§12ἐξαίρετον χάριν παρὰ τοῦ δημιουργοῦ σπέρματα λαβών.
創造主から特別な恵みとして種子を受け取って[魂に属するものを生み出すべきであった]。
τῶν οὖν ψυχῶν αἱ μὲν πρὸς σώματα κατέβησαν, αἱ δὲ οὐδενὶ τῶν γῆς μορίων ἠξίωσάν ποτε συνενεχθῆναι.
さて、それらの魂のうち、あるものは肉体へと下り、またあるものは地上のいかなる部分とも決して結びつくに値しないと考えた。
ταύταις ἀφιερωθείσαις καὶ τῆς τοῦ πατρὸς θεραπείας περιεχομέναις ὑπηρέτισι καὶ διακόνοις ὁ δημιουργὸς εἴωθε χρῆσθαι πρὸς τὴν τῶν θνητῶν ἐπιστασίαν.
創造主は、これら聖別され、父への仕えに専念している[魂たち]を、奉仕者や召使いとして、凡夫たちの監督のために用いるのを常としている。
§13ἐκεῖναι δ’ ὥσπερ εἰς ποταμὸν τὸ σῶμα καταβᾶσαι ποτὲ μὲν ὑπὸ συρμοῦ δίνης βιαιοτάτης ἁρπασθεῖσαι κατεπόθησαν, ποτὲ δὲ πρὸς τὴν φορὰν ἀντισχεῖν δυνηθεῖσαι τὸ μὲν πρῶτον ἀνενήξαντο, εἶτα ὅθεν ὥρμησαν, ἐκεῖσε πάλιν ἀνέπτησαν.
他方、あちらの[魂たち]は、川のような肉体の中へと下って、あるときには極めて激しい渦の引き波にさらわれて飲み込まれ、またあるときには、その流れに抗することができて、最初は泳ぎ上がり、その後、出発した場所へと再び飛び去った。
§14αὗται μὲν οὖν εἰσι ψυχαὶ τῶν ἀνόθως φιλοσοφησάντων, ἐξ ἀρχῆς ἄχρι τέλους μελετῶσαι τὸν μετὰ σωμάτων ἀποθνῄσκειν βίον, ἵνα τῆς ἀσωμάτου καὶ ἀφθάρτου παρὰ τῷ ἀγενήτῳ καὶ ἀφθάρτῳ ζωῆς μεταλάχωσιν,
したがって、これらは、偽りなく哲学した者たちの魂であり、彼らは最初から最後まで、肉体を伴う生において死ぬことを練習しており、それは、生まれざる不滅の者のもとで、非肉体的で不滅の生命にあずかるためである。
§15αἱ δὲ καταποντωθεῖσαι τῶν ἄλλων ἀνθρώπων ὅσοι σοφίας ἠλόγησαν ἐκδόντες ἀστάτοις καὶ τυχηροῖς πράγμασιν ἑαυτοὺς, ὧν οὐδὲν εἰς τὸ κράτιστον τῶν ἐν ἡμῖν, ψυχὴν ἢ νοῦν, ἀναφέρεται, πάντα δὲ ἐπὶ τὸν συμφυᾶ νεκρὸν ἡμῶν, τὸ σῶμα, ἢ ἐπὶ τὰ ἀψυχότερα τούτου, δόξαν λέγω καὶ χρήματα καὶ ἀρχὰς καὶ τιμὰς καὶ ὅσα ἄλλα ὑπὸ τῶν μὴ τεθεαμένων τὰ πρὸς ἀλήθειαν καλὰ ἀπάτῃ ψευδοῦς δόξης ἀναπλάττεται ἢ ζωγραφεῖται.
他方、沈められた[魂たち]は、他の人々、すなわち知恵を無視して、移り気で偶然に左右される事柄に身を委ねた者たちの魂である。 それらの事柄のいずれも、我々の中の最善のもの、すなわち魂や知性へと向けられることはなく、すべては、我々に生まれつき備わった死体である肉体、あるいはこれよりさらに魂のないもの、私が言うところの評判、富、権力、名誉、その他、真に美しいものを観照したことのない者たちによって虚偽の思惑の欺きのもとで捏造されたり、描き出されたりするすべてのものへと向けられるのである。
§16ψυχὰς οὖν καὶ δαίμονας καὶ ἀγγέλους ὀνόματα μὲν διαφέροντα, ἓν δὲ καὶ ταὐτὸν ὑποκείμενον διανοηθεὶς ἄχθος βαρύτατον ἀποθήσῃ δεισιδαιμονίαν.
したがって、魂、ダイモーン、天使とは、異なる名前であっても、一つの同じ基底的実体であると理解するならば、あなたは迷信という極めて重い荷を下ろすことになるだろう。
ὥσπερ γὰρ ἀγαθοὺς δαίμονας καὶ κακοὺς λέγουσιν οἱ πολλοὶ καὶ ψυχὰς ὁμοίως, οὕτως καὶ ἀγγέλους τοὺς μὲν τῆς προσρήσεως ἀξίους πρεσβευτάς τινας ἀνθρώπων πρὸς θεὸν καὶ θεοῦ πρὸς ἀνθρώπους ἱεροὺς καὶ ἀσύλους διὰ τὴν ἀνυπαίτιον καὶ παγκάλην ταύτην ὑπηρεσίαν, τοὺς δ’ ἔμπαλιν ἀνιέρους καὶ ἀναξίους τῆς προσρήσεως καὶ αὐτὸς ὑπολαμβάνων οὐχ ἁμαρτήσει.
なぜなら、多くの人々が善いダイモーンと悪いダイモーン、また魂についても同様に語るように、あなた自身もまた、天使たちについて、ある者はその呼び名に値する、人間から神へ、神から人間への使者であり、その非の打ちどころのない極めて美しい奉仕のゆえに神聖で不可侵な者たちであるとみなし、また別の者たちは逆に、不神聖でその呼び名に値しない者たちであるとみなすなら、過ちを犯すことはないからである。
§17μαρτυρεῖ δέ μου τῷ λόγῳ τὸ παρὰ τῷ ὑμνογράφῳ εἰρημένον ἐν ᾄσματι τούτῳ·
そして私の議論を証言するのは、賛歌の作者によってこの歌の中に語られていることである。
„ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλῖψιν, ἀποστολὴν δι’ ἀγγέλων πονηρῶν“(Psalm. 77,49).
「神は彼らに激しい怒りを、憤りと怒りと苦難を、悪しき使者たちによる派遣を送られた」(詩篇 77:49)。
οὗτοί εἰσιν οἱ πονηροὶ τὸ ἀγγέλων ὄνομα ὑποδυόμενοι, τὰς μὲν ὀρθοῦ λόγου θυγατέρας, ἐπιστήμας καὶ ἀρετάς, οὐκ εἰδότες, τὰς δὲ τῶν ἀνθρώπων θνητὰς θνητῶν ἀπογόνους ἡδονὰς μετερχόμενοι γνήσιον μὲν οὐδὲν ἐπιφερομένας κάλλος, ὃ διανοίᾳ μόνῃ θεωρεῖται, νόθον δὲ εὐμορφίαν, δι’ ἧς ἡ αἴσθησις ἀπατᾶται.
これらこそが、天使の名を装う悪しき者たちであり、彼らは正しいロゴスの娘たちである知識や美徳を知らず、人間の、死すべき者たちの子孫である死すべき快楽を追求し、それらの快楽は、知性によってのみ観照される真の美を何ら伴わず、感覚が欺かれるような偽りの美しさをまとっている。
§18λαμβάνουσι δὲ οὐ πάσας ἅπαντες τὰς θυγατέρας, ἀλλ’ ἔνιοι ἐνίας ἐκ μυρίων ὅσων ἐπελέξαντο ἑαυτοῖς, οἱ μὲν τὰς δι’ ὄψεως, ἕτεροι δὲ τὰς δι’ ἀκοῆς, τὰς δ’ αὖ διὰ γεύσεως καὶ γαστρὸς ἄλλοι, τινὲς δὲ τὰς μετὰ γαστέρα, πολλοὶ δὲ καὶ τῶν πορρωτάτω διῳκισμένων ἀντελάβοντο τὰς μηκίστας ἐν ἑαυτοῖς τείνοντες ἐπιθυμίας·
しかし、彼ら全員がすべての娘を娶るのではなく、ある者たちは自分たちのために選び取った無数の娘たちの中から特定の娘たちを娶る。 ある者は視覚による快楽を、他の者は聴覚による快楽を、またある者は味覚や胃袋による快楽を、特定の者は胃袋の次に来る快楽を娶り、多くの者は、自分たちの中に最も長い欲望を引き延ばしながら、極めて遠く離れたところにあるものさえ手に入れる。
ποικίλαι γὰρ ἐξ ἀνάγκης αἱ ποικίλων ἡδονῶν αἱρέσεις, ἄλλων ᾠκειωμένων ἄλλαις.
なぜなら、様々な快楽の選択は、異なる人々が異なる快楽に親しんでいるため、必然的に多様だからである。
§19Ἐν δὴ τοῖς τοιούτοις ἀμήχανον τὸ τοῦ θεοῦ καταμεῖναι καὶ διαιωνίσαι πνεῦμα, ὡς δηλοῖ καὶ αὐτὸς ὁ νομοθέτης.
実にこのような者たちの中に、神の霊が留まり続け、永続することは不可能である。
„εἶπε“γάρ φησι „κύριος ὁ θεός·
それは立法者自身も明らかにしている通りである。
οὐ καταμενεῖ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις εἰς τὸν αἰῶνα διὰ τὸ εἶναι αὐτοὺς σάρκας“(Gen.
なぜなら、「主なる神は言われた。
6,3).
わたしの霊は、人が肉にすぎないため、永遠に彼らの中に留まり続けることはない」(創世記 6:3)と彼は言うからである。
§20μένει μὲν γὰρ ἔστιν ὅτε, καταμένει δ’ οὐκ εἰσάπαν παρὰ τοῖς πολλοῖς ἡμῖν.
なぜなら、我々多数の者のもとに、それはある時には留まるが、完全に留まり続けることはないからである。
τίς γὰρ οὕτως ἄλογος ἢ ἄψυχός ἐστιν, ὡς μηδέποτε ἔννοιαν τοῦ ἀρίστου μήθ’ ἑκὼν μήτ’ ἄκων λαβεῖν;
なぜなら、自発的にせよ不本意ながらにせよ、最善のものの概念を一度も抱いたことがないほど、理性を欠き、あるいは魂を持たない者がいるだろうか。
ἀλλὰ γὰρ καὶ τοῖς ἐξαγίστοις ἐπιποτᾶται πολλάκις αἰφνίδιος ἡ τοῦ καλοῦ φαντασία, συλλαβεῖν δ’ αὐτὴν καὶ φυλάξαι παρ’ ἑαυτοῖς ἀδυνατοῦσιν.
しかし、極めて邪悪な者たちのもとにも、美の表象がしばしば突如として舞い降りるが、彼らはそれを捉えて自分たちのもとに引き留めておくことができないのである。