§9.85.1οἱ δὲ Ἕλληνες ὡς ἐν Πλαταιῇσι τὴν ληίην διείλοντο, ἔθαπτον τοὺς ἑωυτῶν χωρὶς ἕκαστοι.
ギリシア人たちはプラタイアで戦利品を分配すると、自分たちの死者をそれぞれ別々に埋葬した。
Λακεδαιμόνιοι μὲν τριξὰς ἐποιήσαντο θήκας·
ラケダイモン人たちは三つの墓穴を作った。
ἔνθα μὲν τοὺς ἰρένας ἔθαψαν, τῶν καὶ Ποσειδώνιος καὶ Ἀμομφάρετος ἦσαν καὶ Φιλοκύων τε καὶ Καλλικράτης.
その一方には、ポセイドニオス、アモムパレトス、ピロキュオン、そしてカリクラテスらが属していたイレネス(若き戦士たち)を埋葬した。
§9.85.2ἐν μὲν δὴ ἑνὶ τῶν τάφων ἦσαν οἱ ἰρένες, ἐν δὲ τῷ ἑτέρῳ οἱ ἄλλοι Σπαρτιῆται, ἐν δὲ τῷ τρίτῳ οἱ εἵλωτες.
実際、墳墓の一つにはイレネスが、もう一つにはそれ以外のスパルタ人が、そして三つ目にはヘイロタイが葬られていた。
οὗτοι μὲν οὕτω ἔθαπτον, Τεγεῆται δὲ χωρὶς πάντας ἁλέας, καὶ Ἀθηναῖοι τοὺς ἑωυτῶν ὁμοῦ, καὶ Μεγαρέες τε καὶ Φλειάσιοι τοὺς ὑπὸ τῆς ἵππου διαφθαρέντας.
彼らはこのように埋葬したが、テゲア人たちは自分たちの死者全員を一つにまとめて別個に埋葬し、アテナイ人たちも自分たちの死者をまとめて埋葬し、メガラ人たちとプレイオス人たちは騎兵によって討ち死にした者たちを埋葬した。
§9.85.3τούτων μὲν δὴ πάντων πλήρεες ἐγένοντο οἱ τάφοι·
これらすべての墳墓は満たされた。
τῶν δὲ ἄλλων ὅσοι καὶ φαίνονται ἐν Πλαταιῇσι ἐόντες τάφοι, τούτους δέ, ὡς ἐγὼ πυνθάνομαι, ἐπαισχυνομένους τῇ ἀπεστοῖ τῆς μάχης ἑκάστους χώματα χῶσαι κεινὰ τῶν ἐπιγινομένων εἵνεκεν ἀνθρώπων, ἐπεὶ καὶ Αἰγινητέων ἐστὶ αὐτόθι καλεόμενος τάφος, τὸν ἐγὼ ἀκούω καὶ δέκα ἔτεσι ὕστερον μετὰ ταῦτα δεηθέντων τῶν Αἰγινητέων χῶσαι Κλεάδην τὸν Αὐτοδίκου ἄνδρα Πλαταιέα, πρόξεινον ἐόντα αὐτῶν.
しかし、プラタイアにあるのが目につくその他の墓については、私が聞き知るところでは、戦闘に不参加であったことを恥じたそれぞれの国の人々が、後世の人々の手前、中身のない空の墳墓を築いたものである。 というのも、そこにはアイギナ人のものと呼ばれる墳墓もあるが、それはアイギナ人たちの懇請を受け、これらの出来事から十年も後になって、彼らのプロクセノスであったプラタイア人、アウトディコスの息子クレアデスが築いたものであると私は耳にしているからである。