Humanitext Reader

希罗多德 · 历史 §9.93.1-9.93.4

阿波罗尼亚的优埃尼乌斯与太阳的圣羊

第 1548 段,共 1577 段 · 希腊语

内容简介

在希腊联军举行祭祀占卜之际,文中叙述了占卜师戴波诺斯的父亲优埃尼乌斯过去的故事:他因未能守卫好太阳的圣羊而被阿波罗尼亚人刺瞎,结果引发了天谴和神谕。

§9.93.1οἱ δὲ Ἕλληνες ἐπισχόντες ταύτην τὴν ἡμέρην τῇ ὑστεραίῃ ἐκαλλιερέοντο, μαντευομένου σφι Δηιφόνου τοῦ Εὐηνίου ἀνδρὸς Ἀπολλωνιήτεω, Ἀπολλωνίης δὲ τῆς ἐν τῷ Ἰονίῳ κόλπῳ.
希腊人在等过了这一天之后,于次日举行牺牲祭祀以求吉兆,当时为他们担任占卜人的是优埃尼乌斯之子戴波诺斯,他是阿波罗尼亚人,也就是爱奥尼亚湾的那个阿波罗尼亚。
τούτου τὸν πατέρα Εὐήνιον κατέλαβε πρῆγμα τοιόνδε.
这个人的父亲优埃尼乌斯曾遇到过这样一件事。
ἔστι ἐν τῇ Ἀπολλωνίῃ ταύτῃ ἱρὰ ἡλίου πρόβατα, τὰ τὰς μὲν ἡμέρας βόσκεται παρὰ Χῶνα ποταμόν, ὃς ἐκ Λάκμονος ὄρεος ῥέει διὰ τῆς Ἀπολλωνίης χώρης ἐς θάλασσαν παρʼ Ὤρικον λιμένα, τὰς δὲ νύκτας ἀραιρημένοι ἄνδρες οἱ πλούτῳ τε καὶ γένεϊ δοκιμώτατοι τῶν ἀστῶν, οὗτοι φυλάσσουσι ἐνιαυτὸν ἕκαστος· περὶ πολλοῦ γὰρ δὴ ποιεῦνται Ἀπολλωνιῆται τὰ πρόβατα ταῦτα ἐκ θεοπροπίου τινός· ἐν δὲ ἄντρῳ αὐλίζονται ἀπὸ τῆς πόλιος ἑκάς.
在阿波罗尼亚这个地方,有属于太阳的圣羊,它们白天在科恩河畔放牧,这条河从拉克蒙山流出,穿过阿波罗尼亚的领土,在奥里科斯港附近流入大海;而到了夜间,则由从公民中选出的在财富和门第上最有名望的男子来守护它们,每人负责一年;因为根据某条神谕,阿波罗尼亚人极度珍视这些羊;它们在远离城市的山洞里过夜。
§9.93.2ἔνθα δὴ τότε ὁ Εὐήνιος οὗτος ἀραιρημένος ἐφύλασσε.
当时,这个被选中的优埃尼乌斯正在那里守卫。
καὶ κοτὲ αὐτοῦ κατακοιμήσαντος φυλακὴν παρελθόντες λύκοι ἐς τὸ ἄντρον διέφθειραν τῶν προβάτων ὡς ἑξήκοντα.
有一次,他守夜时睡着了,狼群闯入洞中,咬死了大约六十只羊。
ὁ δὲ ὡς ἐπήισε, εἶχε σιγῇ καὶ ἔφραζε οὐδενί, ἐν νόῳ ἔχων ἀντικαταστήσειν ἄλλα πριάμενος.
当他发觉此事时,他保持沉默,没有告诉任何人,心里打算买下其他的羊来替换并补齐。
§9.93.3καὶ οὐ γὰρ ἔλαθε τοὺς Ἀπολλωνιήτας ταῦτα γενόμενα, ἀλλʼ ὡς ἐπύθοντο, ὑπαγαγόντες μιν ὑπὸ δικαστήριον κατέκριναν, ὡς τὴν φυλακὴν κατακοιμήσαντα, τῆς ὄψιος στερηθῆναι.
然而,这件事情并未能瞒过阿波罗尼亚人,他们一旦得知,便将他带到法庭上,判处他失明的惩罚,理由是他在守夜时睡着了。
ἐπείτε δὲ τὸν Εὐήνιον ἐξετύφλωσαν, αὐτίκα μετὰ ταῦτα οὔτε πρόβατά σφι ἔτικτε οὔτε γῆ ἔφερε ὁμοίως καρπόν.
然而在他们刺瞎优埃尼乌斯之后,紧接着,他们的羊不再为他们产仔,土地也不像以前那样结出果实了。
§9.93.4πρόφαντα δέ σφι ἔν τε Δωδώνῃ καὶ ἐν Δελφοῖσι ἐγίνετο, ἐπείτε ἐπειρώτων τοὺς προφήτας τὸ αἴτιον τοῦ παρεόντος κακοῦ, οἳ δὲ αὐτοῖσι ἔφραζον ὅτι ἀδίκως τὸν φύλακον τῶν ἱρῶν προβάτων Εὐήνιον τῆς ὄψιος ἐστέρησαν· αὐτοὶ γὰρ ἐπορμῆσαι τοὺς λύκους, οὐ πρότερόν τε παύσεσθαι τιμωρέοντες ἐκείνῳ πρὶν ἢ δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται καὶ δικαιοῖ· τούτων δὲ τελεομένων αὐτοὶ δώσειν Εὐηνίῳ δόσιν τοιαύτην τὴν πολλούς μιν μακαριεῖν ἀνθρώπων ἔχοντα.
当他们向预言者们询问眼前灾祸的原因时,在多多纳和德尔斐都向他们示下了神谕;预言者们告诉他们,这是因为他们不公正地剥夺了圣羊守护者优埃尼乌斯的视力;因为是神明自己驱使了狼群,并且在他们为自己所做的事向他支付由他自己选择并认为合理的赔偿之前,神明绝不会停止为他复仇;而当这些事情完成时,神明自己将给优埃尼乌斯一份礼物,使他在拥有这份礼物时,会有许多人称他为幸福的人。

词汇与语法注释

  1. 9.93.1ἀραιρημένοι ἄνδρες ... οὗτοι φυλάσσουσι — ἀραιρημένοι(爱奥尼亚方言的守旧完成时被动分词,相当于 ᾑρημένοι)构成主格复数名词短语的一部分,但主句动词 φυλάσσουσι(守护)的主语被代词 οὗτοι(他们)重复。这是一种无关联分词或破格(anacoluthon)结构,在语义上起到强调主语的同位语作用。
  2. 9.93.2αὐτοῦ κατακοιμήσαντος φυλακὴν — αὐτοῦ κατακοιμήσαντος 是属格独立结构。宾格的 φυλακήν 既可以解释为表示时间的持续宾格(“在值班期间”),也可以作为不及物动词 κατακοιμάω 的同源宾格(“睡过了他的值班守卫”)。
  3. 9.93.3τῆς ὄψιος στερηθῆναι — 此不定式短语作为 κατέκριναν(宣判)的补足语。动词 κατακρίνω 带有“人(宾格)+ 不定式”结构,意为“判处某人某罪或惩罚”。被动不定式 στερηθῆναι(被剥夺)支配表示剥夺或分离的属格 τῆς ὄψιος(视力)。
  4. 9.93.4δίκας δῶσι τῶν ἐποίησαν ταύτας τὰς ἂν αὐτὸς ἕληται — τῶν ἐποίησαν 是 τούτων ἃ ἐποίησαν(他们所做的事)中关系代词的吸引(attraction)现象。此外,ταύτας τὰς 修饰先行词 δίκας(赔偿),而 τὰς ἂν(爱奥尼亚方言相当于 ἃς ἂν)引导一个带有虚拟语气 ἕληται(选择)的限定关系从句,意为“他自己将选择的(那些赔偿)”。

引用这一段

希罗多德, 历史 §9.93.1-9.93.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.93.1-9.93.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。