§31ψυχαὶ μὲν γὰρ ἄσαρκοι καὶ ἀσώματοι ἐν τῷ τοῦ παντὸς θεάτρῳ διημερεύουσαι θεαμάτων καὶ ἀκουσμάτων θείων, ὧν ἄπληστος αὐτὰς εἰσελήλυθεν ἔρως, μηδενὸς κωλυσιεργοῦντος ἀπολαύουσιν.
因为那些无肉体且无形体的灵魂,在宇宙的剧场中度过时日,毫无阻碍地享受着神圣的见闻,对这些见闻的无穷热爱已渗入它们之中。
ὅσαι δὲ τὸν σαρκῶν φόρτον ἀχθοφοροῦσι, βαρυνόμεναι καὶ πιεζόμεναι ἄνω μὲν βλέπειν εἰς τὰς οὐρανίους περιόδους ἀδυνατοῦσι, κάτω δὲ ἑλκυσθεῖσαι τὸν αὐχένα βιαίως δίκην τετραπόδων γῇ προσερρίζωνται.
然而,凡是承受肉体重担的灵魂,都被压得喘不过气来,无法向上仰望天体的运行,反而被强行拉向下,像四足野兽一样将脖颈牢牢地扎根于泥土之中。
§32παρὸ καὶ τὰς ἐκνόμους καὶ ἐκθέσμους ὁμιλίας τε καὶ μίξεις ἐγνωκὼς ὁ νομοθέτης ἀναιρεῖν προοιμιάζεται τὸν τρόπον τοῦτον· „ἄνθρωπος ἄνθρωπος πρὸς πάντα οἰκεῖον σαρκὸς αὐτοῦ οὐ προσελεύσεται ἀποκαλύψαι ἀσχημοσύνην· ἐγὼ κύριος“(Lev. 18,6).
因此,立法者既然决心废除违法和不义的交往与交合,便以这种方式作序言说:“任何人,任何人,都不得接近他肉体中的任何亲属去露其下体;我是耶和华”(利 18:6)。
πῶς ἄν τις προτρέψαιτο μᾶλλον σαρκὸς καὶ τῶν σαρκὸς οἰκείων καταφρονεῖν ἢ τοῦτον τὸν τρόπον;
有谁能比用这种方式更促使人蔑视肉体及与肉体亲近的事物呢?
§33καίτοι οὐκ ἀποτρέπει μόνον, ἀλλὰ καὶ παγίως ἀποφαίνεται, ὅτι ὁ πρὸς ἀλήθειαν ἄνθρωπος οὐ προσελεύσεταί ποτε ἑκὼν ταῖς φίλαις καὶ συγγενέσι σώματος ἡδοναῖς, ἀλλυτρίωσιν δὲ τὴν πρὸς αὐτὰς ἀεὶ μελετήσει.
然而,他不仅让人远离,而且还坚定地宣告:真正意义上的人绝不会自愿接近那些与身体亲近且相契合的快乐,而是会始终操练与它们疏远。
τὸ μὲν οὖν μὴ ἅπαξ ἀλλὰ δὶς φάναι „ἄνθρωπος ἄνθρωπος“σημεῖόν ἐστι τοῦ μὴ τὸν ἐκ σώματος καὶ ψυχῆς ἀλλὰ τὸν ἀρετῇ κεχρημένον δηλοῦσθαι.
因此,不只一次而是两次说“人,人”,标志着这并非指由身体和灵魂构成的人,而是指实行美德的人。
ὄντως γὰρ ὁ ἀληθινὸς οὗτός ἐστιν, ὃν καὶ τῶν παλαιῶν λύχνον τις μεσημβρίας ἁψάμενος πρὸς τοὺς πυνθανομένους ἄνθρωπον ἔφη ζητεῖν.
因为这才是真正的人,古时有人曾于正午点亮灯火,对询问的人说他正在寻找“人”,指的也正是这样的人。
§34τὸ δὲ μὴ πρὸς πάντα οἰκεῖον προσέρχεσθαι τῆς σαρκὸς ἔχει λόγον ἀναγκαῖον.
而不去接近肉体的一切亲近之物,也有着必然的理由。
ἔνια γὰρ προσετέον, οἷον αὐτὰ τὰ ἐπιτήδεια, οἷς χρώμενοι ζῆν ἀνόσως καὶ ὑγιεινῶς δυνησόμεθα, τὰ δὲ περιττὰ σκορακιστέον, ὑφ’ ὧν ἐξαπτόμεναι αἱ ἐπιθυμίαι τὰ σπουδαῖα πάντα ῥύμῃ μιᾷ καταφλέγουσι.
因为有些东西是必须接纳的,例如维持生存所必需之物,借着这些我们才能无病且健康地生活;然而,那些奢侈多余之物则应被驱逐,因为它们会点燃欲望,将一切美好的事物在瞬间付之一炬。
§35μὴ πρὸς πάντα οὖν τὰ τῇ σαρκὶ φίλα αἱ ὀρέξεις ἀνηρεθίσθωσαν· ἡδοναὶ γὰρ αἱ ἀτίθασοι πολλάκις, ὅταν κυνῶν τρόπον προσσαίνωσιν, ἐξ ὑποστροφῆς ἀνίατα ἔδακον.
因此,不可让欲望冲着所有讨好肉体的事物燃起;因为那些未经驯服的快乐,往往像狗一样摇尾乞怜地迎合我们时,会突然反噬,咬出无法治愈的伤口。
ὥστε τὴν ἀρετῆς φίλην ὀλιγοδεΐαν πρὸ τῶν σώματος οἰκείων ἀσπαζόμενοι τὸν πολὺν καὶ ἀνήνυτον ὄχλον ἀσπόνδων ἐχθρῶν καταλύωμεν.
因此,比起与身体亲近的事物,我们更应欢迎那作为美德之友的“少欲”,以此消灭那庞大且无休止的、不可调和的仇敌群。
ἐὰν δέ πού τις καιρὸς βιάζηται πλείω τῶν μετρίων καὶ ἱκανῶν λαμβάνειν, αὐτοὶ μὴ προσερχώμεθα· λέγει γάρ· „οὐ προσελεύσεται αὐτὸς ἀποκαλύψαι ἀσχημοσύνην“.
即使在某种情况下,情势强迫我们接受超出适度和足够分量的东西,我们自己也不要主动接近;因为他说:“他自己不可接近去露其下体。
§36τί δὲ τοῦτό ἐστιν, ἄξιον ἀναπτύξαι· πολλάκις οὐ γενόμενοί τινες πορισταὶ χρημάτων ἄφθονον ἔσχον περιουσίαν, ἕτεροι δὲ δόξαν οὐκ ἐπιτηδεύσαντες ἐπαίνων δημοσίᾳ καὶ τιμῶν ἠξιώθησαν, τοῖς δὲ οὐδὲ μικρὰν ἰσχὺν ἐλπίσασι μεγίστη προσεγένετο εὐτονία.
” 这究竟是什么意思,值得加以阐明:往往有些人并未成为财富的聚敛者,却拥有了丰厚的资产;另有一些人并未追求名声,却配得公众的赞扬与荣耀;而对那些甚至不曾指望获得微末气力的人,却得到了极大的强健。
§37μαθέτωσαν δὴ πάντες οὗτοι μηδενὶ προσέρχεσθαι γνώμῃ τῶν εἰρημένων, τοῦτο δέ ἐστι μὴ θαυμάζειν αὐτὰ καὶ ἀποδέχεσθαι πλέον τοῦ μετρίου κρίνοντας ἕκαστον αὐτῶν οὐκ ἀγαθὸν [μόνον], ἀλλὰ καὶ μέγιστον κακόν, τὰ χρήματα, τὴν δόξαν, τὴν σωμάτων δύναμιν.
因此,让所有这些人学会绝不凭自己的意愿去接近上述任何事物,也就是说,不可惊羡它们,也不可过度地接纳它们,要把其中的每一项——财富、名望和身体的力量——不仅判定为不是好东西,甚至判定为最大的祸害。
φιλαργύροις μὲν γὰρ ἡ πρὸς ἀργύριον, φιλοδόξοις δὲ ἡ πρὸς δόξαν, φιλάθλοις δὲ καὶ φιλογυμνασταῖς ἡ πρὸς ἰσχὺν πρόσοδος οἰκεία· τὸ γὰρ ἄμεινον, ψυχήν, τοῖς χείροσιν ἐκδεδώκασιν, ἀψύχοις.
因为对于爱财者来说,接近银钱是他们切身的事;对于爱名者来说,接近名望是他们切身的事;对于热爱竞技和体育者来说,接近力量是他们切身的事;因为他们把那更好的事物,即灵魂,出卖给了那更坏的无生命之物。
ὅσοι δὲ ἐντὸς ἑαυτῶν εἰσι, §38τὰς λαμπρὰς καὶ περιμαχήτους εὐπραγίας ὑπηκόους ἀποφαίνουσιν ὡς ἡγεμόνι τῷ νῷ, προσιούσας μὲν δεχόμενοι πρὸς ἐπανόρθωσιν, μακρὰν δὲ ἀφεστηκυίαις οὐ προσερχόμενοι, ὡς καὶ δίχα αὐτῶν δυνηθέντες ἂν εὐδαιμονῆσαι.
然而,凡是坚守在自己内心的人,他们使那些显赫且众人争夺的成功,都顺从于作为主宰者的理性;当这些成功来临时,他们为了改善而接纳它们,而当它们远离时,他们并不主动接近,因为他们深信即使没有这些成功也同样能够获得幸福。
§39ὁ δὲ μετιὼν καὶ κατ’ ἴχνος βαίνειν ἐθέλων αἰσχρᾶς ἀναπίμπλησι δόξης φιλοσοφίαν· οὗ χάριν λέγεται „ἀποκαλύψαι τὴν ἀσχημοσύνην“.
然而,那追逐这些并渴望亦步一趋的人,却让哲学蒙上了可耻的名声;正因如此,经上说“去露其下体”。
πῶς γὰρ οὐκ ἐναργῆ καὶ πρόδηλα τὰ ὀνείδη τῶν λεγόντων μὲν εἶναι σοφῶν, πωλούντων δὲ σοφίαν καὶ ἐπευωνιζόντων, ὥσπερ φασὶ τοὺς ἐν ἀγορᾷ τὰ ὤνια προκηρύττοντας, τοτὲ μὲν μικροῦ λήμματος, τοτὲ δὲ ἡδέος καὶ εὐπαραγώγου λόγου, τοτὲ δὲ ἀβεβαίου ἐλπίδος ἀπὸ μηδενὸς ἠρτημένης ἐχυροῦ, ἔστι δ’ ὅτε καὶ
因为那些自称是智者,却出卖智慧并廉价售之的人,他们的耻辱难道不是彰明较著的吗? 正如人们所说,他们就像在市场上吆喝叫卖货物的人一样,有时是为了微薄的利润,有时是为了甜言蜜语和诱人的话术,有时是为了悬在半空、毫无凭依的虚无希望,甚至有时……