Humanitext Reader

斐洛·尤迪厄斯 · 论巨人 §12-20

灵魂的降落与神之灵无法常驻肉体

第 2 段,共 7 段 · 希腊语

内容简介

作者将降入肉体的灵魂与留在天上的灵魂(天使或代蒙)进行分类,论证上帝的灵不可能永久存留在沉溺于肉体快乐的人类之中。

§12ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών.
作为特别的恩惠,从创造主那里接受了种子[而理应孕育属灵魂的事物]。
τῶν οὖν ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ οὐδενὶ τῶν γῆς μορίων ἠξίωσάν ποτε συνενεχθῆναι.
于是,在这些灵魂中,有些下降到了肉体中,而有些则决不屑于与地上的任何部分结合。
ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν.
对于这些被圣化并专注于侍奉父亲的[灵魂],创造主习惯于将它们用作仆役和侍从,以监督凡人。
§13ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν.
但另外一些灵魂,像落入河流一样下降到肉体中,有时被极暴烈的漩涡急流卷走并吞没,有时则能抗拒这股潮流,首先游了上来,然后又飞回到了它们最初出发的地方。
§14αὗται μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν, §15αἱ δὲ καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται.
因此,这些是那些真诚研究哲学之人的灵魂,他们从始至终都在练习死于肉体中的生活,以便在无生且不朽的创造主那里,分得无形体且不朽的生命;而那些沉没的灵魂,则是其他人的灵魂,即那些忽视智慧、将自己委身于不稳定和偶然事物的人。 这些事物没有任何一样指向我们之中最优秀的部分,即灵魂或理性,而是全部指向我们天然的尸首,即肉体,或者指向比这更无生命的事物,我指的是名望、财富、权力和荣誉,以及其他所有被那些未曾观照过真正美好事物的人通过虚假意见的欺骗而塑造或描绘出来的东西。
§16ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν.
因此,如果你认识到灵魂、代蒙和使者虽然名称不同,但其底层的实体是同一个,你就会放下迷信这极其沉重的负担。
ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’ ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων οὐχ ἁμαρτήσει.
因为正如大众谈论善的代蒙和恶的代蒙,同样也谈论灵魂一样,如果你自己也认为,在使者中,有些是圣洁且不可侵犯的、配得上这一称呼的、在人与神之间以及神与人之间的使者(因其无可指责且极其美好的侍奉),而另一些相反是不神圣且配不上这一称呼的,你也不会犯错。
§17μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ· „ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν“(Psalm. 77,49).
而赞美诗作者在这首诗歌中所说的话证实了我的观点:“他向他们发出了烈怒、愤恨、恼怒和急难,这是通过恶使者进行的派遣”(诗篇 77:49)。
οὗτοί εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται.
这些就是那些披着使者外衣的恶者,他们并不认识正确理性的女儿们——即知识和美德,而是追求凡人的、凡人后代的死性快乐,这些快乐不带有任何只有通过理智才能观照的真实美丽,而是带着虚假的容姿,感官因此受到欺骗。
§18λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς τείνοντες ἐπιθυμίας· ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις, ἄλλων ᾠκειωμένων ἄλλαις.
但是并非所有人都娶了所有的女儿,而是有些人从他们为自己选择的无数女儿中娶了某些女儿:有些人娶了通过视觉的快乐,另一些人娶了通过听觉的快乐,还有些人娶了通过味觉和胃口的快乐,有些人娶了胃口之后的快乐,许多人还夺取了那些相隔最遥远的事物,在自身中拉长了最长久的欲望;因为各种快乐的选择必然是多样的,不同的人适应不同的快乐。
§19Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης.
确实,在这样的人中,上帝的灵是不可能存留并永远持续下去的,正如立法者自己所表明的那样。
„εἶπε“γάρ φησι „κύριος ὁ θεός· οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“(Gen. 6,3).
因为他说:“主上帝说:我的灵不会永远在人里面存留,因为他们是肉体”(创 6:3)。
§20μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν.
因为它的确有时会留下来,但在我们大多数人中并不会完全存留。
τίς γὰρ οὕτως ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ ἑκὼν μήτ’ ἄκων λαβεῖν;
因为谁会如此缺乏理性或没有灵魂,以至于无论自愿还是不自愿,都从未获得过对最完美事物的概念呢?
ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’ αὐτὴν καὶ φυλάξαι παρ’ ἑαυτοῖς ἀδυνατοῦσιν.
然而,即使在最邪恶的人身上,美好的景象也常常会突然飞掠而过,但他们却无法将其捕获并保留在自己身边。

词汇与语法注释

  1. §12ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών. — 这是承接前一节(§11)结尾的句子。主格阳性单数分词 `λαβών`(接受)修饰前一节的主语 `ἀήρ`(空气,阳性名词)。`ἐξαίρετον χάριν` 作同位语或副词性修饰,意为“作为特别的恩惠”。
  2. §12ταύταις ἀφιερωθείσαις ... ὑπηρέτισι καὶ διακόνοις — 与格代词及分词短语 `ταύταις ἀφιερωθείσαις...` 是动词 `χρῆσθαι` 的宾语(“使用这些[灵魂]”)。`ὑπηρέτισι καὶ διακόνοις`(作为助手和仆役)与其作同位语,或充当宾语补足语。
  3. §16ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ... διανοηθείς — 宾语 `ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους` 与补语 `ἓν δὲ καὶ ταὐτὸν ὑποκείμενον` 构成分词 `διανοηθείς` 的双宾格结构,意为“理解到灵魂、代蒙和使者是一个且相同的底层主体”。
  4. §20μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν — 单纯动词 `μένει`(暂时停留)与带有前缀的强化形 `καταμένει`(完全停留/定居)形成对比。前者受 `ἔστιν ὅτε`(有时)修饰,后者受 `οὐκ εἰσάπαν`(并非完全)修饰,突显了神的灵虽然有时会造访普通人,但绝不会永久居住在他们之中。

引用这一段

斐洛·尤迪厄斯, 论巨人 §12-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg007.humanitext-grc1:12-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。