§9.9.1τέλος δὲ τῆς τε ὑποκρίσιος καὶ ἐξόδου τῶν Σπαρτιητέων ἐγένετο τρόπος τοιόσδε.
斯巴达人的答复和出兵的结局,是以下述方式发生的。
τῇ προτεραίῃ τῆς ὑστάτης καταστάσιος μελλούσης ἔσεσθαι Χίλεος ἀνὴρ Τεγεήτης, δυνάμενος ἐν Λακεδαίμονι μέγιστον ξείνων, τῶν ἐφόρων ἐπύθετο πάντα λόγον τὸν δὴ οἱ Ἀθηναῖοι ἔλεγον·
在最后一次会面即将举行的前一天,特革亚人奇雷乌斯,在拉刻代蒙的外邦人中拥有最大的影响力,从监察官们那里获悉了雅典人所说的全部话语。
ἀκούσας δὲ ὁ Χίλεος ἔλεγε ἄρα σφι τάδε. §9.9.2οὕτω ἔχει, ἄνδρες ἔφοροι· Ἀθηναίων ἡμῖν ἐόντων μὴ ἀρθμίων τῷ δὲ βαρβάρῳ συμμάχων, καίπερ τείχεος διὰ τοῦ Ἰσθμοῦ ἐληλαμένου καρτεροῦ, μεγάλαι κλισιάδες ἀναπεπτέαται ἐς τὴν Πελοπόννησον τῷ Πέρσῃ.
听了这些之后,奇雷乌斯便对他们说道: “监察官诸位,事情就是这样:如果雅典人与我们不和,反倒成了蛮族的盟友,那么即使在跨越地峡的地方筑起了坚固的城墙,对波斯人而言,进入伯罗奔尼撒的大门也将被大大敞开。
ἀλλʼ ἐσακούσατε, πρίν τι ἄλλο Ἀθηναίοισι δόξαι σφάλμα φέρον τῇ Ἑλλάδι.
所以,在雅典人决定做出其他会给希腊带来灾难的事情之前,你们还是听从他们吧。 ”