§28καλεῖται δ’ ὁ μὲν [ἐν] γενέσει πρεσβύτερος Μανασσῆς, ὁ δὲ νεώτερος Ἐφραΐμ· ταῦτα δ’ εἰ μεταληφθείη τὰ ὀνόματα εἰς Ἑλλάδα γλῶτταν, μνήμης καὶ ἀναμνήσεως εὑρεθήσεται σύμβολα·
按出生顺序,年长者被称为玛纳西,而年轻者被称为以法莲;如果将这些名字翻译成希腊语,就会发现它们是记忆和回忆的象征。
ἑρμηνεύεται γὰρ Μανασσῆς μὲν „ἐκ λήθης„ — τὸ δ’ ἐστὶν ὀνόματι ἑτέρῳ καλούμενον ἀνάμνησις·
因为玛纳西被解释为“出自忘却”——若用另一个名字称呼,这就是回忆。
ὁ γὰρ ὧν ἐπελάθετο εἰς ἀνάμνησιν ἐρχόμενος ἔξω πρόεισι τῆς λήθης —, Ἐφραῒμ δὲ καρποφορία, μνήμης πρόσρησις οἰκειοτάτη, διότι καρπὸς ὠφελιμώτατος καὶ τῷ ὄντι ἐδώδιμος ψυχαῖς τὸ ἄληστον ἐν §29μνήμαις ἀδιαστάτοις.
因为那对已忘记的事物产生回忆的人,便走出了忘却。 而以法莲则被解释为“结果实”,这是记忆最贴切的称呼。 因为在连续不断的记忆中,不忘的状态对于灵魂而言是最有益且真正可食的果实。
μνῆμαι μὲν οὖν ἠνδρωμένοις ἤδη καὶ παγίοις συντυγχάνουσι, παρὸ καὶ νεώτεραι ἐνομίσθησαν ὀψὲ φυόμεναι·
记忆确实发生在已经成年且稳定的人身上,因此它们被认为是年轻的,因为它们生得很晚。
λήθη δὲ καὶ ἀνάμνησις ἐπαλλήλως σχεδὸν ἐκ πρώτης ἡλικίας ἑκάστῳ σύνεισιν, οὗ ἕνεκα τὰ χρόνου πρεσβεῖα εὕρηνται καὶ ἐπ’ εὐωνύμοις παρὰ σοφῷ ταξιαρχοῦντι τάττονται·
而忘却和回忆则几乎从最初的年龄起就伴随着每个人,因此它们获得了时间上的长幼特权,并在明智的统帅那里被安置于左侧。
τῶν δὲ ἀρετῆς αἱ μνῆμαι κοινωνήσουσι πρεσβείων, ἃς ὁ θεοφιλὴς δεξιωσάμενος τῆς ἀμείνονος παρ’ ἑαυτῷ μοίρας ἀξιώσει.
然而,对美德的记忆将分享长者的特权,那蒙神喜爱的人会用右手欢迎它们,并认为它们配得自己面前更好的那份。
§30Νήψας οὖν ὁ δίκαιος καὶ γνοὺς ὅσα „ἐποίησεν αὐτῷ ὁ νεώτερος αὐτοῦ υἱὸς„ ἀρὰς χαλεπωτάτας τίθεται·
因此,当义人清醒过来,得知“他的小儿子向他所做的事”时,便发出了极其严厉的诅咒。
τῷ γὰρ ὄντι ὅταν ὁ νοῦς νήψῃ, κατὰ τὸ ἀκόλουθον εὐθὺς αἰσθάνεται ὅσα ἡ νεωτεροποιὸς ἐν αὐτῷ κακία πρότερον εἰργάζετο, ἃ μεθύων ἀδυνάτως καταλαβεῖν εἶχε.
因为确实,当心灵清醒时,它立刻就会随之感知到,先前那在自身之中、喜好革新的恶德所做的一切,那是它在醉酒时无法把握的。
§31τίνι μέντοι καταρᾶται, σκεπτέον·
然而,我们必须考虑他究竟在诅咒谁。
ἓν γάρ τι καὶ τοῦτο τῶν ἐρεύνης ἀξίων ἐστίν, ἐπειδήπερ οὐ τῷ δοκοῦντι ἡμαρτηκέναι παιδί, ἀλλὰ τῷ ἐκείνου μὲν υἱῷ, ἑαυτοῦ δὲ υἱωνῷ, οὗ φανερὸν οὐδὲν εἴς γε τὸ παρὸν ἀδίκημα, οὐ μικρὸν οὐ μέγα, δεδήλωκεν·
因为这也是值得探究的事情之一,因为他并没有诅咒那看似犯了罪的孩子,而是诅咒那孩子的儿子,即他自己的孙子。 对于此人,到目前为止,无论是大是小,都没有显明任何明显的罪过。
§32ὁ μὲν γὰρ ἐκ περιεργίας ἰδεῖν τὸν πατέρα γυμνὸν ἐθελήσας καὶ γελάσας ἃ εἶδε καὶ ἐκλαλήσας τὰ δεόντως ἡσυχασθέντα ὁ υἱὸς ἦν τοῦ Νῶε Χάμ, ὁ δὲ ἐφ’ οἷς ἕτερος ἠδίκησε τὰς αἰτίας ἔχων καὶ τὰς ἀρὰς καρπούμενος Χαναάν ἐστι·
因为,因好奇而想要看父亲赤身,并嘲笑自己所见、泄露了理应保持沉默之事的是诺亚的儿子含;而因他人的罪过承受指责并收获诅咒的则是迦南。
λέγεται γὰρ „ἐπικατάρατος Χαναάν· παῖς οἰκέτης [δοῦλος δούλων] ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ“(Gen. 9, 25).
因为经上说:“迦南当受诅咒,他必给他的兄弟们作奴仆的奴仆”(创世记 9, 25)。
τί γὰρ ἡμάρτηκεν, ὡς ἔφην, οὗτος;
如我所说,这个人究竟犯了什么罪呢?
§33ἀλλ’ ἐσκέψαντο μὲν ἐφ’ ἑαυτῶν ἴσως οἷς ἔθος ἀκριβοῦν τὰς ῥητὰς καὶ προχείρους ἀποδόσεις ἐν τοῖς νόμοις·
但是,那些习惯于严密考究律法中字面上显而易见的解释的人,也许自己已经考虑过这件事了。
ἡμεῖς δὲ πειθόμενοι τῷ ὑποβάλλοντι ὀρθῷ λόγῳ τὴν ἐγκειμένην ἀπόδοσιν διερμηνεύσωμεν ἐκεῖνα ἀναγκαίως §34προειπόντες·
而我们,则顺从那启发我们的正当理性,在必然预先说明以下内容之后,来阐释其中蕴含的解释。
σχέσις καὶ κίνησις διαφέρουσιν ἀλλήλων·
状态与运动彼此不同。
ἡ μὲν γάρ ἐστιν ἠρεμία, φορὰ δὲ ἡ κίνησις·
因为前者是静止,而运动则是移动。
ἧς εἴδη δύο, τὸ μὲν μεταβατικόν, τὸ δὲ περὶ τὸν αὐτὸν τόπον εἰλούμενον.
运动有两种:一种是位置的改变,另一种是在同一地方旋转。
σχέσει μὲν οὖν | ἀδελφὸν ἕξις, κινήσει δ’ ἐνέργεια.
状态的兄弟是习惯,而运动的兄弟则是活动。
§35τὸ δὲ λεγόμενον παραδείγματι οἰκείῳ γνωριμώτερον γένοιτ’ ἄν· τέκτονα καὶ ζωγράφον καὶ γεωργὸν καὶ μουσικὸν καὶ τοὺς ἄλλους τεχνίτας, κἂν ἡσυχίαν ἄγωσι μηδὲν τῶν κατὰ τὰς τέχνας ἐνεργοῦντες, οὐδὲν ἧττον τοῖς εἰρημένοις ἔθος καλεῖν ὀνόμασιν, ἐπεὶ τὴν ἐν ἑκάστοις ἐμπειρίαν καὶ ἐπιστήμην ἀνειληφότες ἔχουσιν.
所说的话通过一个合适的例子会更容易理解:对于木匠、画家、农夫、音乐家以及其他手艺人,即使他们保持安静,没有进行任何与手艺相关的活动,习惯上仍用上述名字来称呼他们,因为他们已经获得并保有在各行各业中的经验和知识。
§36ἐπειδὰν δὲ ὁ τεκτονικὸς ξύλων ὕλην ἐργάζηται λαβών, ὁ δὲ ζωγράφος τὰ οἰκεῖα κερασάμενος χρώματα ἐπὶ τοῦ πίνακος διαγράφῃ τοὺς τύπους ὧν ἂν διανοῆται, ὁ δ’ αὖ γεωργὸς ἀνατέμνων γῆς αὔλακας καταβάλλῃ τὰ σπέρματα, κληματίδας δὲ καὶ μοσχεύματα δένδρων ἐμφυτεύῃ, ἅμα δὲ τροφὴν ἀναγκαιοτάτην ἄρδῃ καὶ ἐποχετεύῃ τοῖς φυτευθεῖσι καὶ τοῖς ἄλλοις ὅσα γεωργικὰ πᾶσιν ἐγχειρῇ, ὁ δ’ αὖ μουσικὸς αὐλοῖς καὶ κιθάραις καὶ τοῖς ἄλλοις ὀργάνοις μέτρα καὶ ῥυθμοὺς καὶ πάσας μέλους ἰδέας ἁρμόττῃ — δύναται δὲ καὶ δίχα τῶν χειροκμήτων τῷ τῆς φύσεως ὀργάνῳ χρῆσθαι διὰ φωνῆς ἡρμοσμένης πᾶσι τοῖς φθόγγοις — καὶ τῶν ἄλλων ἕκαστος τεχνιτῶν εἴπερ ἐγχειρεῖ, τοῖς κατὰ τὰς ἐπιστήμας ἕτερα ἐξ ἀνάγκης οἰκεῖα τοῖς προτέροις ὀνόματα προσγίνεται, τῷ μὲν τέκτονι τὸ τεκτονεῖν, τῷ δὲ ζωγράφῳ τὸ ζωγραφεῖν ἤδη, καὶ τὸ γεωργεῖν μέντοι τῷ γεωργῷ, καὶ τὸ αὐλεῖν ἢ κιθαρίζειν ἢ ᾄδειν ἤ τι τῶν παραπλησίων ποιεῖν τῷ μουσικῷ.
然而,当木匠拿了木材进行加工时,当画家在画板上调和适当的颜料、画出他所构想的形象时,当农夫开垦土地的犁沟、播下种子,种植树枝和树苗,同时用最不可或缺的养分灌溉、引水给所种植的作物,并着手所有其他农业劳动时,当音乐家用双簧管、竖琴及其他乐器调和节拍、节奏和旋律的所有形式时——当然,他也可以不用人造的乐器,而通过与所有音调相协调的声音来使用大自然的乐器——以及当其他手艺人各自着手时,根据他们的知识,必然会有其他与先前名称密切相关的名称加诸其上。 对于木匠来说是“做木工”,对于画家来说则是“画画”,对于农夫来说是“务农”,而对于音乐家来说则是“吹奏、弹琴或唱歌”或做类似的事。
τίσιν οὖν οἱ ψόγοι καὶ οἱ ἔπαινοι παρακολουθοῦσιν;
那么,指责和赞美究竟伴随着哪一者呢?