§9.75.1ἔστι δὲ καὶ ἕτερον Σωφάνεϊ λαμπρὸν ἔργον ἐξεργασμένον, ὅτι περικατημένων Ἀθηναίων Αἴγιναν Εὐρυβάτην τὸν Ἀργεῖον ἄνδρα πεντάεθλον ἐκ προκλήσιος ἐφόνευσε.
索法内斯还立下了另一个辉煌的战功:当雅典人围攻埃吉纳时,他在一次单挑的挑战中,斩杀了阿尔戈斯人、五项全能运动员欧里巴特斯。
αὐτὸν δὲ Σωφάνεα χρόνῳ ὕστερον τούτων κατέλαβε ἄνδρα γενόμενον ἀγαθόν, Ἀθηναίων στρατηγέοντα ἅμα Λεάγρῳ τῷ Γλαύκωνος, ἀποθανεῖν ὑπὸ Ἠδωνῶν ἐν Δάτῳ περὶ τῶν μετάλλων τῶν χρυσέων μαχόμενον.
至于索法内斯本人,在这些事情发生一段时间之后,他虽表现得像个勇士,但在与格劳孔之子莱阿格罗斯一同担任雅典将领时,于达托斯为争夺金矿而战,最终落得被埃多尼亚人杀害的命运。