Humanitext Reader

伊塞优斯 · 为欧菲莱托斯辩护 §7-12

家族的宣誓与先前的仲裁结果

第 2 段,共 2 段 · 希腊语

内容简介

发言人要求对手在证明其公民身份时采用与尤菲莱图斯相同的标准,并强调尤菲莱图斯的父母和兄弟随时准备进行庄严的宣誓。他还指出对手在先前的仲裁中败诉,以此作为尤菲莱图斯合法公民身份的有力证据。

§7ὥστε ἡδέως κἂν τῶν ἀντιδικούντων ἡμῖν τοῦ σεμνοτάτου πυθοίμην, εἰ ἄλλοθέν ποθεν ἔχοι ἂν ἐπιδεῖξαι αὑτὸν Ἀθηναῖον ἢ ἐκ τούτων ὧν καὶ ἡμεῖς Εὐφίλητον ἐπιδείκνυμεν.
因此,我倒很想问问我们的对手中那个最道貌岸然的人,他除了通过我们证明尤菲莱图斯是雅典人的那些依据之外,还能从其他什么途径证明他自己是雅典人。
ἐγὼ μὲν γὰρ οὐκ οἶμαι ἄλλο τι ἂν αὐτὸν 〈εἰπεῖν〉 ἢ ὅτι ἡ μήτηρ ἀστή τέ ἐστι καὶ 〈γαμετὴ καὶ ἀστὸς〉 ὁ πατήρ, καὶ ὡς ταῦτʼ ἀληθῆ λέγει, παρέχοιτʼ ἂν αὐτῷ τοὺς συγγενεῖς μάρτυρας.
因为我认为,他除了说“母亲是公民且是合法妻子,父亲也是公民”之外,不会说别的,而且为了证明这是实话,他也会提供自己的亲属作证。
§8εἶτα, ὦ ἄνδρες δικασταί, εἰ μὲν οὗτοι ἐκινδύνευον, ἠξίουν ἂν τοῖς αὑτῶν οἰκείοις ὑμᾶς πιστεύειν μαρτυροῦσι μᾶλλον ἢ τοῖς κατηγόροις· νυνὶ δὲ ἡμῶν πάντα ταῦτα παρεχομένων ἀξιώσουσιν ὑμᾶς τοῖς αὑτῶν πείθεσθαι λόγοις μᾶλλον ἢ τῷ πατρὶ τῷ Εὐφιλήτου καὶ ἐμοὶ καὶ τῷ ἀδελφῷ καὶ τοῖς φράτορσι καὶ πάσῃ τῇ ἡμετέρα συγγενείᾳ;
况且,诸位陪审员,如果是他们自己面临诉讼危险,他们肯定会要求你们相信他们自己亲属的证言,而不是相信控告者;但如今,在我们提供了所有这些证据的情况下,他们竟然还要求你们相信他们自己的空话,而不是相信尤菲莱图斯的父亲、我、他的兄弟、胞族成员以及我们所有的亲属吗?
καὶ μὴν οὗτοι μὲν οὐδʼ ἐν ἑνὶ κινδυνεύοντες ἰδίας ἔχθρας ἕνεκα ποιοῦσιν, ἡμεῖς δὲ πάντας ὑποδίκους ἡμᾶς αὐτοὺς καθιστάντες μαρτυροῦμεν.
更何况,他们是在不承担任何风险的情况下,纯粹出于私怨而行事,而我们是在让自己承担一切被诉风险的情况下来作证的。
§9καὶ πρὸς ταῖς μαρτυρίαις, ὦ ἄνδρες δικασταί, πρῶτον μὲν ἡ τοῦ Εὐφιλήτου μήτηρ, ἣν οὗτοι ὁμολογοῦσιν ἀστὴν εἶναι, ὅρκον ὀμόσαι ἐπὶ τοῦ διαιτητοῦ ἐβούλετο ἐπὶ Δελφινίῳ ἦ μὴν τουτονὶ Εὐφίλητον εἶναι ἐξ αὑτῆς καὶ τοῦ ἡμετέρου πατρός.
诸位陪审员,除了证言之外,首先是尤菲莱图斯的母亲——连他们自己也承认她是公民——愿意在仲裁人面前、在德尔菲尼翁神殿起誓,确证这位尤菲莱图斯确是她与我们的父亲所生。
καίτοι τίνα προσῆκε μᾶλλον αὐτῆς ἐκείνης τοῦτο εἰδέναι;
然而,还有谁比她自己更适合知道这件事呢?
ἔπειτα, ὦ ἄνδρες δικασταί, ὁ πατὴρ ὁ ἡμέτερος, ὃν εἰκός ἐστι μετὰ τὴν τούτου μητέρα ἄριστα τὸν αὑτοῦ ὑὸν γιγνώσκειν, οὗτος καὶ τότε καὶ νυνὶ βούλεται ὀμόσαι ἦ μὴν Εὐφίλητον τουτονὶ ὑὸν εἶναι αὑτοῦ ἐξ ἀστῆς καὶ γαμετῆς γυναικός.
其次,诸位陪审员,我们的父亲——继他的母亲之后最了解自己儿子的人——当时和现在都愿意起誓,确证这位尤菲莱图斯确是他与一位身为公民且是合法妻子的女人所生的儿子。
§10πρὸς τούτοις τοίνυν, ὦ ἄνδρες δικασταί, ἐγὼ ἐτύγχανον μὲν τρισκαιδεκαέτης ὤν, ὥσπερ καὶ πρότερον εἶπον, ὅτε οὗτος ἐγένετο, ἕτοιμος δʼ εἰμὶ ὀμόσαι ἦ μὴν Εὐφίλητον τουτονὶ ἀδελφὸν εἶναι ἐμαυτοῦ ὁμοπάτριον.
此外,诸位陪审员,正如我之前所说,他出生时我刚满十三岁,我准备起誓确证这位尤菲莱图斯确是我的同父兄弟。
ὥστε, ὦ ἄνδρες δικασταί, δικαίως ἂν καὶ τοὺς ἡμετέρους ὅρκους πιστοτέρους νομίζοιτε ἢ τοὺς τούτων λόγους· ἡμεῖς μὲν γὰρ ἀκριβῶς εἰδότες ὀμόσαι περὶ αὐτοῦ θέλομεν, οὗτοι δὲ ταῦτα ἀκηκοότες παρὰ τῶν τούτου διαφόρων ἢ αὐτοὶ πλάττοντες λέγουσι.
因此,诸位陪审员,你们理所当然会认为我们的誓言比他们的空话更可信;因为我们是在确切知情的情况下愿意为他起誓,而他们则是从他的仇人那里听来这些话,或者是他们自己编造出来的。
§11πρὸς δὲ τούτοις, ὦ ἄνδρες δικασταί, ἡμεῖς μὲν τοὺς συγγενεῖς μάρτυρας καὶ ἐπὶ τῶν διαιτητῶν καὶ ἐφʼ ὑμῶν παρεχόμεθα, οἷς οὐκ ἄξιον ἀπιστεῖν· οὗτοι δέ, ἐπειδὴ ἔλαχεν ὁ Εὐφίλητος τὴν δίκην τὴν προτέραν τῷ κοινῷ τῶν δημοτῶν καὶ τῷ τότε δημαρχοῦντι, ὃς νῦν τετελεύτηκε, δύο ἔτη τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος οὐκ ἐδυνήθησαν οὐδεμίαν μαρτυρίαν εὑρεῖν ὡς οὑτοσὶ ἄλλου τινὸς πατρός ἐστιν ἢ τοῦ ἡμετέρου.
此外,诸位陪审员,无论是在仲裁人面前还是在你们面前,我们都提供了不容置疑的亲属作为证人;而这些人,在尤菲莱图斯向区民共同体以及当时的区长(现已去世)提起前一次诉讼时,尽管仲裁人审理了两年,他们却无法找到任何证据来证明这个人是除我们父亲之外的任何其他人的儿子。
τοῖς δὲ διαιτῶσι μέγιστα 〈ταῦτα〉 σημεῖα ἦν τοῦ ψεύδεσθαι τούτους, καὶ κατεδιῄτησαν αὐτῶν ἀμφότεροι.
对仲裁人来说,这就是他们说谎的最大证据,因而两位仲裁人都作出了不利于他们的裁决。
καί μοι λαβὲ τῆς προτέρας διαίτης τὴν μαρτυρίαν.
请帮我拿前一次裁决的证词。
§12Μαρτυρία ὡς μὲν τοίνυν καὶ τότε ὦφλον τὴν δίαιταν, ἀκηκόατε.
(证词)由此可见,当时他们也在裁决中败诉,你们已经听到了。
ἀξιῶ δέ, ὦ ἄνδρες δικασταί, ὥσπερ οὗτοι μέγα τοῦτʼ ἂν ἔφησαν εἶναι σημεῖον ὡς οὐκ ἔστιν Ἡγησίππου, εἰ οἱ διαιτηταὶ αὐτῶν ἀπεδιῄτησαν, οὕτω τὸ νῦν ἡμῖν τοὐναντίον εἶναι μαρτύριον, ὅτι ἀληθῆ λέγομεν, ἐπεὶ ἔδοξαν αὐτοῖς ἀδικεῖν τοῦτον Ἀθηναῖον ὄντα καὶ κυρίως πρῶτον ἐγγραφέντα ὕστερον ἐξαλείψαντες.
诸位陪审员,我认为,正如如果仲裁人作出了有利于他们的裁决,他们就会声称这是证明他不是黑格西波斯之子的巨大证据一样,现在相反的情况应当成为我们说真话的证据,因为仲裁人判定他们伤害了这个本是雅典人、最初合法登记而后来被抹去的人。
ὅτι μὲν οὖν ἀδελφὸς ἡμῶν ἐστιν οὑτοσὶ Εὐφίλητος καὶ πολίτης ὑμέτερος, καὶ ἀδίκως ὑβρίσθη ὑπὸ τῶν ἐν τῷ δήμῳ συστάντων, ἱκανῶς οἴομαι ὑμᾶς, ὦ ἄνδρες δικασταί, ἀκηκοέναι.
因此,诸位陪审员,我认为你们已经充分听取了关于这位尤菲莱图斯是我们的兄弟、也是你们的公民,并且被区内结伙之人不公地侮辱了的事实。

词汇与语法注释

  1. §7ὧν — 关系代词 ὧν 本应为宾格 ἅ(作为及物动词 ἐπιδείκνυμεν 的直接宾语),但受其先行词属格 τούτων 的影响,发生了格同化(case attraction)而变成属格。
  2. §8ἀξιώσουσιν — 现在直陈式未来时动词 ἀξιώσουσιν 在一个反问句中担任谓语,用于控诉对手当前荒谬的要求,这与前句中过去相反的虚拟条件句(ἠξίουν ἂν)形成了鲜明的对比。
  3. §11τοῦ διαιτητοῦ τὴν δίαιταν ἔχοντος — 此处的属格独立(genitive absolute)结构在该语境下最自然地应被理解为让步意义,即“尽管仲裁人将裁决审理了两年”。
  4. §12ἂν ἔφησαν ... εἰ ... ἀπεδιῄτησαν — 这是一个过去相反的虚拟条件句,由主句中的 ἂν ἔφησαν(直陈式过去时 + ἄν)和条件从句中的 εἰ ... ἀπεδιῄτησαν(εἰ + 直陈式过去时)构成。
  5. §12ἐξαλείψαντες — 分词 ἐξαλείψαντες 充当方式或原因状语,具体说明了对手此后是如何通过“抹去其名字”这一行为来伤害(ἀδικεῖν)尤菲莱图斯的。

引用这一段

伊塞优斯, 为欧菲莱托斯辩护 §7-12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0017.tlg012.humanitext-grc2:7-12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。