Humanitext Reader

斐洛·尤迪厄斯 · 论清醒 §19-27

基于美德与智慧的真正长子权利

第 3 段,共 7 段 · 希腊语

内容简介

作者引用摩西挑选的七十位长老以及申命记中优先保障“被恶之妻”长子继承权的规定,论证真正的“年长”在于灵魂中美德与智慧的优越而非生理年龄,并以雅各和约瑟之子的例子予以印证。

§19οὕτως καὶ τοὺς συνέδρους τοῦ θεοφιλοῦς τὸν δέκα ἑβδομάδων ἀριθμὸν εἰληχότας πρεσβυτέρους ὀνομάζειν ἔθος· λέγεται γάρ· „συνάγαγέ μοι ἑβδομήκοντα ἄνδρας ἀπὸ τῶν πρεσβυτέρων Ἰσραήλ, οὓς αὐτὸς σὺ οἶδας ὅτι οὗτοί εἰσι πρεσβύτεροι„ (Num. 11, 16).
同样,对于蒙神喜爱之人的同僚中那些获得了十个七(七十)之数的人,习惯上称他们为“长老”;因为经上说:“你从以色列的长老中给我招聚七十个人,就是你所知道是长老的”(民数记 11:16)。
§20οὐκοῦν οὐ τοὺς ὑπὸ τῶν τυχόντων γέροντας νομιζομένους ὡς ἱεροφάντας, ἀλλ’ οὓς ὁ σοφὸς οἶδε μόνος, τῆς τῶν πρεσβυτέρων ἠξίωσε προσρήσεως·
因此,他赋予“长老”这一称呼的,并不是那些被普通人视同祭司般尊为老人的人,而是唯独智者所认识的人。
οὓς μὲν γὰρ ἂν οὗτος ἀποδοκιμάσῃ καθάπερ ἀργυραμοιβὸς ἀγαθὸς ἐκ τοῦ τῆς ἀρετῆς νομίσματος, κεκιβδηλευμένοι νεωτεροποιοὶ τὰς ψυχὰς ἅπαντες· οὓς δ’ ἂν γνωρίμους ἐθελήσῃ ποιήσασθαι, δόκιμοί τε καὶ τὸ φρόνημα πρεσβύτεροι κατὰ τὸ ἀναγκαῖόν εἰσιν.
因为,凡是被这位智者像优秀钱庄老板检验美德货币那样予以淘汰的人,全都是灵魂伪劣、图谋变革之徒;而那些他愿意接纳为知己的人,则必然是合格的人,且在思虑上是年长者。
§21ἑνὶ μέντοι νόμου διατάγματι τοῖς ἀκούειν ἐπισταμένοις ἑκάτερον ὧν εἶπον ἐναργέστερον φανεῖται δεδηλωκώς·
然而,在律法的一条规定中,他对那些懂得倾听的人更清晰地表明了我所说的每一件事。
„ἐὰν γὰρ γένωνται„ φησίν „ἀνθρώπῳ δύο γυναῖκες, ἠγαπημένη καὶ μισουμένη, καὶ τέκωσιν αὐτῷ ἡ ἠγαπημένη καὶ ἡ μισουμένη, καὶ γένηται υἱὸς πρωτότοκος τῆς μισουμένης, ᾗ ἂν ἡμέρᾳ κληροδοτῇ τοῖς | υἱοῖς τὰ ὑπάρχοντα, οὐ δυνήσεται πρωτοτοκεῦσαι τῷ υἱῷ τῆς ἠγαπημένης ὑπεριδὼν τὸν υἱὸν τῆς μισουμένης τὸν πρωτότοκον· ἀλλὰ τὸν πρωτότοκον υἱὸν τῆς μισουμένης ἐπιγνώσεται, δοῦναι αὐτῷ διπλᾶ ἀπὸ πάντων ὧν ἐὰν εὑρεθῇ αὐτῷ, ὅτι οὗτός ἐστιν ἀρχὴ τέκνων αὐτοῦ καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“(Deut. 21,15 — 17).
他说:“人若有两妻,一为所爱的,一为所恶的,所爱的和所恶的都给他生了儿子,并且长子是所恶之妻生的,到了他把产业分给儿子的日子,他不能把所爱之妻的儿子立为长子,而忽视那真正是长子的、所恶之妻的儿子;他倒要认所恶之妻的儿子为长子,将他一切所有的分给他双份,因这儿子是他力量开端,长子的权利理当归他”(申命记 21:15-17)。
§22παρατετήρηκας ἤδη, ὅτι τὸν μὲν τῆς στεργομένης υἱὸν οὐδέποτε πρωτότοκον ἢ πρεσβύτερον καλεῖ, τὸν δὲ τῆς μισουμένης πολλάκις· καίτοι τοῦ μὲν τὴν γένεσιν προτέρου, τοῦ δὲ ἐκ τῆς στυγουμένης ὑστέρου δεδήλωκεν εὐθὺς ἀρχόμενος τῆς προστάξεως· „ἐὰν γὰρ τέκωσι„ φησίν „ἡ ἠγαπημένη καὶ ἡ μισουμένη.
你已经注意到了,他从未将所爱之妻的儿子称为“长子”或“长老”,却经常这样称呼所恶之妻的儿子;尽管在这一规定的最开始,他就表明了前者的出生在先,而那由所恶之妻所生之子的出生在后,因为他说:“人若有两妻,所爱的和所恶的都给他生了儿子。
“ἀλλ’ ὅμως τὸ μὲν τῆς προτέρας γέννημα, κἂν πολυχρονιώτερον ᾖ, νεώτερον παρ’ ὀρθῷ λόγῳ δικάζοντι νενόμισται, τὸ δὲ τῆς ὑστέρας, κἂν ἐν τοῖς κατὰ τὴν γένεσιν χρόνοις ὑστερίζῃ, τῆς μείζονος καὶ πρεσβυτέρας μοίρας ἠξίωται.
” 可是,那先生的妻子的后代,即便在时间上更年长,在进行审判的正当理性看来,也被视为“年轻者”;而那后生的妻子的后代,即便是出生时间较晚,却被认为配得更大且更年长的份额。
διὰ τί;
这是为什么呢?
§23ὅτι τῶν γυναικῶν τὴν μὲν στεργομένην ἡδονῆς, τὴν δὲ στυγουμένην φρονήσεως εἶναί φαμεν σύμβολον·
因为我们说,在这些妻子中,被爱的是享乐的象征,而被恶的是思虑的象征。
τῆς μὲν γὰρ ὁ πολὺς ὅμιλος ἀνθρώπων τὴν συνουσίαν ὑπερφυῶς ἀγαπᾷ δελέατα καὶ φίλτρα ἐξ ἑαυτῆς ἐπαγωγότατα ἐνδιδούσης ἀπὸ γενέσεως ἀρχῆς ἄχρι πανυστάτου γήρως, τῆς δὲ ἐκτόπως τὸ αὐστηρὸν καὶ περίσεμνον διαμεμίσηκε καθάπερ οἱ ἄφρονες παῖδες τὰς τῶν γονέων καὶ τρεφόντων ὠφελιμωτάτας μὲν ἀτερπεστάτας δὲ ὑφηγήσεις.
事实上,广大的人群极其喜爱与前者的结合,因为她从人一出生直到最晚的晚年,都源源不断地提供极其诱人的诱饵和媚药;而他们则极其厌恶后者的严厉和端庄,就像愚笨的孩子们讨厌父母和监护人那些最有利却最不讨喜的教导一样。
§24τίκτουσι δ’ ἀμφότεραι, ἡ μὲν τὸν φιλήδονον, ἡ δ’ αὖ τὸν φιλάρετον ἐν ψυχῇ τρόπον.
两者都生下孩子,一者产生灵魂中好乐享受的品性,另一者则产生好乐美德的品性。
ἀλλ’ ὁ μὲν φιλήδονος ἀτελὴς καὶ ὄντως ἀεὶ παῖς ἐστι, κἂν εἰς πολυετίας αἰῶνα μήκιστον ἀφίκηται, ὁ δ’ αὖ φιλάρετος ἐν γερουσίᾳ τῆς φρονήσεως ἐξ ἔτι σπαργάνων, τὸ τοῦ λόγου δὴ τοῦτο, ἀγήρως ὢν τάττεται·
然而,好乐享受者是不完美的,且实际上永远是个孩子,即使他活到极长寿的岁数;而那好乐美德者,正如俗话所说,从襁褓时期起就被列入思虑的长老会中,永不衰老。
§25παρὸ καὶ λίαν ἐμφαντικῶς εἴρηκεν ἐπὶ τοῦ τῆς μισουμένης ὑπὸ τῶν πολλῶν ἀρετῆς γεγονότος, ὅτι „οὗτός ἐστιν ἀρχὴ τέκνων“, καὶ τάξει καὶ ἡγεμονίᾳ δήπου πρῶτος ὤν, “καὶ τούτῳ καθήκει τὰ πρωτοτόκια“νόμῳ φύσεως, οὐκ §26ἀνομίᾳ τῇ παρ’ ἀνθρώποις.
因此,对于那由被众人所恶的美德所生者,经上极其强调地说道:“这儿子是他力量的开端”,因为他在秩序和领导权上确实都是第一位的;“长子的权利理当归他”是依循自然之法,而非人间那颠倒是非之法。
ἑπόμενος οὖν αὐτῷ καὶ ὥσπερ ἐπὶ προτεθέντα σκοπὸν ἀφιεὶς εὐστόχως τὰ βέλη κατὰ ἀκολουθίαν εἰσάγει τὸν Ἰακὼβ γενέσει μὲν τοῦ Ἠσαῦ νεώτερον — ὅτι ἀφροσύνη μὲν ἐκ πρώτης ἡλικίας ἐστὶν ἡμῖν σύντροφος, ὀψίγονος δ’ ὁ τοῦ καλοῦ ζῆλος —, δυνάμει δὲ πρεσβύτερον·
因此,跟随他(摩西),并像对着既定目标百发百中地射箭一样,他顺理成章地引入了雅各。
παρὸ καὶ τῶν πρωτοτοκίων ὁ μὲν Ἠσαῦ ἐξίσταται, μεταποιεῖται δ’ οὗτος εἰκότως.
雅各在出生上比以扫“年轻”(因为愚昧自幼便是我们的伴侣,而对美德的热望则是晚生的),但在力量上却是“年长者”;因此,以扫放弃了长子的权利,而雅各理所当然地据为己有。
§27τούτοις συνᾴδει καὶ τὰ ἐπὶ τῶν υἱῶν Ἰωσὴφ ἐκ πολλῆς περισκέψεως ἀνεζητημένα, ἡνίκα ἐνθουσιῶν ὁ σοφὸς ἀντικρὺς παρεστηκότων οὐκ ἐπιτίθησι ταῖς κεφαλαῖς ἐξ ἐναντίας καὶ κατ’ εὐθὺ τὰς χεῖρας ἐπενεγκών, ἀλλ’ ἐναλλάξας, ὅπως τῇ μὲν εὐωνύμῳ τοῦ πρεσβυτέρου δοκοῦντος εἶναι, τοῦ δὲ νεωτέρου τῇ δεξιᾷ ψαύσῃ (Gen. 48, 13. 14).
与这些相契合的是,关于约瑟儿子们的那些经深思熟虑探究出来的事:当时,受到灵感的智者(雅各)面对着站在面前的孩子们,并没有正正地、笔直地伸出双手放在他们的头上,而是交叉着双手,以便用左手抚摸那被视为长子的人,用右手抚摸那次子(创世记 48:13-14)。

词汇与语法注释

  1. §19τὸν δέκα ἑβδομάδων ἀριθμὸν — 此短语意为“十个七”(10 × 7 = 70)。名词 ἑβδομάς 意为“七个一组”,此处是比喻摩西拣选的以色列七十位长老(民数记 11:16)。
  2. §20οὐκοῦν οὐ τοὺς ὑπὸ τῶν τυχόντων γέροντας νομιζομένους ὡς ἱεροφάντας — 句法上,紧随 οὐκοῦν 之后的否定词构成 οὐ τοὺς ... νομιζομένους ... ἀλλ’ οὓς ... ἠξίωσε(“他认为配得上……的,不是那些被视为……的人,而是那些……”)的结构。其中 νομιζομένους 是修饰 τοὺς 的分词,ὡς ἱεροφάντας 作补语。
  3. §22καίτοι τοῦ μὲν τὴν γένεσιν προτέρου — 在由连词 καίτοι(“尽管”)引导的从句中,主动词是 δεδήλωκεν(“他已表明”)。短语 τοῦ μὲν τὴν γένεσιν προτέρου... [εἶναι] 起到不定式从句的作用(省略了系动词),意为“前者的出生在先”。
  4. §24ἐξ ἔτι σπαργάνων, τὸ τοῦ λόγου δὴ τοῦτο — 短语 τὸ τοῦ λόγου δὴ τοῦτο 是一个插入语,意为“正如俗话所说”。它修饰并强调了惯用语 ἐξ ἔτι σπαργάνων(“从襁褓时期起”,即自幼)。

引用这一段

斐洛·尤迪厄斯, 论清醒 §19-27. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg012.humanitext-grc1:19-27

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。