρασκόντων τὰ ἐγκλήματα.
因为作为基础的基质是唯一的恶德,其一方面在状态中被审视,另一方面在运动中被审视;而状态先于运动,因此运动者相对于被制约者而言,处于子孙的地位;因此迦南被自然地记作含的儿子,即“动荡”是“静止”之子,这样,在别处所说的话才得以证实:“追讨父亲的罪孽自子及孙,直到三代四代”(出埃及记 20, 5);因为惩罚指向的是思想的结果——可以说也即其子孙,若没有加上任何值得谴责的行为,思想本身就会免受控诉。