Humanitext Reader

斐洛·尤迪厄斯 · 论巨人 §1-11

不义之人的增多与作为空中灵魂的天使

第 1 段,共 7 段 · 希腊语

内容简介

作者根据创世记第6章,解释了为什么诺亚的诞生会凸显出不义之人的增多,并说明创世记中的“使者”就是空中飞舞的灵魂,论证了宇宙必然充满生命的道理。

§1„Καὶ δὴ ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς“(Gen. 6,1).
“当人在地上开始多起来、又生女儿的时候,事情就发生了”(创6:1)。
ἄξιον οἶμαι διαπορῆσαι, διὰ τί μετὰ τὴν Νῶε καὶ τῶν υἱῶν αὐτοῦ γένεσιν εἰς πολυανθρωπίαν ἐπιδίδωσιν ἡμῶν τὸ γένος.
我认为值得探讨的是,为什么在诺亚和他的儿子们诞生之后,我们这一种族会走向人口的激增。
ἀλλ’ ἴσως οὐ χαλεπὸν ἀποδοῦναι τὴν αἰτίαν· ἀεὶ γὰρ ἐπειδὰν τὸ σπάνιον φανῇ, πάμπολυ τὸ ἐναντίον εὑρίσκεται.
但也许给出原因并不困难;因为每当稀有的事物出现时,其极其多得多的对立面就会被发现。
§2ἑνὸς οὖν εὐφυΐα τὴν περὶ μυρίους διαδείκνυσιν ἀφυΐαν, καὶ τὰ τεχνικὰ μέντοι καὶ ἐπιστημονικὰ καὶ ἀγαθὰ καὶ καλὰ ὄντα ὀλίγα τὴν τῶν ἀτέχνων καὶ ἀνεπιστημόνων καὶ ἀδίκων καὶ συνόλως φαύλων ἄπειρον ὅσην πληθὺν ἐπεσκιασμένην ἀποφαίνει.
因此,一个人的优秀资质显明了成千上万人的缺乏资质,而且,那些有技艺、有知识、美好且高尚的少数事物,也使得那些没有技艺、没有知识、不义且总体上卑劣的无限庞大的人群显得暗淡无光。
§3οὐχ ὁρᾷς ὅτι καὶ ἐν τῷ παντὶ ἥλιος εἷς ὢν τὸ μυρίον καὶ βαθὺ σκότος κατὰ γῆν καὶ κατὰ θάλατταν κεχυμένον ἐπιλάμψας ἀνασκίδνησιν;
难道你看不见,即使在宇宙中,太阳虽然只有一个,但当它照耀时,却能驱散弥漫在陆地和海洋上的那无边而深沉的黑暗吗?
εἰκότως οὖν καὶ ἡ τοῦ δικαίου Νῶε γένεσις καὶ τῶν υἱῶν αὐτοῦ τοὺς ἀδίκους πολλοὺς διασυνίστησι· τῷ γὰρ ἐναντίῳ τὰ ἐναντία πέφυκέ πως μάλιστα γνωρίζεσθαι.
因此,义人诺亚和他的儿子们的诞生,理所当然地使许多不义之人凸显出来;因为对立的事物本性上最容易通过其对立面而被认识。
§4ἄδικος δὲ οὐδεὶς ἄρρενα γενεὰν ἐν ψυχῇ σπείρει τὸ παράπαν, ἀλλὰ θηλυγονοῦσιν ἐκ φύσεως ἄνανδροι καὶ κατεαγότες καὶ θηλυδρίαι τὰ φρονήματα, δένδρον οὐδὲν ἀρετῆς, οὗ καλοὺς καὶ γενναίους ἐξ ἀνάγκης ἔδει τοὺς καρποὺς γενέσθαι, πάντα δὲ κακίας καὶ παθῶν, ὧν γυναικώδεις αἱ βλάσται, φυτεύσαντες·
但没有一个不义之人在灵魂中播下男性的后代,相反,那些缺乏男子气概、意志消沉且在心志上女性化的人,本性上只生育女性,他们没有种植一棵德行之树(其果实必然是美好且高贵的),而是种植了充满邪恶与情欲的树木,这些树木的嫩芽是女性化的。
§5οὗ χάριν θυγατέρας οἱ ἄνθρωποι οὗτοι γεννῆσαι λέγονται, υἱὸν δὲ οὐδεὶς αὐτῶν.
因此,据说这些人只生女儿,而他们中没有一个人能生儿子。
ἐπεὶ γὰρ ὁ δίκαιος ἀρρενογονεῖ Νῶε τέλειον καὶ ὀρθὸν λόγον καὶ ἄρρενα ὄντως μετιών, θηλυτόκος ἡ κατὰ τοὺς πολλοὺς ἀδικία πάντως ἀναφαίνεται· ἀμήχανον γὰρ τὰ αὐτὰ πρὸς τῶν ἐναντίων, ἀλλὰ μὴ τὰ ἐναντία πάλιν γενέσθαι.
因为既然义人诺亚在追求完美的、正确的、且真正是男性的理性的同时生育了男性,那么大多数人所特有的不义必然被显明为只生女性的;因为从相反的事物中产生相同的事物是不可能的,而必然再次产生相反的事物。
§6„Ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο“(Gen. 6,2).
“上帝的使者们看见人的女儿们美丽,就从他们选择的所有人中,为自己娶了妻子”(创6:2)。
οὓς ἄλλοι φιλόσοφοι δαίμονας, ἀγγέλους Μωυσῆς εἴωθεν ὀνομάζειν· ψυχαὶ δ’ εἰσὶ κατὰ τὸν ἀέρα πετόμεναι.
那些被其他哲学家称为“代蒙”的,摩西习惯称其为“使者”;而它们其实是在空中飞舞的灵魂。
§7καὶ μηδεὶς ὑπολάβῃ μῦθον εἶναι τὸ εἰρημένον· ἀνάγκη γὰρ ὅλον δι’ ὅλων τὸν κόσμον ἐψυχῶσθαι, τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ πρόσφορα ζῷα περιέχοντος, γῆς μὲν τὰ χερσαῖα, θαλάττης δὲ καὶ ποταμῶν τὰ ἔνυδρα, πυρὸς δὲ τὰ πυρίγονα — λόγος δὲ ἔχει ταῦτα κατὰ Μακεδονίαν μάλιστα γίνεσθαι —, οὐρανοῦ δὲ τοὺς ἀστέρας.
且让谁也不要以为所说的是神话;因为整个宇宙必须完全被赋予生命,其每一个最重要且最基础的部分,都包含着属于它自己且适合它的生物:土地包含着陆生动物,海洋和河流包含着水生生物,火包含着火生生物——据说这些主要产生在马其顿——而天空包含着星辰。
§8καὶ γὰρ οὗτοι ψυχαὶ ὅλαι δι’ ὅλων ἀκήρατοί τε καὶ θεῖαι, παρὸ καὶ κύκλῳ κινοῦνται τὴν συγγενεστάτην νῷ κίνησιν· νοῦς γὰρ ἕκαστος αὐτῶν ἀκραιφνέστατος.
因为确实,这些星辰也完全是纯洁且神圣的灵魂,因此它们作着与理性最相似的圆周运动;因为它们中的每一个都是最纯粹的理性。
ἔστιν οὖν ἀναγκαῖον καὶ τὸν ἀέρα ζῴων πεπληρῶσθαι· ταῦτα δὲ ἡμῖν ἐστιν ἀόρατα, ὅτιπερ καὶ αὐτὸς οὐχ ὁρατὸς αἰσθήσει.
因此,空气中必然也充满了生物;但这些对我们来说是隐形的,因为空气本身在感官上就是不可见的。
§9ἀλλ’ οὐ παρόσον ἀδύνατος ἡ ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ τοῦτ’ οὔκ εἰσιν ἐν ἀέρι ψυχαί, καταλαμβάνεσθαι δ’ αὐτὰς ἀναγκαῖον ὑπὸ νοῦ, ἵνα πρὸς τῶν ὁμοίων τὸ ὅμοιον θεωρῆται.
但并非因为视力无法呈现灵魂的形象,空气中就没有灵魂,相反,它们必然要被理性所把握,以便同类能被同类所观照。
ἐπεὶ καὶ τί φήσομεν;
否则,我们又该说什么呢?
§10πάνθ’ ὅσα χερσαῖα καὶ ἔνυδρα οὐκ ἀέρι καὶ πνεύματι ζῇ;
所有那些陆生和水生的生物,难道不是靠着空气和气息活着的吗?
τί δέ; οὐκ ἀέρος κακωθέντος τὰ λοιμικὰ συνίστασθαι παθήματα φιλεῖ, ὡς ἂν αἰτίου τῆς ψυχώσεως ἑκάστοις;
还有,当空气败坏时,岂不是往往会产生瘟疫的疾病,就好像它是万物生命化的原因一样吗?
τί δέ; ὁπότε ἀπήμων καὶ ἀβλαβὴς εἴη, ὁποῖον ἐν ταῖς βορείοις μάλιστα αὔραις εἴωθε γίνεσθαι, οὐ καθαρωτέρου σπῶντα τοῦ πνεύματος πρὸς πλείονα καὶ κραταιοτέραν διαμονὴν ἐπιδίδωσιν;
还有,当空气无害且无损时——就如在北风吹拂时最常发生的那样——生物由于吸入更洁净的气息,岂不走向更长久、更强健的生存吗?
§11ἆρ’ οὖν εἰκὸς δι’ οὗ τὰ ἄλλα, ἔνυδρά τε καὶ χερσαῖα, ἐψύχωται, ἔρημον εἶναι ἢ ψυχῶν ἀμοιρεῖν;
那么,既然其他事物——水生和陆生的生物——都是通过它而被赋予生命的,那么它自身却空无一物或缺少灵魂,这合理吗?
τοὐναντίον μὲν οὖν, εἰ καὶ τὰ ἄλλα πάντα ζῴων ἄγονα ἦν, μόνος ἀὴρ ὤφειλε ζῳοτοκῆσαι τὰ ψυχῆς κατ’
相反,即使所有其他事物都不能生育生物,唯独空气也应该按照……来孕育属灵魂的事物。

词汇与语法注释

  1. 1ἄξιον οἶμαι διαπορῆσαι — 非人称形容词 `ἄξιον` 省略了系动词 `ἐστί`。不定式 `διαπορῆσαι`(探究、质疑)作为逻辑主语,意为“我认为值得探究……”。
  2. 1τὴν τῶν ἀτέχνων ... πληθὺν ἐπεσκιασμένην ἀποφαίνει — 动词 `ἀποφαίνει` 携带宾语(对格 `πληθύν`)与宾语补足语分词(对格完了受动分词 `ἐπεσκιασμένην`),构成“显示……处于被遮蔽/暗淡无光的状态”的结构。
  3. 4δένδρον οὐδὲν ἀρετῆς ... φυτεύσαντες — 从句首的宾语 `δένδρον οὐδὲν` 到句末的分词 `φυτεύσαντες`(主格阳性复数)构成了长距离倒置(hyperbaton)。该分词与主语 `ἄνανδροι` 等一致,作为状语分词(表示原因或方式)修饰主句动词 `θηλυγονοῦσιν`。
  4. 7τῶν πρώτων καὶ στοιχειωδῶν μερῶν ἑκάστου τὰ οἰκεῖα καὶ πρόσφορα ζῷα περιέχοντος — 这是一个属格独立结构(genitive absolute),其中 `ἑκάστου`(修饰 `μερῶν`)作属格主语, `περιέχοντος` 为现在分词属格,为前文的 `ἀνάγκη γὰρ ... ἐψυχῶσθαι`(整个宇宙必然被赋予生命)提供原因解释。
  5. 9ἀλλ’ οὐ παρόσον ἀδύνατος ἡ ὄψις ψυχῶν φαντασιωθῆναι τύπους, διὰ τοῦτ’ οὔκ εἰσιν ἐν ἀέρι ψυχαί — 连词 `παρόσον`(因为,正如)与后文的 `διὰ τοῦτο`(因此)呼应,构成“并非因为A,就因此导致B”的逻辑否定结构。不定式 `φαντασιωθῆναι` 作为限制性不定式,修饰形容词 `ἀδύνατος`(不可能)。

引用这一段

斐洛·尤迪厄斯, 论巨人 §1-11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0018.tlg007.humanitext-grc1:1-11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。