§9.76.1ὡς δὲ τοῖσι Ἕλλησι ἐν Πλαταιῇσι κατέστρωντο οἱ βάρβαροι, ἐνθαῦτά σφι ἐπῆλθε γυνὴ αὐτόμολος·
当蛮族在普拉提亚被希腊人击败后,一个逃亡的妇人来到他们这里。
ἣ ἐπειδὴ ἔμαθε ἀπολωλότας τοὺς Πέρσας καὶ νικῶντας τοὺς Ἕλληνας, ἐοῦσα παλλακὴ Φαρανδάτεος τοῦ Τεάσπιος ἀνδρὸς Πέρσεω, κοσμησαμένη χρυσῷ πολλῷ καὶ αὐτὴ καὶ ἀμφίπολοι καὶ ἐσθῆτι τῇ καλλίστῃ τῶν παρεουσέων, καταβᾶσα ἐκ τῆς ἁρμαμάξης ἐχώρεε ἐς τοὺς Λακεδαιμονίους ἔτι ἐν τῇσι φονῇσι ἐόντας, ὁρῶσα δὲ πάντα ἐκεῖνα διέποντα Παυσανίην, πρότερόν τε τὸ οὔνομα ἐξεπισταμένη καὶ τὴν πάτρην ὥστε πολλάκις ἀκούσασα, ἔγνω τε τὸν Παυσανίην καὶ λαβομένη τῶν γουνάτων ἔλεγε τάδε. §9.76.2ὦ βασιλεῦ Σπάρτης, ῥῦσαί με τὴν ἱκέτιν αἰχμαλώτου δουλοσύνης.
她得知波斯人已被消灭、希腊人已经获胜,而她本是波斯人、帖阿斯皮斯之子法兰达特斯的爱妾,于是她和侍女们都用大量黄金以及手头最美丽的衣服装饰自己,从蓬车里走下来,走向还在杀戮现场之中的拉刻代蒙人。 她看到帕萨尼阿斯正在主持这一切事务,而她因为多次听闻,早就熟知他的名字和祖国,所以她认出了帕萨尼阿斯,并抱住他的膝盖,如此说道: “斯巴达的王啊,求你救救我这个恳求者,使我免受俘虏的奴役之苦。
σὺ γὰρ καὶ ἐς τόδε ὤνησας, τούσδε ἀπολέσας τοὺς οὔτε δαιμόνων οὔτε θεῶν ὄπιν ἔχοντας.
因为你消灭了这些既不敬畏神灵也不敬畏诸神惩罚的人,甚至在此时也救助了我的性命。
εἰμὶ δὲ γένος μὲν Κῴη, θυγάτηρ δὲ Ἡγητορίδεω τοῦ Ἀνταγόρεω· βίῃ δέ με λαβὼν ἐν Κῷ εἶχε ὁ Πέρσης.
我出身于科斯岛,是安塔哥拉斯之子赫格托里德斯的女儿;但那个波斯人在科斯岛强行将我掳走,占为己有。
ὁ δὲ ἀμείβεται τοῖσιδε. §9.76.3γύναι, θάρσεε καὶ ὡς ἱκέτις καὶ εἰ δὴ πρὸς τούτῳ τυγχάνεις ἀληθέα λέγουσα καὶ εἶς θυγάτηρ Ἡγητορίδεω τοῦ Κῴου, ὃς ἐμοὶ ξεῖνος μάλιστα τυγχάνει ἐὼν τῶν περὶ ἐκείνους τοὺς χώρους οἰκημένων.
” 他则这样回答道: “妇人,请放心,无论作为恳求者,还是如果除此之外你说的确是实话、真的是科斯人赫格托里德斯的女儿。 在居住于那个地区的所有人中,他恰好是我最亲密的主客朋友(客友)。
ταῦτα δὲ εἴπας τότε μὲν ἐπέτρεψε τῶν ἐφόρων τοῖσι παρεοῦσι, ὕστερον δὲ ἀπέπεμψε ἐς Αἴγιναν, ἐς τὴν αὐτὴ ἤθελε ἀπικέσθαι.
” 说罢,他当时将她托付给在场的监察官们,稍后又将她送往她自己渴望前去的埃吉纳。