§50ἀνάγκη γὰρ ὑγιεῖ κανόνι τὰ παρατιθέμενα εὐθύνεσθαι.
なぜなら、並置されるものは、健全な基準によってまっすぐに伸ばされる必要があるからである。
διὰ τοῦτό μοι δοκεῖ καὶ ὁ περισσὸς τῦφος, ἐπίκλησιν Ἰοθόρ, καταπλαγεὶς τὴν ἀρρεπῆ καὶ ἰσαιτάτην καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν προαίρεσιν τοῦ σοφοῦ σχετλιάζειν καὶ ἀναπυνθάνεσθαι τὸν τρόπον τοῦτον·
このために、私の見解では、イエトロと名付けられた「過剰なる傲慢」もまた、賢者の揺るぎなく、極めて公平で、常に同一でありかつ同様に保たれている志向に肝を潰し、不満の声を上げて次のように問いかけたのである。
„διὰ τί σὺ κάθησαι μόνος„ (Exod. 18,14);
「なぜあなたは独りで座っているのか」(出エジプト記18:14)。
§51ἰδὼν γάρ τις τὸν ἐν εἰρήνῃ συνεχῆ πόλεμον ἀνθρώπων οὐ κατὰ ἔθνη καὶ χώρας καὶ πόλεις αὐτὸ μόνον συνιστάμενον, ἀλλὰ καὶ κατ’ οἰκίαν, μᾶλλον δὲ καὶ καθ’ ἕνα ἄνδρα ἕκαστον, καὶ τὸν ἐν ταῖς ψυχαῖς ἄλεκτον καὶ βαρὺν χειμῶνα, ὃς ὑπὸ βιαιοτάτης φορᾶς τῶν κατὰ τὸν βίον πραγμάτων ἀναρριπίζεται, τεθαύμακεν εἰκότως, εἴ τις ἐν χειμῶνι εὐδίαν ἢ ἐν κλύδωνι κυμαινούσης θαλάττης γαλήνην ἄγειν δύναται.
なぜなら、人々の中にある平和時の絶えざる戦争――それが民族や国や都市においてのみ生じるのではなく、家庭においても、さらには個々の人々の内部においてすら生じているのを目にし、また魂の中にある、人生の出来事のきわめて暴力的な突風によって煽られる、言葉に尽くしがたい激しい嵐を目にするならば、嵐の中に穏やかな好天を、あるいは波打つ海の荒波の中に静けさを保つことができる者がいるかどうか、誰しも当然のことながら驚嘆せざるを得ないからである。
§52ὁρᾷς ὅτι οὐδὲ ὁ ἀρχιερεὺς λόγος ἐνδιατρίβειν ἀεὶ καὶ ἐνσχολάζειν τοῖς ἁγίοις δόγμασι δυνάμενος ἄδειαν ἔσχηκεν ἀνὰ πάντα καιρὸν πρὸς αὐτὰ φοιτᾶν, ἀλλ’ ἅπαξ δι’ ἐνιαυτοῦ μόλις (Lev. 16,2. 34);
あなたは、神官たる言葉が、聖なる教義に常に留まり、そこに没頭することができるにもかかわらず、いつでもそこを訪れてよいという許可を得てはおらず、むしろ年に一度だけ辛うじてそうすることを許されているにすぎないこと(レビ記16:2、34)を見ているだろうか。
τὸ μὲν γὰρ μετὰ λόγου τοῦ κατὰ προφορὰν οὐ βέβαιον, ὅτι δυάς, τὸ δ’ ἄνευ φωνῆς μόνῃ ψυχῇ τὸ ὂν θεωρεῖν ἐχυρώτατον, ὅτι κατὰ τὴν §53ἀδιαίρετον ἵσταται μονάδα.
なぜなら、発声による言葉を伴うものは、それが「二」であるため確実ではないが、声なしに、ただ魂だけで実在を直観することは、それが分割不可能な「一」に従って立つがゆえに、最も確実だからである。
ὥστε οὖν ἐν μὲν τοῖς πολλοῖς, τουτέστι τοῖς πολλὰ τοῦ βίου τέλη προτεθειμένοις, οὐ καταμένει τὸ θεῖον πνεῦμα, κἂν πρὸς ὀλίγον χρόνον ἀναστραφῇ, μόνῳ δὲ ἀνθρώπων εἴδει ἑνὶ παραγίνεται, ὃ πάντα ἀπαμφιασάμενον τὰ ἐν γενέσει καὶ τὸ ἐσωτάτω καταπέτασμα καὶ προκάλυμμα τῆς δόξης ἀνειμένῃ καὶ γυμνῇ τῇ διανοίᾳ πρὸς θεὸν ἀφίξεται.
それゆえに、多くの人々、すなわち人生の多くの目的を前に掲げている者たちのうちには、神的な霊はとどまらず、たとえ短い間そこに立ち寄ることがあったとしてもすぐに去ってしまう。 しかし、ただ一つの、ある特定の人間という種にのみ、それは寄り添うのである。 その種とは、生成の中にあるすべてのものを脱ぎ捨て、栄光の最も内奥の幕と遮蔽物を剥ぎ、弛緩し、裸にされた精神をもって、神のもとへと至る者である。
§54οὕτως καὶ Μωυσῆς ἔξω τῆς παρεμβολῆς καὶ τοῦ σωματικοῦ παντὸς στρατοπέδου πήξας τὴν ἑαυτοῦ σκηνήν (Exod. 33, 7), τουτέστι τὴν γνώμην ἱδρυσάμενος ἀκλινῆ, προσκυνεῖν τὸν θεὸν ἄρχεται καὶ εἰς τὸν γνόφον, τὸν ἀειδῆ χῶρον, εἰσελθὼν αὐτοῦ καταμένει τελούμενος τὰς ἱερωτάτας τελετάς.
同様に、モーセもまた陣営の外、すなわち肉体的なすべての軍営から離れた場所に自らの幕屋を張り(出エジプト記33:7)、すなわち自らの意志を揺るぎないものとして据え、神を礼拝し始め、暗闇、すなわち目に見えない場所に入り、そこで極めて聖なる儀式を授けられながら、神のもとにとどまるのである。
γίνεται δὲ οὐ μόνον μύστης, ἀλλὰ καὶ ἱεροφάντης ὀργίων καὶ διδάσκαλος θείων, ἃ τοῖς ὦτα κεκαθαρμένοις ὑφηγήσεται.
そして彼は秘儀に参入する者となるだけでなく、儀礼を主宰する者となり、耳を清められた人々に自ら手引きする神的な事柄の教師となる。
§55τούτῳ μὲν οὖν τὸ θεῖον ἀεὶ παρίσταται πνεῦμα πάσης ὀρθῆς ἀφηγούμενον ὁδοῦ, τῶν δὲ ἄλλων, ὡς ἔφην, τάχιστα διαζεύγνυται, ὧν καὶ τὸν βίον ἐν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ἀριθμῷ πεπλήρωκε·
これに対して、彼には神的な霊が常に寄り添い、すべての正しい道を導いている。 しかし、私が述べたように、他の人々からはそれは極めて速やかに離れ去るのであり、彼らの生涯を百二十年という年数で満たした。
λέγει γάρ· „ἔσονται αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσιν“(Gen. 6,3).
なぜなら「彼らの日々は百二十年となるであろう」(創世記6:3)と言われているからである。
§56ἀλλὰ καὶ Μωυσῆς τῶν ἴσων γενόμενος ἐτῶν τοῦ θνητοῦ βίου μετανίσταται (Deut. 34,7).
しかし、モーセもまた同じ年数に達して死すべき生涯から立ち去った(申命記34:7)。
πῶς οὖν εἰκὸς ἰσοχρονίους εἶναι τοὺς ὑπαιτίους τῷ πανσόφῳ καὶ προφήτῃ;
それなら、罪ある者たちが、この至高の賢者であり預言者である者と等しい時間を生きるというのは、いかにしてあり得ることだろうか。
εἰς μὲν οὖν τὸ παρὸν ἀρκέσει τοῦτο εἰπεῖν, ὅτι τὰ ὁμώνυμα οὐ πάντως ἔσθ’ ὅμοια, πολλάκις δὲ καὶ ὅλῳ γένει διέζευκται, καὶ ὅτι τὸ φαῦλον τῷ σπουδαίῳ δύναται μὲν καὶ ἀριθμοὺς καὶ χρόνους ἔχειν τοὺς ἴσους, ἐπεὶ καὶ δίδυμον εἰσάγεται, ἀπηρτημένας δὲ καὶ μακρὰν ἀλλήλων διῳκισμένας δυνάμεις.
さしあたり、同名異義のものは必ずしも同じではなく、しばしば類全体においてさえ隔てられていること、また、劣った者も優れた者と同じ数や時間を持つことがあり得ること――なぜなら双子も導入されているが、それらの力は互いに乖離し、遥かに遠く隔てられているからである――、これらを述べるだけで十分であろう。
§57τὸν δὲ ἀκριβῆ λόγον τῶν εἴκοσι καὶ ἑκατὸν ἐτῶν ὑπερθησόμεθα εἰς τὴν τοῦ προφητικοῦ βίου παντὸς ἐξέτασιν, ὅταν αὐτὸν ἱκανοὶ γενώμεθα μυεῖσθαι, νυνὶ δὲ τὰ ἑξῆς λέγωμεν.
百二十年という正確な意味については、預言者の生涯全体の吟味へと先送りすることにしよう。 私たちがそれを伝授されるにふさわしくなったときに。 今は、それに続く事柄を語ることにしよう。
§58„Οἱ δὲ γίγαντες ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέραις ἐκείναις“(Gen. 6,4).
「そして、その時代、地上には巨人がいた」(創世記6:4)。
ἴσως τις τὰ παρὰ τοῖς ποιηταῖς μεμυθευμένα περὶ τῶν γιγάντων οἴεται τὸν νομοθέτην αἰνίττεσθαι πλεῖστον ὅσον διεστηκότα τοῦ μυθοπλαστεῖν καὶ τοῖς ἀληθείας ἴχνεσιν αὐτῆς ἐπιβαίνειν ἀξιοῦντα.
おそらく、誰かは、立法者が詩人たちによって巨人をめぐって神話化された事柄を謎かけているのだと考えるかもしれないが、立法者は神話を創作することからは遥かに遠く隔たっており、真理そのものの足跡を踏みしめることを望んでいるのである。
§59παρὸ καὶ εὐδοκίμους καὶ γλαφυρὰς τέχνας, ζωγραφίαν καὶ ἀνδριαντοποιίαν, ἐκ τῆς καθ’ αὑτὸν πολιτείας ἐξήλασεν, ὅτι τὴν τοῦ ἀληθοῦς ψευδόμεναι φύσιν ἀπάτας καὶ σοφίσματα δι’ ὀφθαλμῶν ψυχαῖς εὐπαραγώγοις τεχνιτεύουσι.
それゆえ彼は、名高く洗練された技術である絵画や彫刻を、自らの国家から追放したのである。 なぜなら、それらは真理の自然を偽り、欺瞞や詭弁を、目を通じて、惑わされやすい魂へと巧妙に仕掛けるからである。