§40ὑποσχέσεων, αἳ διαφέρουσιν ὀνειράτων οὐδέν;
……甚至有时是为了与梦境毫无二致的虚诺。
τὸ δὲ ἐπιφερόμενον „ἐγὼ κύριος“παγκάλως καὶ σφόδρα παιδευτικῶς εἴρηται.
随后所附的“我是耶和华”这句话,说得极美且极具教育意义。
ἀντίθες γάρ, φησίν, ὦ γενναῖε, τὸ σαρκὸς ἀγαθὸν τῷ τῆς ψυχῆς καὶ τῷ τοῦ παντὸς ἀγαθῷ· οὐκοῦν τὸ μὲν σαρκός ἐστιν ἄλογος ἡδονή, τὸ δὲ ψυχῆς καὶ τοῦ παντὸς ὁ νοῦς τῶν ὅλων, ὁ θεός.
他说:“高贵的友啊,试将肉体的善与灵魂及宇宙的善进行对比;由此可见,肉体的善是无理性的快乐,而灵魂及宇宙的善则是万物的理性,即上帝。
§41ἐφάμιλλός γε ἡ ἀσύγκριτος σύγκρισις, ὡς παρὰ τὴν ἐγγὺς ὁμοιότητα ἀπατηθῆναι·
” 这无从比较的比较,倒真像是在彼此抗衡,仿佛由于其极其相似,人们便会被欺骗一般!
εἰ μὴ καὶ τὰ ἔμψυχα ἀψύχοις ἐρεῖ τις καὶ τὰ λογικὰ ἀλόγοις καὶ ἡρμοσμένα ἀναρμόστοις καὶ περιττοῖς ἄρτια καὶ φωτὶ σκότος καὶ ἡμέραν νυκτὶ καὶ πάντα τἀναντία τοῖς ἐναντίοις τὰ αὐτὰ πρὸς ἀλήθειαν εἶναι.
除非有人竟然会说,有生命之物与无生命之物、理性之物与非理性之物、和谐之物与不和谐之物、偶数与奇数、光明与黑暗、白昼与黑夜,以及所有相互对立的事物,在真实中其实都是完全一样的。
§42καίτοι καὶ εἰ ταῦτα τῷ γένεσιν ἐνδεδέχθαι κοινωνίαν τινὰ ἔχει καὶ συγγένειαν, ἀλλά γε ὁ θεὸς οὐδὲ τῷ ἀρίστῳ τῶν φύντων ὅμοιος, ὅτιπερ τὸ μὲν γέγονέ τε καὶ πείσεται, ὁ δ’ ἐστὶν ἀγένητός τε καὶ ποιῶν ἀεί.
然而,即使这些被造物因为同样承受了生成而拥有某种共通性和亲缘关系,上帝也绝不与被造物中最优秀的存在相似。 因为一者是被造成且受动的,而另一者则是不生的且永远在主动作用。
§43καλὸν δὲ μὴ λιποτακτῆσαι μὲν τῆς τοῦ θεοῦ τάξεως, ἐν ᾗ τοὺς τεταγμένους πάντας ἀριστεύειν ἀνάγκη, αὐτομολῆσαι δὲ πρὸς τὴν ἄνανδρον καὶ κεκλασμένην ἡδονήν, ἣ βλάπτει μὲν τοὺς φίλους, ὠφελεῖ δὲ τοὺς ἐχθρούς.
而不从上帝的阵营(在其中所有被安置的人都必须表现卓越)中临阵脱逃,且不投奔那柔弱而骨气尽失的快乐(这快乐伤害朋友却造福敌人),乃是一件美好的事。
καινοτάτη γάρ τις αὐτῆς ἡ φύσις· οἷς μὲν ἂν ἐθελήσῃ τῶν ἰδίων ἀγαθῶν μεταδοῦναι, τούτους εὐθὺς ἐζημίωσεν, οὓς δ’ ἂν ἀφελέσθαι, τὰ μέγιστα ὤνησε·
因为她的本性极其奇特:凡是她想要分享自身之善的对象,她便立即使其受损;而凡是她想要剥夺的对象,她反而使其获得最大的益处。
§44βλάπτει μὲν γὰρ ὅταν διδῷ, χαρίζεται δὲ ὅταν ἀφαιρῆται.
因为她在给予时施加伤害,在夺走时施予恩惠。
ἐὰν οὖν, ὦ ψυχή, προσκαλῆταί σέ τι τῶν ἡδονῆς φίλτρων, μετάκλινε σεαυτὴν καὶ ἀντιπεριάγουσα τὴν ὄψιν κάτιδε τὸ γνήσιον ἀρετῆς κάλλος καὶ ὁρῶσα ἐπίμεινον, ἄχρις ἂν ἵμερος ἐντακῇ σοι καὶ ὡς σιδηρῖτις λίθος ἐπισπάσηταί §45σε καὶ ἐγγὺς ἀγάγῃ καὶ ἐξαρτήσῃ τοῦ ποθουμένου.
因此,灵魂啊,如果快乐的某种媚药在召唤你,你要转身,扭转视线,俯瞰美德那纯正的美,并在注视中坚持下去,直到渴望融化在你心中,像磁石一样吸引着你,使你接近并悬挂在所爱之物上。
τὸ δὲ „ἐγὼ κύριος“ἀκουστέον οὐ μόνον ἐν ἴσῳ τῷ „ἐγὼ τὸ τέλειον καὶ ἄφθαρτον καὶ πρὸς ἀλήθειαν ἀγαθόν“, οὗ περιεχόμενός τις τὸ ἀτελὲς καὶ φθαρτὸν καὶ σαρκῶν ἠρτημένον ἀποστραφήσεται, ἀλλὰ καὶ ἀντὶ τοῦ „ἐγὼ ὁ ἄρχων καὶ [ὁ] βασιλεὺς καὶ δεσπότης“.
此外,“我是耶和华”这句话,不仅应被理解为等同于“我是完美、不朽且真正的至善”(紧紧拥抱这至善的人,就会唾弃那不完美、易朽且依附于肉体的事物),而且也应被理解为代表“我是统治者、君王和主人”。
§46οὔτε δὲ ὑπηκόοις παρόντων ἡγεμόνων οὔτε δούλοις δεσποτῶν ἀδικεῖν ἀσφαλές·
在统治者在场时,臣民作恶是不安全的;在主人在场时,奴隶作恶也是不安全的。
ἐγγὺς γὰρ ὅταν ὦσιν οἱ κολασταί, φόβῳ σωφρονίζονται οἱ ἐξ ἑαυτῶν μὴ πεφυκότες νουθετεῖσθαι.
因为当惩罚者就在身边时,那些本性上无法自省的人,也会因恐惧而变得规矩。
§47πάντα γὰρ πεπληρωκὼς ὁ θεὸς ἐγγύς ἐστιν, ὥστε ἐφορῶντος καὶ πλησίον ὄντος μάλιστα μὲν αἰδεσθέντες, εἰ δὲ μὴ τοῦτο, εὐλαβηθέντες γοῦν τὸ ἀνίκητον τῆς ἀρχῆς αὐτοῦ κράτος καὶ τὸ φοβερὸν καὶ ἀπαραίτητον ἐν ταῖς τιμωρίαις, ὁπότε τῇ κολαστηρίῳ χρῆσθαι δυνάμει διανοηθείη, ἠρεμήσωμεν ἀδικοῦντες, ἵνα καὶ τὸ σοφίας πνεῦμα θεῖον μὴ ῥᾳδίως μεταναστὰν οἴχηται, πάμπολυν δὲ χρόνον καταμείνῃ παρ’ ἡμῖν, ἐπεὶ καὶ παρὰ Μωυσεῖ τῷ σοφῷ·
因为充满万有的上帝就在身边。 因此,因着他的注视和临近,我们最好心怀敬畏,若做不到这点,至少因惧怕他统治的不可战胜的力量,以及他在惩罚时的可怕与不可通融——每当他意图使用惩罚之力时——而止息作恶。 这样,神圣的智慧之灵才不至于轻易离去,而是会在我们这里存留极长的时间,正如他在智慧的摩西那里存留一样。
§48χρῆται γὰρ οὗτος ταῖς εἰρηνικωτάταις σχέσεσιν ἢ ὡς ἑστὼς ἢ ὡς καθεζόμενος, ἥκιστα τρέπεσθαι καὶ μεταβολαῖς χρῆσθαι πεφυκώς·
因为摩西采用最和平的状态,或立或坐,最不易发生转折和改变。
λέγεται γὰρ ὅτι „Μωυσῆς καὶ ἡ κιβωτὸς οὐκ ἐκινήθησαν“(Num. 14,44), ἤτοι παρ’ ὅσον ὁ σοφὸς ἀχώριστος ἀρετῆς ἢ παρ’ ὅσον οὔτε ἀρετὴ κινητὸν οὔτε σπουδαῖος μεταβλητόν, ἀλλ’ ἑκάτερον ὀρθοῦ λόγου βεβαιότητι ἱδρυμένον·
因为经上说:“摩西和约柜都没有移动”(民 14:44),这要么是因为智者与美德不可分离,要么是因为美德不可动摇,而贤者也不易改变,而是两者都基于正确理性的稳固而确立。
καὶ πάλιν ἐν ἑτέροις· §49„σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“(Deut. 5,31).
在其他地方又说: “但你要在这里守候在我身边”(申 5:31)。
λόγιόν ἐστι τοῦτο χρησθὲν τῷ προφήτῃ· στάσις τε καὶ ἠρεμία ἀκλινὴς ἡ παρὰ τὸν ἀκλινῶς ἑστῶτα ἀεὶ θεόν·
这是赐予这位预言者的神谕;它指的是在始终不偏不倚立着的上帝身旁,那不偏不倚的驻留与平静。