§50ἀνάγκη γὰρ ὑγιεῖ κανόνι τὰ παρατιθέμενα εὐθύνεσθαι.
因为被对照之物必须用健全的准绳来矫正。
διὰ τοῦτό μοι δοκεῖ καὶ ὁ περισσὸς τῦφος, ἐπίκλησιν Ἰοθόρ, καταπλαγεὶς τὴν ἀρρεπῆ καὶ ἰσαιτάτην καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν προαίρεσιν τοῦ σοφοῦ σχετλιάζειν καὶ ἀναπυνθάνεσθαι τὸν τρόπον τοῦτον· „διὰ τί σὺ κάθησαι μόνος„ (Exod.
因此在我看来,那被称为叶忒罗的“过剩的傲慢”,也对这位智者那毫不动摇、极其公正、始终如一且保持不变的志向感到惊愕与不满,并以此方式盘问:“你为什么独自坐着呢?
18,14); §51ἰδὼν γάρ τις τὸν ἐν εἰρήνῃ συνεχῆ πόλεμον ἀνθρώπων οὐ κατὰ ἔθνη καὶ χώρας καὶ πόλεις αὐτὸ μόνον συνιστάμενον, ἀλλὰ καὶ κατ’ οἰκίαν, μᾶλλον δὲ καὶ καθ’ ἕνα ἄνδρα ἕκαστον, καὶ τὸν ἐν ταῖς ψυχαῖς ἄλεκτον καὶ βαρὺν χειμῶνα, ὃς ὑπὸ βιαιοτάτης φορᾶς τῶν κατὰ τὸν βίον πραγμάτων ἀναρριπίζεται, τεθαύμακεν εἰκότως, εἴ τις ἐν χειμῶνι εὐδίαν ἢ ἐν κλύδωνι κυμαινούσης θαλάττης γαλήνην ἄγειν δύναται.
”(出 18:14)因为如果有人看到人类在和平时期那连绵不断的战争——这战争不仅发生在民族、国家和城市之间,而且也发生在每个家庭,甚至每个人内部——并且看到人们灵魂中那因生活琐事的极其暴烈之势而掀起的、无法言表的沉重风暴,他自然会感到惊异:在风暴中是否有人能保持晴朗,或在波涛汹涌的海浪中保持平静。
§52ὁρᾷς ὅτι οὐδὲ ὁ ἀρχιερεὺς λόγος ἐνδιατρίβειν ἀεὶ καὶ ἐνσχολάζειν τοῖς ἁγίοις δόγμασι δυνάμενος ἄδειαν ἔσχηκεν ἀνὰ πάντα καιρὸν πρὸς αὐτὰ φοιτᾶν, ἀλλ’ ἅπαξ δι’ ἐνιαυτοῦ μόλις (Lev. 16,2. 34);
你看到吗? 即使是作为大祭司的道,虽然能够始终留驻并专心于圣洁的教义,也没有获得可以在任何时候接近它们的自由,而是每年仅有勉强一次的机会(利 16:2、34)?
τὸ μὲν γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν οὐ βέβαιον, ὅτι δυάς, τὸ δ’ ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώτατον, ὅτι κατὰ τὴν §53ἀδιαίρετον ἵσταται μονάδα.
因为伴随着发声之言语的认识并不稳固,因为那是“二”,而无声地仅凭灵魂去直观实存则是最稳固的,因为这是依照不可分割的“一”而立。
ὥστε οὖν ἐν μὲν τοῖς πολλοῖς, τουτέστι τοῖς πολλὰ τοῦ βίου τέλη προτεθειμένοις, οὐ καταμένει τὸ θεῖον πνεῦμα, κἂν πρὸς ὀλίγον χρόνον ἀναστραφῇ, μόνῳ δὲ ἀνθρώπων εἴδει ἑνὶ παραγίνεται, ὃ πάντα ἀπαμφιασάμενον τὰ ἐν γενέσει καὶ τὸ ἐσωτάτω καταπέτασμα καὶ προκάλυμμα τῆς δόξης ἀνειμένῃ καὶ γυμνῇ τῇ διανοίᾳ πρὸς θεὸν ἀφίξεται.
因此,在众人之中——也就是说,在那些将生活的诸多目的置于面前的人中——神圣之灵并不会留存,即使它会返回片刻;它只降临在唯一一种人类身上,即那脱去万般受造之物,脱去荣光最内层的帷幕和遮蔽,以放松且赤裸的理智来到上帝面前的人。
§54οὕτως καὶ Μωυσῆς ἔξω τῆς παρεμβολῆς καὶ τοῦ σωματικοῦ παντὸς στρατοπέδου πήξας τὴν ἑαυτοῦ σκηνήν (Exod. 33, 7), τουτέστι τὴν γνώμην ἱδρυσάμενος ἀκλινῆ, προσκυνεῖν τὸν θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον, τὸν ἀειδῆ χῶρον, εἰσελθὼν αὐτοῦ καταμένει τελούμενος τὰς ἱερωτάτας τελετάς.
摩西也是如此,他在营外、在所有的肉体军营之外搭起自己的帐幕(出 33:7),也就是说,将自己的意志确立为动摇不得,并开始敬拜上帝;他进入那幽暗——那看不见的空间,留驻其中,受授最神圣的仪式。
γίνεται δὲ οὐ μόνον μύστης, ἀλλὰ καὶ ἱεροφάντης ὀργίων καὶ διδάσκαλος θείων, ἃ τοῖς ὦτα κεκαθαρμένοις ὑφηγήσεται.
他不仅成为了秘仪的参入者,更成为了圣礼的传授者和神圣事物的教师,他将把这些传授给那些耳朵已被净化的人。
§55τούτῳ μὲν οὖν τὸ θεῖον ἀεὶ παρίσταται πνεῦμα πάσης ὀρθῆς ἀφηγούμενον ὁδοῦ, τῶν δὲ ἄλλων, ὡς ἔφην, τάχιστα διαζεύγνυται, ὧν καὶ τὸν βίον ἐν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ἀριθμῷ πεπλήρωκε· λέγει γάρ· „ἔσονται αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσιν“(Gen. 6,3).
因此,神圣之灵始终陪伴着他,引导他走上一切正直的道路。 而对于其他人,正如我所说,这灵极快地与他们分离,并且以一百二十年的数目填满了他们的寿命;因为经上说:“他们的日子将是一百二十年”(创 6:3)。
§56ἀλλὰ καὶ Μωυσῆς τῶν ἴσων γενόμενος ἐτῶν τοῦ θνητοῦ βίου μετανίσταται (Deut. 34,7).
然而,摩西也在达到同样的年岁时离开了这必死的生命(申 34:7)。
πῶς οὖν εἰκὸς ἰσοχρονίους εἶναι τοὺς ὑπαιτίους τῷ πανσόφῳ καὶ προφήτῃ;
那么,那些有罪之人怎么可能与这位全智的先知同寿呢?
εἰς μὲν οὖν τὸ παρὸν ἀρκέσει τοῦτο εἰπεῖν, ὅτι τὰ ὁμώνυμα οὐ πάντως ἔσθ’ ὅμοια, πολλάκις δὲ καὶ ὅλῳ γένει διέζευκται, καὶ ὅτι τὸ φαῦλον τῷ σπουδαίῳ δύναται μὲν καὶ ἀριθμοὺς καὶ χρόνους ἔχειν τοὺς ἴσους, ἐπεὶ καὶ δίδυμον εἰσάγεται, ἀπηρτημένας δὲ καὶ μακρὰν ἀλλήλων διῳκισμένας δυνάμεις.
目前,只需说明这些同名异义的事物绝非完全相同,甚至往往在整个“类”上都是分裂的,并且恶人与贤者虽然可以拥有相同的寿数和时间——因为连双胞胎也会被引入,但他们的力量却是脱节且相去甚远的——这便足够了。
§57τὸν δὲ ἀκριβῆ λόγον τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὑπερθησόμεθα εἰς τὴν τοῦ προφητικοῦ βίου παντὸς ἐξέτασιν, ὅταν αὐτὸν ἱκανοὶ γενώμεθα μυεῖσθαι, νυνὶ δὲ τὰ ἑξῆς λέγωμεν.
至于关于一百二十年的精确论述,我们将把它推迟到对整个先知生涯的考察中,等到我们有能力领受这一秘仪时再谈,现在让我们谈谈接下来的内容。
§58„Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις“(Gen. 6,4).
“在那时候,地上有巨人”(创 6:4)。
ἴσως τις τὰ παρὰ τοῖς ποιηταῖς μεμυθευμένα περὶ τῶν γιγάντων οἴεται τὸν νομοθέτην αἰνίττεσθαι πλεῖστον ὅσον διεστηκότα τοῦ μυθοπλαστεῖν καὶ τοῖς ἀληθείας ἴχνεσιν αὐτῆς ἐπιβαίνειν ἀξιοῦντα.
或许有人会认为立法者是在暗示诗人们关于巨人的神话,但立法者其实极力避免虚构神话,而致力于践行真理本身的足迹。
§59παρὸ καὶ εὐδοκίμους καὶ γλαφυρὰς τέχνας, ζωγραφίαν καὶ ἀνδριαντοποιίαν, ἐκ τῆς καθ’ αὑτὸν πολιτείας ἐξήλασεν, ὅτι τὴν τοῦ ἀληθοῦς ψευδόμεναι φύσιν ἀπάτας καὶ σοφίσματα δι’ ὀφθαλμῶν ψυχαῖς εὐπαραγώγοις τεχνιτεύουσι.
因此,他也将那些著名而精妙的技术,如绘画和雕塑,从他自己的城邦中驱逐出去,因为这些技术伪造了真实物的本性,通过眼睛向那些易受迷惑的灵魂施展欺骗和诡辩。