§21οἴχεται γὰρ εὐθέως μεταναστᾶσα, τοὺς προσεληλυθότας οἰκήτορας νόμον καὶ δίκην ἐκδεδιῃτημένους ἀποστραφεῖσα, πρὸς οὓς οὐδ’ ἄν ποτε ἧκεν, εἰ μὴ τοῦ διελέγξαι χάριν τοὺς ἀντὶ καλῶν αἰσχρὰ αἱρουμένους.
因为它一离开就立刻消失了,转脸不顾那些接近它却过着违备法律和正义生活的居民;要不是为了谴责那些选择丑陋而非美好事物的人,它本来是绝不会来到他们那里的。
§22λέγεται δὲ θεοῦ πνεῦμα καθ’ ἕνα μὲν τρόπον ὁ ῥέων ἀὴρ ἀπὸ γῆς, τρίτον στοιχεῖον ἐποχούμενον ὕδατι — παρό φησιν ἐν τῇ κοσμοποιίᾳ· „πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος“(Gen. 1,2), ἐπειδήπερ ἐξαιρόμενος ὁ ἀὴρ κοῦφος ὢν ἄνω φέρεται ὕδατι βάσει χρώμενος —, καθ’ ἕτερον δὲ τρόπον ἡ ἀκήρατος ἐπιστήμη, ἧς πᾶς ὁ σοφὸς εἰκότως μετέχει.
此外,“上帝的灵”在一种意义上是指从大地流动的空气,即承载于水之上的第三种元素——因此他在创世记中说:“上帝的灵运行在水面上”(创 1:2),因为空气轻,向上升起,以水为根基——而在另一种意义上是指纯洁的知识,每一个聪明人自然都分享这种知识。
§23δηλοῖ δὲ ἐπὶ τοῦ τῶν ἁγίων ἔργων δημιουργοῦ καὶ τεχνίτου φάσκων, ὅτι „ἀνεκάλεσεν ὁ θεὸς τὸν Βεσελεὴλ καὶ ἐνέπλησεν αὐτὸν πνεύματος θείου, σοφίας, συνέσεως, ἐπιστήμης, ἐπὶ παντὶ ἔργῳ διανοεῖσθαι“(Exod. 31, 2 — 3)· ὥστε τὸ τί ἐστι πνεῦμα §24θεῖον ὁρικῶς διὰ τῶν λεχθέντων ὑπογράφεσθαι.
他在谈到圣工的建造者和工匠时表明了这一点,他说:“上帝召唤了比撒列,并用神圣的灵,即智慧、聪明、知识充满了他,使他能想出各样的工”(出 31:2–3);因此,神圣的灵是什么,已经通过所说的话得到了定义性的描绘。
τοιοῦτόν ἐστι καὶ τὸ Μωυσέως πνεῦμα, ὃ ἐπιφοιτᾷ τοῖς ἑβδομήκοντα πρεσβυτέροις τοῦ διενεγκεῖν ἑτέρων καὶ βελτιωθῆναι χάριν· οἷς οὐδὲ πρεσβυτέροις πρὸς ἀλήθειαν ἔνεστι γενέσθαι μὴ μεταλαβοῦσι τοῦ πανσόφου πνεύματος ἐκείνου.
摩西的灵也是如此,它降临在七十个长老身上,是为了使他们超越他人并得到提升;对他们来说,如果不分享那全智的灵,甚至不可能成为真正的长老。
λέγεται γὰρ ὅτι „ἀφελῶ ἀπὸ τοῦ πνεύματος τοῦ ἐπὶ σοὶ καὶ ἐπιθήσω ἐπὶ τοὺς ἑβδομήκοντα πρεσβυτέρους“(Num. 11,17).
因为经上说:“我要从你身上的灵中取一些,放在这七十个长老身上”(民 11:17)。
§25ἀλλὰ μὴ νομίσῃς οὕτως ἀφαίρεσιν κατὰ ἀποκοπὴν καὶ διάζευξιν γίνεσθαι, ἀλλ’ οἵα γένοιτ’ ἂν ἀπὸ πυρὸς, ὅ, κἂν μυρίας δᾷδας ἐξάψῃ, μένει μήδ’ ὁτιοῦν ἐλαττωθὲν ἐν ὁμοίῳ.
但不要以为这种取去是通过割裂和分离进行的,而应该像从火中取火一样,火即使点燃了一万个火把,也依然保持原样,没有丝毫减少。
τοιαύτη τίς ἐστι καὶ τῆς ἐπιστήμης ἡ φύσις· τοὺς γὰρ φοιτητὰς καὶ γνωρίμους ἀποφήνασα ἐμπείρους πάντας κατ’ οὐδὲν μέρος ἐλαττοῦται, πολλάκις δὲ καὶ πρὸς τὸ ἄμεινον ἐπιδίδωσιν, ὥσπερ φασὶ τὰς ἀπαντλουμένας πηγάς· καὶ γὰρ ἐκείνας λόγος ἔχει τότε μᾶλλον γλυκαίνεσθαι.
知识的本性也是如此;因为在使所有的学生和熟人都变得经验丰富的同时,它自己在任何部分都没有减少,而且往往还会变得更好,正如人们对那些被汲水的泉源所说的那样;因为有传言说,泉水在被汲取时反而变得更甜。
§26αἱ γὰρ συνεχεῖς πρὸς ἑτέρους ὁμιλίαι μελέτην καὶ ἄσκησιν ἐμποιοῦσαι ὁλόκληρον τελειότητα ἐργάζονται.
因为与他人的不断交流能带来练习和训练,从而成就完全的完美。
εἰ μὲν οὖν τὸ ἴδιον αὐτοῦ Μωυσέως πνεῦμα ἤ τινος ἄλλου γενητοῦ τοσούτῳ πλήθει γνωρίμων ἔμελλε διανέμεσθαι, κἂν κατακερματισθὲν εἰς μοίρας τοσαύτας ἐμειοῦτο.
因此,如果摩西自己特有的灵,或者任何其他受造物的灵,要分给这么多的熟人,那么它确实会因被分割成这么多份而减少。
§27νῦν δὲ τὸ ἐπ’ αὐτῷ πνεῦμά ἐστι τὸ σοφόν, τὸ θεῖον, τὸ ἄτμητον, τὸ ἀδιαίρετον, τὸ ἀστεῖον, τὸ πάντῃ δι’ ὅλων ἐκπεπληρωμένον· ὅπερ ὠφελοῦν οὐ βλάπτεται οὐδὲ μεταδοθὲν ἑτέροις οὐδ’ αὖ προστεθὲν ἐλαττοῦται τὴν σύνεσιν καὶ ἐπιστήμην καὶ σοφίαν.
但事实上,他身上的灵是智慧的、神圣的、不可分割的、不容拆散的、优雅的、完全充满于万物之中的;它在益人的同时自身不受损,在传给他人或被增加时,其聪明、知识和智慧也不会减少。
§28διὸ δὴ πνεῦμα θεῖον μένειν μὲν δυνατὸν ἐν ψυχῇ, διαμένειν δὲ ἀδύνατον, ὡς εἴπομεν.
因此,正如我们所说,神圣的灵确实可能留在灵魂中,但不可能永远存留。
καὶ τί θαυμάζομεν;
我们又何必惊讶呢?
οὐδὲ γὰρ ἄλλου τὸ παράπαν οὐδενὸς ἐχυρὰ καὶ βέβαιος ἐγγίνεται κτῆσις ἀντιρρεπόντων καὶ πρὸς ἑκάτερα ταλαντευόντων τῶν ἀνθρωπίνων πραγμάτων καὶ ἄλλοτε ἀλλοίας ἐνδεχομένων μεταβολάς.
因为人类的事物向相反的方向倾斜,在两端之间摇摆不定,并在不同的时间发生不同的变化,所以对于任何其他事物,根本不存在安全和牢固的占有。
§29αἴτιον δὲ τῆς ἀνεπιστημοσύνης μέγιστον ἡ σὰρξ καὶ ἡ πρὸς σάρκα οἰκείωσις·
而无知的最大原因乃是肉体以及与肉体的亲近。
καὶ αὐτὸς δὲ ὁμολογεῖ φάσκων „διὰ τὸ εἶναι αὐτοὺς σάρκας“μὴ δύνασθαι τὸ θεῖον πνεῦμα καταμεῖναι.
他[立法者]自己也承认这一点,说“因为他们是肉体”,神圣的灵便无法存留。
καίτοι καὶ γάμος καὶ παιδοτροφία καὶ πορισμὸς τῶν ἀναγκαίων ἀδοξία τε μετὰ ἀχρηματίας καὶ πραγματεῖαι, ὧν αἱ μὲν ἴδιαι αἱ δὲ κοιναί, καὶ μυρία ἄλλα, πρὶν σοφίαν ἀνθῆσαι, κατεμάραναν.
虽然确实,婚姻、抚养孩子、获取生活必需品、伴随贫困的无名声,以及各种私人的或公共的事务,还有无数其他事情,在智慧开花之前,就已将其折磨枯萎。
§30ἀλλ’ οὐδὲν οὕτως ἐμπόδιον πρὸς αὔξησιν αὐτῆς, ὡς ἡ σαρκῶν φύσις.
但是,没有什么比肉体的本性更阻碍智慧的成长了。
αὕτη γὰρ καθάπερ τις θεμέλιος ἀγνοίας καὶ ἀμαθίας πρῶτος καὶ μέγιστος ὑποβέβληται, ᾧ τῶν εἰρημένων ἕκαστον ἐποικοδομεῖται.
因为这肉体的本性,就像无知和愚昧的第一个也是最大的基石一样,被奠定在下面,上述的每一件事都是在这之上建造起来的。