§9.92.1ταῦτά τε ἅμα ἠγόρευε καὶ τὸ ἔργον προσῆγε.
他一边说着这些话,一边付诸行动。
αὐτίκα γὰρ οἱ Σάμιοι πίστιν τε καὶ ὅρκια ἐποιεῦντο συμμαχίης πέρι πρὸς τοὺς Ἕλληνας.
因为萨摩斯人立即就同盟之事与希腊人互换了信约并举行了宣誓。
§9.92.2ταῦτα δὲ ποιήσαντες οἳ μὲν ἀπέπλεον· μετὰ σφέων γὰρ ἐκέλευε πλέειν τὸν Ἡγησίστρατον, οἰωνὸν τὸ οὔνομα ποιεύμενος.
完成这些事后,他们便启航离去;因为他命令黑格西斯特拉托斯随他们同行,将他的名字视为吉兆。