§60μῦθον μὲν οὖν οὐδένα περὶ γιγάντων εἰσηγεῖται τὸ παράπαν, βούλεται δὲ ἐκεῖνό σοι παραστῆσαι, ὅτι οἱ μὲν γῆς, οἱ δὲ οὐρανοῦ, οἱ δὲ θεοῦ γεγόνασιν ἄνθρωποι·
因此,他根本没有引入任何关于巨人的神话,而是希望向你展示这一点:有些人成了地上的生命,有些人成了天上的,有些人成了上帝的。
γῆς μὲν οἱ θηρευτικοὶ τῶν σώματος ἡδονῶν ἀπόλαυσίν τε καὶ χρῆσιν ἐπιτηδεύοντες αὐτῶν καὶ πορισταὶ τῶν συντεινόντων εἰς ἑκάστην, οὐρανοῦ δὲ ὅσοι τεχνῖται καὶ ἐπιστήμονες καὶ φιλομαθεῖς — τὸ γὰρ οὐράνιον τῶν ἐν ἡμῖν ὁ νοῦς (νοῦς δὲ καὶ τῶν κατ’ οὐρανὸν ἕκαστον) τὰ ἐγκύκλια καὶ τὰς ἄλλας ἅπαξ ἁπάσας ἐπιτηδεύει τέχνας, παραθήγων καὶ ἀκονῶν ἔτι τε γυμνάζων καὶ συγκροτῶν ἐν τοῖς νοητοῖς αὑτόν —, §61θεοῦ δὲ ἄνθρωποι ἱερεῖς καὶ προφῆται, οἵτινες οὐκ ἠξίωσαν πολιτείας τῆς παρὰ τῷ κόσμῳ τυχεῖν καὶ κοσμοπολῖται γενέσθαι, τὸ δὲ αἰσθητὸν πᾶν ὑπερκύψαντες εἰς τὸν νοητὸν κόσμον μετανέστησαν κἀκεῖθι ᾤκησαν ἐγγραφέντες ἀφθάρτων καὶ ἀσωμάτων ἰδεῶν πολιτείᾳ.
地上的生命是那些猎取身体快乐、致力于享受和利用它们,并为促成每一种快乐而奔走筹备的人。 天上的生命则是所有的手艺人、有知识者和好学者——因为我们内部属天的是理智(理智也是天上每一个事物的本质),它一举实践着普通学艺和其他一切技术,不断磨炼和淬砺自己,并在可知觉的事物中训练和重组自身—— 而上帝的生命则是祭司和先知,他们不屑于获得在这个世界之中的公民权并成为世界公民,而是超脱了整个可感世界,迁移到理智世界,并在那里定居,登记在不朽且无形体的理念的城邦之中。
§62ὁ γοῦν Ἀβραὰμ μέχρι μὲν διατρίβων ἦν ἐν τῇ Χαλδαίων γῇ τε καὶ δόξῃ, πρὶν μετονομασθῆναι, καλούμενος Ἀβρὰμ ἦν ἄνθρωπος οὐρανοῦ τήν τε μετάρσιον καὶ τὴν αἰθέριον φύσιν ἐρευνῶν καὶ τά τε συμβαίνοντα καὶ τὰς αἰτίας καὶ εἴ τι ἄλλο ὁμοιότροπον φιλοσοφῶν—οὗ χάριν καὶ προσρήσεως οἷς ἐπετήδευσεν ἔτυχεν οἰκείας·
无论如何,亚伯拉罕在改名之前,只要他还居住在迦勒底人的土地和见解之中,被称为亚伯兰,他就是一个属于天空的人,探究高空和以太的本性,并哲学性地探究所发生的事物、原因及其他类似的事情——因此他也因其所从事的活动而获得了贴切的称呼。
Ἀβρὰμ γὰρ ἑρμηνευθεὶς πατήρ ἐστι μετέωρος, ὄνομα τοῦ τὰ μετέωρα καὶ ἐπουράνια περισκοπουμένου πάντα πάντῃ νοῦ πατρός, πατὴρ δὲ τοῦ συγκρίματος ὁ νοῦς ἐστιν ὁ ἄχρις αἰθέρος καὶ ἔτι περαιτέρω μηκυνόμενος —· §63ὅταν δὲ βελτιωθεὶς μέλλῃ μετονομάζεσθαι, γίνεται ἄνθρωπος θεοῦ κατὰ τὸ χρησθὲν αὐτῷ λόγιον „ἐγώ εἰμι ὁ θεός σου· εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμπτος“(Gen. 17,1).
因为亚伯兰翻译过来就是‘崇高的父亲’,这是指从各方面审视一切崇高和天上事物的理智之父的名字。 而复合体的父亲,就是那延伸到以太甚至更远处的理智—— 但是,当他得到改善、将被改名时,根据向他宣告的神谕,他成了一个属于上帝的人:‘我是你的上帝;你要在我面前行我喜悦的事,作无瑕疵的人’(创 17:1)。
§64εἰ δ’ ὁ τοῦ κόσμου θεὸς καὶ μόνος ὢν θεὸς καὶ αὐτοῦ κατὰ χάριν ἐξαίρετον ἰδίᾳ θεός, ἐξ ἀνάγκης δήπου καὶ αὐτὸς θεοῦ.
如果这世界的上帝、也是唯一的上帝,因着特别的恩典,私人地成为了他自己的上帝,那么他自己也必然属于上帝。
καλεῖται γὰρ πατὴρ ἐκλεκτὸς ἠχοῦς ἑρμηνευθεὶς Ἀβραάμ, ὁ τοῦ σπουδαίου λογισμός· ἐξειλεγμένος τε γὰρ καὶ κεκαθαρμένος καὶ πατὴρ φωνῆς ᾗ συνηχοῦμεν.
因为亚伯拉罕翻译过来被称为‘声音的选出之父’,这便是贤者的理智;因为它是被选出且被净化的,也是我们赖以发出共鸣的声音之父。
ὁ δὲ τοιοῦτος τῷ ἑνὶ μόνῳ προσκεκλήρωται θεῷ, οὗ γινόμενος ὀπαδὸς εὐθύνει τὴν ἀτραπὸν τοῦ παντὸς βίου βασιλικῇ τῷ ὄντι χρώμενος ὁδῷ τῇ τοῦ μόνου βασιλέως καὶ παντοκράτορος, §65ἐπὶ μηδέτερα ἀποκλίνων καὶ ἐκτρεπόμενος.
这样的人被专属地分配给那唯一的一位上帝,他成为上帝的追随者,指引自己整个人生的通路,真正使用的是王道——即那唯一的君王和全能者的道路,不偏不倚。
οἱ δὲ γῆς παῖδες τὸν νοῦν ἐκβιβάσαντες τοῦ λογίζεσθαι καὶ μεταλλοιώσαντες εἰς τὴν ἄψυχον καὶ ἀκίνητον σαρκῶν φύσιν — „ἐγένοντο γὰρ οἱ δύο εἰς σάρκα μίαν", ᾗ φησιν ὁ νομοθέτης (Gen. 2, 24) — τὸ ἄριστον ἐκιβδήλευσαν νόμισμα καὶ τὴν μὲν ἀμείνω καὶ οἰκείαν τάξιν ἔλιπον, πρὸς δὲ τὴν χείρω καὶ ἐναντίαν ηὐτομόλησαν ἄρξαντος τοῦ ἔργου Νεβρώδ·
然而,地上的儿女们却将理智逐出思考之外,并将其改变为无生命且无运动的肉体本性——因为正如立法者所说,“二人成为一体”(创 2:24)——他们伪造了最优质的货币,抛弃了那更好且属于自己的阵营,反而投奔到那更坏且敌对的阵营中去,而宁录是这一行径的始作俑者。
§66λέγει γὰρ ὁ νομοθέτης, ὅτι „οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς" (Gen. 10,8), ἑρμηνεύεται δὲ Νεβρὼδ αὐτομόλησις·
因为立法者说:“这人开始成为地上的巨人”(创 10:8),而宁录的意思是“叛逃”。
οὐ γὰρ ἐξήρκεσε τῇ παναθλίᾳ ψυχῇ μετὰ μηδετέρων στῆναι, ἀλλὰ προσχωρήσασα τοῖς ἐχθροῖς ὅπλα κατὰ τῶν φίλων ἤρατο καὶ φανερῶς ἀνθεστῶσα αὐτοῖς ἐπολέμει.
因为对于那极度可怜的灵魂来说,不偏向任何一方是不够的,它反倒加入到敌人中,拿起武器对抗朋友,公开对立并交战。
παρὸ καὶ ἀρχὴν τῷ Νεβρὼδ τῆς βασιλείας ὑπογράφει Βαβυλῶνα, μετάθεσις δὲ καλεῖται Βαβυλών, συγγενὲς αὐτομολίᾳ καὶ ὄνομα ὀνόματι καὶ ἔργον ἔργῳ·
因此,他也将巴比伦描绘为宁录王国的开端,而巴比伦的意思是“移位”,这与叛逃是同类的,无论是名字与名字、还是行为与行为。
παντὸς γὰρ αὐτομολοῦντος προοίμια γνώμης μεταβολὴ καὶ μετάθεσις.
因为对于每一个叛逃者来说,心意的改变和移位就是前奏。
§67ἀκόλουθον οὖν ἂν εἴη λέγειν, ὅτι κατὰ τὸν ἱερώτατον Μωυσέα ὁ μὲν φαῦλος, ὥσπερ ἄοικος καὶ ἄπολις καὶ ἀνίδρυτος καὶ φυγάς, οὕτως καὶ αὐτόμολος, ὁ δὲ σπουδαῖος βεβαιότατος σύμμαχος.
因此,依照最神圣的摩西,正如恶人是无家、无国、无定所且逃亡的人一样,他也是一个叛逃者;而贤者则是最稳固的盟友。
τοσαῦτα εἴς γε τὸ παρὸν ἀρκούντως περὶ τῶν γιγάντων εἰρηκότες ἐπὶ τὰ ἀκόλουθα τοῦ λόγου τρεψώμεθα.
关于巨人,目前既然已经说得足够,就让我们转向论述的后续内容。
ἔστι δὲ ταῦτα·
内容如下: