Humanitext Reader

希罗多德 · 历史 §9.94.1-9.94.3

对优埃尼乌斯的赔偿与占卜神赋

第 1549 段,共 1577 段 · 希腊语

内容简介

阿波罗尼亚人为履行神谕,设计诱骗优埃尼乌斯选择了他想要的赔偿(优美的土地和住宅)。优埃尼乌斯在得知受骗后十分愤怒,但在得到这些产业后,他立刻获得了神授的占卜能力并因而闻名。

§9.94.1τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη, οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι.
这些神谕被传达给了他们,而阿波罗尼亚人将此保密,并委托公民中的某些男子去执行任务。
οἳ δέ σφι διέπρηξαν ὧδε· κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο, ἐς ὃ κατέβαινον συλλυπεύμενοι τῷ πάθεϊ· ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν.
他们是这样为他们执行任务的:当优埃尼乌斯坐在椅子上时,他们走上前去坐在他身旁,开始谈论其他事情,直到最后他们开始对他的不幸表示同情;他们就这样引导着话题,询问他如果阿波罗尼亚人愿意为他们所做的事承担并给予赔偿,他会选择什么样的赔偿。
§9.94.2ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τις οἱ δοίη ἀγρούς, τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ, καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι· τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι, καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην.
而他并未听说过那条神谕,便做出了选择,说如果有人能给他土地,并指名了那些他所知道的拥有阿波罗尼亚最美丽的两个地块的市民,此外再加上一栋他所知道的城里最漂亮的住宅;他说,如果自己能得到这些,今后就不会再有怨恨,而这一赔偿一旦实现,对他来说也就足够了。
§9.94.3καὶ ὃ μὲν ταῦτα ἔλεγε, οἳ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες Εὐήνιε, ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα.
当他正说着这些话时,坐在身旁的那些人插话说:“优埃尼乌斯,这是阿波罗尼亚人为了刺瞎你的眼睛,按照所降下的神谕向你支付的赔偿。
ὃ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποίεε, τὸ ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον, ὡς ἐξαπατηθείς· οἳ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο.
”他对此感到非常愤怒,因为他随后得知了全部实情,深感自己被愚弄了;但他们还是向原主买下了那些产业,并把他所选择的选择物交给了他。
καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε, ὥστε καὶ ὀνομαστὸς γενέσθαι.
在此之后,他立刻获得了与生俱来的占卜能力,甚至因此闻名遐迩。

词汇与语法注释

  1. §9.94.1τίνα δίκην ἂν ἕλοιτο, εἰ ἐθέλοιεν — 间接疑问句中的潜在语气祈愿(ἂν ἕλοιτο)及其对应的条件从句(εἰ ἐθέλοιεν)。这并不是因为主句动词为过去时(εἰρώτων)而产生的间接引语折向祈愿语气,而是保留了直接引语中的潜在条件句:“如果他们愿意承担……,你会选择什么赔偿?”(τίνα ἂν ἕλοιο, εἰ ἐθέλοιεν...)。
  2. §9.94.2τοῖσι ἠπίστατο εἶναι — 爱奥尼亚方言的关系代词 τοῖσι(相当于 οἷς,复数与格)作为表示所有的与格(Dativus possessivus)与 εἶναι 连用,表示“属于某人”。不定式 εἶναι 充当 ἠπίστατο(知道)的补足语,整句意为“他所知道的那些拥有(最美丽土地)的市民”。
  3. §9.94.3δεινὰ ἐποίεε — 惯用语 δεινὰ ποιέομαι(此处使用主动语态 ποιέω,含义相同)意为“认为某事是可怕的或不公正的”,即“愤慨”、“非常恼火”。

引用这一段

希罗多德, 历史 §9.94.1-9.94.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.94.1-9.94.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。