Humanitext Reader

希罗多德 · 历史 §9.85.1-9.85.3

战死者的埋葬与战后所建之空冢

第 1540 段,共 1577 段 · 希腊语

内容简介

关于普拉提亚战役后希腊各城邦的埋葬方式,以及未参战城邦此后建立的空冢(如埃吉纳人的坟墓)之由来。

§9.85.1οἱ δὲ Ἕλληνες ὡς ἐν Πλαταιῇσι τὴν ληίην διείλοντο, ἔθαπτον τοὺς ἑωυτῶν χωρὶς ἕκαστοι.
希腊人在普拉提亚分完战利品后,各自将己方的死者分别埋葬。
Λακεδαιμόνιοι μὲν τριξὰς ἐποιήσαντο θήκας· ἔνθα μὲν τοὺς ἰρένας ἔθαψαν, τῶν καὶ Ποσειδώνιος καὶ Ἀμομφάρετος ἦσαν καὶ Φιλοκύων τε καὶ Καλλικράτης.
拉刻代蒙人建造了三处墓穴:在一处埋葬了艾伦斯(年轻战士),波塞多尼奥斯、阿蒙法雷托斯、菲洛库翁和卡利克拉特斯皆在其中。
§9.85.2ἐν μὲν δὴ ἑνὶ τῶν τάφων ἦσαν οἱ ἰρένες, ἐν δὲ τῷ ἑτέρῳ οἱ ἄλλοι Σπαρτιῆται, ἐν δὲ τῷ τρίτῳ οἱ εἵλωτες.
确实,在其中一个墓穴里是艾伦斯,在第二个里是其余的斯巴达人,在第三个里是黑劳士。
οὗτοι μὲν οὕτω ἔθαπτον, Τεγεῆται δὲ χωρὶς πάντας ἁλέας, καὶ Ἀθηναῖοι τοὺς ἑωυτῶν ὁμοῦ, καὶ Μεγαρέες τε καὶ Φλειάσιοι τοὺς ὑπὸ τῆς ἵππου διαφθαρέντας.
他们是以这种方式埋葬的,而特格阿人则将他们所有的人聚集在一起单独埋葬,雅典人也将他们的人合葬,麦加拉人和弗利亚西斯人则埋葬了那些被骑兵击杀的人。
§9.85.3τούτων μὲν δὴ πάντων πλήρεες ἐγένοντο οἱ τάφοι· τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων, ἐπεὶ καὶ Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος, τὸν ἐγὼ ἀκούω καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα, πρόξεινον ἐόντα αὐτῶν.
所有这些墓穴都填满了;至于在普拉提亚可见的其他坟墓,据我所知,是那些因未参加战斗而感到羞耻的各邦人们,为了后世子孙而筑起的空冢。 因为在当地也有一座被称为埃吉纳人的坟墓,我听说那是在此事过去十年后,应埃吉纳人的请求,由他们的普罗克塞诺斯(外交代理人)、普拉提亚人奥托迪科斯之子克莱阿德斯所筑起的。

词汇与语法注释

  1. §9.85.1ἰρένας — 尽管部分抄本有变读 ἱρέας(祭司们),但此处采用 ἰρένας(年轻的斯巴达战士,艾伦斯)。由于此处列出的波塞多尼奥斯、阿蒙法雷托斯等人是在前文中受到赞誉的杰出战士,而非祭司,因此后一种读法更为合理。
  2. §9.85.3τούτους δέ — 这是一种破格(anacoluthon)或复指结构,句子开头的属格短语(τῶν δὲ ἄλλων ὅσοι...)被宾格的 τούτους 重新提起,作为后文不定式短语 χῶσαι κεινὰ(筑起空冢)的语法宾语。
  3. §9.85.3δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην — δεηθέντων τῶν Αἰγινητέων 是属格独立结构,表示原因或背景(“应埃吉纳人的请求”),它置于不定式 χῶσαι 的主语(对格形式)Κλεάδην(克莱阿德斯筑起)之前。

引用这一段

希罗多德, 历史 §9.85.1-9.85.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:9.85.1-9.85.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。