Humanitext Reader

伊塞优斯 · 为欧菲莱托斯辩护 §0-6

尤菲莱图斯的公民身份与亲属证词的真实性

第 1 段,共 2 段 · 希腊语

内容简介

该篇演说由尤菲莱图斯的兄弟发表,旨在为在区内市民审查中被除名、进而提起诉讼以恢复公民权的尤菲莱图斯进行辩护。演说者从父亲、自身及其他亲属的立场出发,论证了他们证明其市民身份的证词之真实性。

§0Ὑπόθεσις τὸν Ἐρχίεων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας ἀπελαυνόμενος.
概要:一位被除名的人将埃尔基亚区民召入法庭,诉称自己被不公地剥夺了公民权。
ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων νόμος, ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους, τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν εἰς τὸ δικαστήριον εἶναι προσκαλεσαμένοις τοὺς δημότας, καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια.
因为雅典人确实制定了一项法律,规定要按区对市民进行审查,凡被区民投票否决的人不得享有公民权,但被不公否决的人在召集区民后有权向法庭申诉,若第二次仍被证实非市民,则他们将被卖为奴隶,其财产收归国有。
κατὰ τοῦτον τὸν νόμον ὁ Εὐφίλητος, προσκαλεσάμενος τοὺς Ἐρχιέας ὡς ἀδίκως καταψηφισαμένους αὑτοῦ, τὸν ἀγῶνα τόνδε διατίθεται.
根据这项法律,尤菲莱图斯召集了埃尔基亚人,控告他们不公地投票否决自己,从而进行这场诉讼。
προείρηται μὲν δὴ τὰ πράγματα ταῦτʼ ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων· οἷς δὲ βεβαίως βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδʼ ἐστίν, ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντʼ ἀκριβῶς ἐξειργασμένα, κρινέτω δὲ ὁ βουλόμενος εἰ τὰ προσήκοντα ἔγνωκα περὶ αὐτῶν.
这些事实此前已被准确陈述,并通过证人得到了证实;而他希望用来确证这些证言的论点如下,依我之见,这些论点都经过了精确的推敲,但愿意评判的人可以自行判定我对此事是否作出了恰当的判断。
§1ὅτι μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἀδελφὸς ἡμῖν ἐστιν οὑτοσὶ Εὐφίλητος, οὐ μόνον ἡμῶν ἀλλὰ καὶ τῶν συγγενῶν ἁπάντων ἀκηκόατε μαρτυρούντων.
诸位陪审员,因此,这位尤菲莱图斯是我们的兄弟,你们不仅听到了我们的证言,也听到了我们所有亲属的证言。
σκέψασθε δὲ πρῶτον τὸν πατέρα ἡμῶν, τίνος ἕνεκεν ἂν ψεύδοιτο καὶ τοῦτον μὴ ὄντα αὐτοῦ ὑὸν εἰσεποιεῖτο.
你们且先考虑一下我们的父亲,他有什么理由要撒谎,把这个并非自己儿子的人收为养子呢?
§2πάντας γὰρ εὑρήσετε τοὺς τὰ τοιαῦτα πράττοντας ἢ οὐκ ὄντων αὑτοῖς γνησίων παίδων ἢ διὰ πενίαν ἀναγκαζομένους ξένους ἀνθρώπους εἰσποιεῖσθαι, ὅπως ὠφελῶνταί τι ἀπʼ αὐτῶν διʼ αὑτοὺς Ἀθηναίων γεγονότων.
因为你们会发现,凡是做出这种事的人,要么是因为自己没有合法子女,要么是由于贫困而被迫收养外国人为子,以便因为这些人通过他们成为雅典人而能从中获得某些好处。
τῷ τοίνυν πατρὶ τούτων οὐδέτερον ὑπάρχει·
然而,对我们的父亲来说,这两者都不适用。
γνήσιοι μὲν γὰρ αὐτῷ ἡμεῖς δύο ὑεῖς ἐσμεν, ὥστε οὐκ ἄν γε διʼ ἐρημίαν τοῦτον εἰσεποιεῖτο.
因为我们是他两个合法的儿子,所以他绝不会因为无后而收养这个人。
§3ἀλλὰ μὴν οὐδὲ τροφῆς τε καὶ εὐπορίας τῆς παρὰ τούτου δεόμενος· ἔστι γὰρ αὐτῷ 〈βίος〉 ἱκανός, καὶ χωρὶς τούτου μεμαρτύρηται ὑμῖν τοῦτον ἐκ παιδίου τρέφων καὶ ἀσκῶν καὶ εἰς 〈τοὺς〉 φράτορας εἰσάγων, καὶ ταῦτα οὐ μικρὰ δαπανήματά ἐστιν.
再者,他也不是需要这个人的赡养和资助,因为他拥有足够的生计,而且除此以外,向你们作证的还有,他从小抚养这个人,教育他,并把它引荐给胞族成员,而这些花费并不小。
ὥστε τόν γε πατέρα ἡμῶν οὐκ εἰκός ἐστιν, ὦ ἄνδρες δικασταί, μηδὲν ὠφελούμενον οὕτως ἀδίκῳ πράγματι ἐπιχειρῆσαι.
因此,诸位陪审员,我们的父亲在得不到任何好处的情况下,是不可能去尝试如此不义之举的。
§4ἀλλὰ μὴν οὐδʼ ἐμέ γε οὐδεὶς ἀνθρώπων οὕτω τελέως ἂν ἄφρονα ὑπολάβοι, ὥστε τούτῳ μαρτυρεῖν τὰ ψευδῆ, ὅπως τὰ πατρῷα διὰ πλειόνων διανείμωμαι.
再者,也没有人会认为我竟如此彻底愚蠢,以至于为这个人作伪证,从而把父辈的遗产分给更多的人。
καὶ γὰρ οὐδʼ ἀμφισβητῆσαί μοι ἐξουσία γένοιτʼ ἂν ὕστερον ὡς οὐκ ἔστιν ἀδελφὸς οὗτος ἐμοῦ· οὐδεὶς γὰρ ἂν ὑμῶν τὴν 〈ἐμὴν〉 φωνὴν ἀνάσχοιτʼ ἂν ἀκούων, 〈εἰ〉 νῦν μὲν ὑπόδικον ἐμαυτὸν καθιστὰς μαρτυρῶ ὡς ἔστιν ἀδελφὸς ἡμέτερος, ὕστερον δὲ φαινοίμην τούτοις ἀντιλέγων.
因为此后我甚至没有机会去争辩说他不是我的兄弟;因为如果我现在置自己于受诉讼惩罚的境地,作证说他是我们的兄弟,而以后却被发现反驳这些话,你们中绝不会有人容忍听我的申辩。
§5οὐ μόνον τοίνυν ἡμᾶς, ὦ ἄνδρες δικασταί, εἰκός ἐστι τἀληθῆ μεμαρτυρηκέναι, ἀλλὰ καὶ τοὺς ἄλλους συγγενεῖς.
因此,诸位陪审员,不仅我们,而且其他亲属也显然说了真话。
ἐνθυμήθητε γὰρ πρῶτον μὲν ὅτι οἱ τὰς ἀδελφὰς ἡμῶν ἔχοντες οὐκ ἄν ποτε ἐμαρτύρουν περὶ τούτου τὰ ψευδῆ· μητρυιὰ γὰρ ἡ τούτου μήτηρ ἐγεγένητο ταῖς ἡμετέραις ἀδελφαῖς, εἰώθασι δέ πως ὡς ἐπὶ τὸ πολὺ διαφέρεσθαι ἀλλήλαις αἵ τε μητρυιαὶ καὶ αἱ πρόγονοι· ὥστε εἰ οὗτος ἐξ ἄλλου τινὸς ἀνδρὸς ἦν τῇ μητρυιᾷ καὶ οὐκ ἐκ τοῦ ἡμετέρου πατρός, οὐκ ἄν ποτε, ὦ ἄνδρες δικασταί, τοὺς ἑαυτῶν ἄνδρας αἱ ἀδελφαὶ μαρτυρεῖν [εἴασαν καὶ] ἐπέτρεψαν.
请首先考虑,那些娶了我们姐妹为妻的人,绝不会就这个人作伪证;因为这个人的母亲已经成了我们姐妹的继母,而继母与继女不知何故,大抵总是彼此不和的;因此,诸位陪审员,如果这个人是继母与另外某个男人所生,而非我们父亲所出,我们的姐妹绝不会允许和任由自己的丈夫去作证。
§6καὶ μὴν οὐδʼ ἂν ὁ θεῖος πρὸς μητρὸς ἡμῖν ὤν, τούτῳ δὲ οὐδὲν προσήκων δήπου τῇ τούτου μητρὶ ἠθέλησεν ἄν, ὦ ἄνδρες δικασταί, μαρτυρῆσαι ψευδῆ μαρτυρίαν, διʼ ἣν ἡμῖν γίγνεται βλάβη περιφανής, εἴ περ ξένον ὄντα τοῦτον εἰσποιοῦμεν ἀδελφὸν ἡμῖν αὐτοῖς.
再者,我们的母方舅舅与这个人的母亲毫无亲属关系,他也绝不会愿意作伪证,诸位陪审员,若我们真的收养了这个外人作为我们自己的兄弟,这会给我们带来显而易见的损害。
ἔτι τοίνυν, ὦ ἄνδρες δικασταί, πρὸς τούτοις 〈πῶς〉 ἄν τις ὑμῶν καταγνοίη ψευδομαρτυρίων Δημαράτου τουτουὶ καὶ Ἡγήμονος καὶ Νικοστράτου, οἳ πρῶτον μὲν οὐδὲν αἰσχρὸν οὐδέποτε φανήσονται ἐπιτηδεύσαντες, εἶτα δʼ οἰκεῖοι ὄντες ἡμῖν καὶ εἰδότες ἡμᾶς ἅπαντας μεμαρτυρήκασιν Εὐφιλήτῳ τουτῳὶ τὴν αὑτοῦ συγγένειαν ἕκαστος;
此外,诸位陪审员,除此以外,你们又怎能判定此处的德马拉图斯、黑格蒙和尼科斯特拉托斯作了伪证呢? 他们首先绝不会被发现做过任何可耻之事,其次,作为我们的亲属并了解我们所有人,他们每人都为这位尤菲莱图斯的亲属关系作了证。

词汇与语法注释

  1. §0προσκαλεσαμένοις — 不定过去时分词,与与格主语“τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν”在性、数、格上保持一致。表示“在召集区民之后(有权向法庭申诉)”的条件、手段或时间先后关系。
  2. §1ἂν ψεύδοιτο καὶ ... εἰσεποιεῖτο — 小词“ἄν”同时修饰表示可能性希求法的“ψεύδοιτο”(怎么会撒谎)和表示违反事实虚拟直陈法过去时的“εἰσεποιεῖτο”(怎么会收为子,暗示并未如此)。在同一个疑问表达中并置了两种不同的句法结构。
  3. §4ἀνάσχοιτʼ ἂν ἀκούων — 动词“ἀνέχομαι”(容忍、忍受)以分词为补足语,意为“容忍做某事”。此处带有分词“ἀκούων”(听),且小词“ἄν”在句首“ἂν ὑμῶν”和动词后双重出现,以强调潜在的可能性。

引用这一段

伊塞优斯, 为欧菲莱托斯辩护 §0-6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0017.tlg012.humanitext-grc2:0-6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。